Constantinopoli oppugnata
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cananus" aria-label="More works by Joannes Cananus">
—
⋯
Original / primary: Pg Scrape Grc
16.1
Τίς οὐκ ἔφριξε τὴν ἡμέραν ἐκείνην; τίς οὐκ ἐτρόμαξε τὴν ὥραν ταύτην ὁρῶν τοὺς Ῥωμαίους εἰς τοσαύτην δειλίαν καὶ τοὺς Μουσουλμάνους εἰς θράσος τοσοῦτον; Καὶ τίς τῶν ἀκαταπλήκτων τότε οὐ κατεπλήγη καὶ τῶν ἀνδρείων οὐκ ἐφοβήθη, οὐχὶ τὸν θάνατον, οὐχὶ τὸν θάνατον λέγω, φυσικὸς γὰρ ὑπάρχει, ἀλλὰ τῆς μεγαλοπόλεως ταύτης τὴν ἅλωσιν καὶ τὴν αἰχμαλω σίαν τοῦ γένους, τῶν γυναικῶν τὰς ἀτιμίας, τῶν σωφρόνων τὰς αἰσχρουργίας, τὴν περιτομὴν τῶν βρεφῶν, τῶν ναῶν τὴν ἀπώλειαν, τῶν ἁγίων εἰκόνων τοὺς ἐμπαιγμούς, τοῦ μεγίστου Θεοῦ τὴν σοφίαν ὑμνητήριον τοῦ Μωάμεθ καὶ κατοικητήριον τῶν δαιμόνων καὶ μασγήδιον ἀποκαταστῆσαι τοῦ Ῥασοὺλ καὶ Μωάμεθ. Τὸ δὲ χεῖρον καὶ βλαβερὸν καὶ μυριοπλάσιον τοῦ κακίστου θανάτου κάκιστον τῇ μεταθέσει καὶ ἀπωλείᾳ τῆς εὐσεβοῦς πίστεως τῶν Χριστιανῶν πρὸς τῶν Μουσουλμάνων τὸ σέβας καὶ τὴν περιτομὴν τοῦ Μωάμεθ. Ὢ θρήνου μεγίστου ἄξιος ἡ ὥρα ἐκείνη, ὢ τρικυμίας ἀκατασχέτου. Τίς ἡμῶν τὰς οἰμωγὰς οὐ συνεπένθησε τότε; τίς ἀκοὴ φέρει τὸ ἄκουσμα, ποία ὄψις τὸ θέαμα; Καὶ γὰρ εἰς τὰς τοσαύτας καὶ τοιαύτας καὶ τηλικαύτας ἀνάγκας οὐδένα βοηθοῦντα ἢ διεγεῖραι ἢ παροτρῦναι ἡμεῖς εἴχομεν, ἐπεὶ ὁ μὲν εἷς βασιλεὺς κατατρυχόμενος ὑπῆρχεν ἐκ νόσου καὶ γήρους, καὶ οὐκ ἠδύνατο ὁπλισθῆναι ἢ ἀναβῆναι ἐφ' ἵππου, ἀλλὰ ἐντὸς τοῦ παλατίου εὑρίσκετο καὶ τὸ κατὰ δύναμιν ἔπραττεν. Ὁ δ' ἄλλος ἀνέβη ἐφ' ἵππου καθωπλισμένος ὡς ἔδει, καὶ τὴν πύλην ἐξῆλθε Ῥωμανοῦ τοῦ ἁγίου, καὶ ἔστη ἐκεῖσε πλησίον τῆς πόρτης.