Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Constantinopoli oppugnata
Joannes CananusOppu 17 · pg-scrape-grcMore by Joannes Cananus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cananus" aria-label="More works by Joannes Cananus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
17.1
Ὡς δὲ ἔφθασεν ἡ ὥρα ὁποία ἣν ὁ ἄθεος ἀνέμενε Μηρσαΐτης, ἤγουν ἡ μία ἐκάζοθεν ἐκ τὸ μέσον ἡμέρας, ἀνέβην ἐφ' ἵππου ὑψηλοῦ καὶ μεγάλου, καὶ οἱ περὶ ἐκεῖνον πεντακόσιοι ἄνδρες τοὺς ἔφερεν Τουρκοκαλογέρους, ὡς ἵνα ἔχωσιν οὗτοι κέρδος καὶ κοῦρσος τὰς καλογραίας τῆς πόλεως, ἀνεβόησαν ὕμνον τῇ Περσικῇ διαλέκτῳ πρὸς τὸν Μωάμεθ καὶ εὐφημίας πρὸς Μηρσαΐτην. Καὶ τρὶς ἐποιήσαντο τοῦτο, ἕως ὅτε αὐτὸς ἔλθη πρὸς τὴν μάχην. Πλὴν καὶ σκουτάριον ἐβάσταζον ἔμπροσθεν τούτου μέγιστον παρὰ φύσιν, ὡς ἵνα θαυμάζουσιν ἀπὸ τούτου τὰ μωροθαύμαστα ἔθνη τῶν Μουσουλμάνων τὸν Μηρσαΐτην ἐκεῖνον. Αὐτὸς δὲ ὅταν πλησίον ἦλθε πρὸς τὰς συντάξεις τῶν Μουσουλμάνων, ἀνεβόησε μέγα, «Ῥασούλ, Ῥασοὺλ Μαχουμέτη». Καὶ γυμνώσας τὸ ξίφος καὶ ὠθήσας τὸν ἵππον, καὶ κράξας πρὸς τὰς συντάξεις τὸ «Ἀλὰχ Ταγκρύ, Ῥασοὺλ Μαχουμέτη», συνανεβόησαν ἅμα καὶ τῶν Μουσουλμάνων τὰ πλήθη, καὶ μετὰ ὁρμῆς καὶ κραυγῆς καὶ κρότων καὶ ὀργάνων καὶ μυρίων ἄλλων ἀλαλαγμάτων τε καὶ σαλπίγγων ἔφθασαν εἰς τὰ τείχη τοῦ κάστρου ἀπὸ τῆς Ξυλοπόρτης ἕως καὶ τῆς Χρυσίας, τὴν αὐτὴν λέγω καὶ μίαν ὥραν τῆς ἡμέρας ἐκείνης. Καὶ πᾶν πολεμικὸν ὄργανον ἔφερον ἀνὰ χεῖρας, καὶ ἠκούμβησαν εἰς τὰ τείχη, ἔθηκαν σκάλας, ἀνέβαιναν εἰς τὸ κάστρον, ἐτρυποῦσαν τοὺς πύργους. Καὶ οὐδεὶς εὑρέθην ὁ ἐμποδίσας ἐκείνους ἐκ τοῦ μεγίστου φόβου καὶ δειλίας ὁποίας ἔλαβον οἱ Ῥωμαῖοι.

Intertext edge

Open linked passage

Note