Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Constantinopoli oppugnata
Joannes CananusOppu 20 · pg-scrape-grcMore by Joannes Cananus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cananus" aria-label="More works by Joannes Cananus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
20.1
Τὸ δὲ ἀκατάπληκτον τῶν ἀνδρικωτάτων καὶ γενναιοτάτων Ῥωμαίων δειλοὺς καὶ τρεπτοὺς τοὺς Μουσουλμάνους ἀπέδειξεν. Καὶ τοὺς μὲν ἀναβαίνοντας μετὰ τῆς φάλκας ἐπάνω τοῦ ἔξω κάστρου τὰς κεφαλὰς ἀπέτεμον τούτων καὶ πρὸς βασιλέα ἔφερον, τοὺς δὲ Μουσουλμάνους τοὺς ἄλλους τοὺς ἐτρυποῦσαν τὸ κάστρον καὶ τοὺς πύργους, ἀπέκτειναν ἐντὸς εἰς τὰς τρύπας. Τὰ δὲ πλήθη τὰ ἄλλα τὰ γεγαυριωμένα καὶ ἐπηρμένα τῶν Τούρκων ἐλάβωσαν, ἐφόνευσαν, ἐδίωξαν, καὶ τὰ πολεμικὰ καὶ μαχιμώτατα τούτων ἔργα ἐπήρασι. Καὶ μὴ μόνον οἱ στρατιῶται καὶ οἱ ἐπιστήμονες τοῦ πολέμου ἠργάζοντο ταῦτα, ἀλλὰ καὶ τῆς πολιτείας οἱ ἄρχοντες καὶ τῆς χώρας οἱ ἐπιστήμονες καὶ τὸ κοινὸν ἅπαν καὶ τῶν ἱερέων καὶ τῶν μοναχῶν τὰ συστήματα καὶ τῶν ἀρχιερέων οἱ κρείττονες καὶ πνευματικῶν τῶν ὁσίων οἱ ὁσιώτατοι· καὶ τῶν ἔξω χωρῶν οἱ ἄνθρωποι τολμηροὶ καὶ γενναῖοι καὶ περιφρονηταὶ τῶν πληγῶν καὶ τραυμάτων καὶ τῶν θανάτων ἐφάνησαν.

Intertext edge

Open linked passage

Note