Constantinopoli oppugnata
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cananus" aria-label="More works by Joannes Cananus">
—
⋯
Original / primary: Pg Scrape Grc
21.1
Ἀλλὰ καὶ γυναῖκες πολλαὶ εἰς ἀνδρὸς θράσος μεταλλαττόμεναι ἐπὶ τοῦ πολέμου τὴν ὥραν τὴν φρικτοτάτην ἐκείνην οὐκ ἀπεκρύβησαν, οὐδὲ ὡς γυναῖκες ἐδειλίασαν, ἀλλὰ καὶ μᾶλλον τοῦ πολέμου τὴν ὥραν εἰς τὸ ἔξω κάστρον ἔφθασαν, καὶ αἱ μὲν πέτρας εἰς τὸ τεῖχος ἀνέβαζον πρὸς τοὺς πολεμιστὰς τῶν Ῥωμαίων, καὶ ηὐδρείωναν αὐτούς, καὶ ὠθοῦσαν αὐτοὺς πρὸς τὴν μάχην καὶ τὸν πόλεμον· ἄλλαι δὲ ἐκρατοῦσαν ᾠὰ καὶ στουππιά, καὶ τοὺς λαβωμένους ἰάτρευον· ἄλλαι ὕδατα καὶ οἴνους ἐπότιζον αὐτοὺς φλεγομένους τῇ δίψῃ ἐκ τοῦ πολέμου· ἄλλαι δὲ τοὺς γνησίους αὐτῶν ἀδελφοὺς καὶ τέκνα καὶ τοὺς ὁμοζύγους κατεμπόδιζον μὴ καταβῆναι ἀπὸ τοῦ τείχους τοῦ κάστρου καὶ τοῦ πολέμου σχολάσαι, ἀλλὰ ἀφόβως καὶ ἀκλονήτως καὶ θαρσαλέως πολεμίζειν τοῖς Τούρκοις ἔλεγον. Ἀλλὰ καὶ μετὰ προσοχῆς καὶ στρατιᾶς ἐκεῖναι περιεπάτουν ἐκεῖσε. Ἐστρατεύοντο δὲ καὶ πρὸς ἀλλήλας, μία τὴν ἄλλην ἐνουθέτει, καὶ ἔλεγεν· «Βλέπε μὴ πλησιάσῃς τὸ κάστρον τὸ μέγα, ὅτι τῶν Τούρκων αἱ σαγίτται κρόνουν ἐκεῖσε καὶ εἰς τὸ μέρος ἐκεῖνο, ἀλλὰ περιπατεῖτε πλησίον εἰς τὸ μέρος τοῦ ἔξω κάστρου, ἵνα σκέπεσθε ὑπὸ τούτου». Πλὴν ἐλαβώθησαν καί τινες μὲ σαγίττας. Καὶ οὐδὲ αὐτὸ τὰς ἄλλας ἐθρόησεν, ἵνα εἰσέλθουσιν ἐντὸς τοῦ κάστρου τῆς πόλεως, ἀλλὰ ἐσπούδαξαν καὶ ἐκεῖναι τὸ δυνατὸν αὐτῶν εἰς τὴν μάχην μέχρι τὸ πέρας ἴδωσι τοῦ πολέμου.