Constantinopoli oppugnata
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cananus" aria-label="More works by Joannes Cananus">
—
⋯
Original / primary: Pg Scrape Grc
18.1
Τίς γὰρ οὐκ ἐτρόμαξε τὴν ὥραν ἐκείνην; τίς οὐκ ἔφριξε ταύτης τὴν θέαν; τίς ἀκοὴ φέρει τὸ ἄκουσμα, ποία ὄψις τὸ θέαμα; Καὶ γὰρ ἐν μιᾷ καιροῦ ῥοπῇ μυριάδας βελῶν, τουτέστι σαγίττας, ἐτόξευσαν ἐπάνω τῶν Ῥωμαίων, καὶ ἔπεσον εἰς τὰ τείχη τῆς πόλεως καὶ ἐντός, ὥστε καὶ τὸν αἰθέρα ἐκάλυψαν καὶ αὐτὸ τὸ φῶς τοῦ ἡλίου ἐσκέπασαν, καὶ ἡμᾶς πάντας φόβος ἐκράτησε καὶ δειλία ἐξέπληξε, καὶ μικρὸν ἀπεκρύβημεν. Ἀλλ' οὐ μακράν, ἀλλ' ὄπισθεν τῶν προμαχιονίων ἐστάθημεν. Ὡς δὲ οἱ Τοῦρκοι γυμνὸν τὸ κάστρον ἀπὸ ἀνθρώπους ἰδόντες ὑπέλαβον ἀφυλάκτως εἶναι, καὶ μετὰ θράσους μεγίστου καθ' ἡμῶν εἰσβάλλουσι πάντες. Καὶ οἱ μὲν μετὰ σκαλῶν ἀνέβαινον δι' ᾧ εἰς τὸ κάστρον, οἱ δὲ καὶ μὲ τὰς ἀγγύρας καὶ τὰς φάλκας ἐκείνας. Ἄλλοι δὲ ἐτρυποῦσαν μὲ συστὰς τοὺς πύργους, ἄλλοι ἐχαλοῦσαν μὲ τζόκους τὸ κάστρον, ἄλλοι ἔκαψαν τὰς πόρτας τοῦ ἔξω κάστρου, καὶ πᾶν τολμηρὸν καὶ ἀνδρεῖον οἱ ἀσεβεῖς ἐποιοῦντο πρὸς κατάπληξιν τὴν ἡμετέραν. Ταῦτα ὁρῶντες οἱ δυστυχεῖς καὶ ἀπελπισμένοι Ῥωμαῖοι εἰς ἑαυτοὺς ἐπανῆλθον, καὶ περιεργασθέντες πῶς πόθεν, ἀλλαχόθεν χεῖραν οὐκ ἔχοντες βοηθείας οὔτε τινὰ πρὸς τὸ διεγεῖραι καὶ παροτρῦναι τὸν λαὸν πρὸς τῶν Τούρκων τὴν μάχην τὴν φρικτοτάτην ὥραν ἐκείνην. Καὶ ἐξενεγκόντες οὗτοι ἑαυτοὺς διεγείρονται πρὸς ἀνδρείαν καὶ τόλμην. Καὶ γὰρ οἱ δειλοὶ τὸ πρότερον καὶ φυγοὶ καὶ κατατρυπούμενοι ἄφνω τολμηροὶ εὑρέθησαν καὶ γενναῖοι πολεμισταὶ καὶ ἀνδρεῖοι καὶ περιφρονηταὶ τῶν πληγῶν καὶ δεινῶν λαβωμάτων καὶ τῶν παντοίων θανάτων.