Constantinopoli oppugnata
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cananus" aria-label="More works by Joannes Cananus">
—
⋯
Original / primary: Pg Scrape Grc
19.1
Καὶ τῆς Παναγίας τῇ βοηθείᾳ τῇ τόλμῃ ῥωσθέντες ὁρμῶσι ξιφήρεις κατὰ τῶν ἀσεβῶν καὶ μὲ λίθους, καὶ ὡς καπνοῦ κινήσαντος σμῆνος ἄλλος ἐπ' ἄλλῳ διε γείρεται, καὶ ἀνίσταται γένος ἅπαν καὶ ἡλικία πᾶσα, καὶ ἕκαστος μεθ' ὧν ἠδύνατο ὅπλων, ἕτεροι δὲ καὶ ἄνευ τῶν ὅπλων, ἄλλοι μετὰ ξιφῶν τε καὶ κονταρίων. Ἕτεροι δὲ οὐδὲ ἐξ αὐτῶν εὐποροῦσαν, ἀλλὰ τὰς ταύλας ὅπου ἐτρώγαν καὶ τὰ τυμπάνια τῶν βουτζίων ἔδησαν μὲ σχοινία, καὶ ἐβάσταζαν ἀντὶ σκουταρίων. Τινὲς δὲ οὐδὲ μετ' αὐτῶν εἰς τὸν πόλεμον ἦλθον, ἀλλὰ μὲ λίθους καὶ μόνον ἐμάχοντο τολμηρῶς καὶ ἀνδρείως, ὡς κατάφρακτοι μετὰ παντοίων τῶν ὅπλων. Καὶ ἕτερος ἔτερον, καὶ ἄλλος ἄλλον, καὶ πρὸς ἀλλήλων ἀλλήλοις ἀνδρείως καὶ θαρσαλέως ἠγωνίζοντο, καὶ ἐπαροτρύναντο πρὸς τὴν σφοδροτάτην μάχην ἐκείνην, λέγων «Ναὶ, ὦ φίλοι, ὦ ἀδελφοί, ὦ συμπατριῶται, ἀγωνισώμεθα σήμερον, σπουδάσωμεν, προκινδυνεύσωμεν ἑαυτοὺς ὑπὲρ ἐμαυτῶν καὶ γυναικῶν καὶ τέκνων καὶ ὑπὲρ ἐλευθερίας τοῦ γένους καὶ τῆς πατρίδος ἡμῶν καὶ τῆς μεγαλοπόλεως ταύτης, καὶ τὸ μεῖζον, τῆς ἀληθοῦς πίστεως τῶν Χριστιανῶν. Τί οὖν, ἐὰν μὴ νῦν ἀποθάνομεν; Οὐ τεθνηξόμεθα πλέον; Ποιήσωμεν τὴν ἀνάγκην φιλοτιμίαν, δράμωμεν πρὸς τὸν κίνδυνον τοῦ πολέμου ὡς οἱ μάρτυρες πρὸς τὸ στάδιον τῶν τυράννων». Ταῦτα διαλεγομένων καὶ παροτρυνομένων πρὸς ἀλλήλους ἔσπευδον πάντες, καὶ ἠγωνίζοντο ὡς κεκραιπαληκοὶ καὶ βεβαπτισμένοι ἐξ οἴνου, καὶ ὡς ἐκ συνθήματος ἅμα ἐκ τοῦ ἑνὸς ἄκρου τῆς πόλεως ἄχρι καὶ τοῦ ἑτέρου ἐν μιᾷ φωνῇ καὶ ὁρμῇ καὶ κραυγῇ κατὰ τῶν πολεμίων εἰσβάλλουσι, καὶ σφοδροτάτου συρραγέντος πολέμου καὶ καρτερωτάτης τῆς μάχης ἐφ' ἱκανῆς τε τῆς ὥρας πολλοὶ ἐκ τῶν δύο μερῶν ἐλαβώθησαν καὶ ἀπέθανον.