Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Constantinopoli oppugnata
Joannes CananusOppu 1 · pg-scrape-grcMore by Joannes Cananus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cananus" aria-label="More works by Joannes Cananus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1
«Μυστήριον βασιλέως κρύπτειν καλόν, τὰ δὲ ἔργα τοῦ Θεοῦ ἀνακηρύττειν ἔνδοξον»· εἶπε γὰρ ὁ ἄγγελος τῷ Τωβήτ. Τοῦτο νῦν καὶ ἐμὲ λίαν ὠθεῖ καὶ θαρρύνει καὶ τολμηρὸν ποιεῖ κήρυκα, ὅπως τὸ πανθαύμαστον θαῦμα τῆς Παναγίας μου διηγήσομαι. Ἐκκόπτει δ' ἐμὲ ἡ ἀπειρία τοῦ λόγου, ἀντωθεῖ δ' ἐμὲ πάλιν καὶ ἕλκει τὸ ἴδιον τῆς ὀρέξεως, τὸ ἀνθρώπινον πάθος. Καὶ ἥττημαι, καὶ τὴν ἧτταν ὁμολογῶ, καὶ ἀπὸ τούτων τὴν ἱστορίαν ἠρξάμην. Καὶ δέομαι τοὺς ἀναγινώσκοντας ταύτην καὶ τῶν γραμμάτων τὴν πεῖραν ἔχοντας, μήτε τὸν κόρον τοῦ λόγου ἀκηδιάσωσι μήτε τὴν σολοικοβάρβαρον καταγνώσονται φράσιν, ἐπεὶ κἀγὼ τῆς ἀπειρίας μου τῶν γραμμάτων ὁμολογῶ τὴν ἀσθένειαν. Ἀλλὰ οὐδὲ διὰ σοφοὺς ἢ λογίους ἔγραψα ταῦτα, ἀλλὰ διὰ ἰδιώτας καὶ μόνον, ὡς καὶ ἐγὼ ἰδιώτης, ἵνα οἱ ἰδιῶται ὡς ἰδιῶται ἀπεριέργως καὶ ἀκαταγνώστως ἀναγινώσκουσι ταύτην. Διὰ δὲ δὴ ταῦτα πάντα τολμηρὸς ἐγενόμην γραφεύς τε καὶ κῆρυξ, καὶ τὸ πολυθρύλητον θαῦμα τῆς Παναγίας καὶ τὴν καθ' ἡμῶν τῶν Ἀγαρηνῶν ἐπιδρομὴν καὶ τὴν πολιορκίαν τῆς πόλεως ἱστόρησα κατὰ τὴν τοῦ λόγου μου δύναμιν, καὶ ἀπὸ τούτων ἠρξάμην.

Intertext edge

Open linked passage

Note