Constantinopoli oppugnata
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cananus" aria-label="More works by Joannes Cananus">
—
⋯
Original / primary: Pg Scrape Grc
22.1
Ἐπεὶ δὲ καὶ πρὸς δυσμὰς ἐξέκλινε τὸ φῶς τοῦ ἡλίου, καὶ οἱ Ῥωμαῖοι ἀκλονήτως ἵσταντο πρὸς τὴν μάχην τὴν φρικτοτάτην τῶν Τούρκων, καὶ ἠγωνίζοντο καὶ ἀνδρείως, οἱ ἀσεβεῖς ἀπὸ τούτων καὶ ἄπρακτοι εὑρεθέντες καὶ ᾐσχυμμένοι καὶ ἡττημένοι ἀναιδῶς στρα φέντες ἔφευγον. Καὶ δῆλον ὅτι τὰ πολεμικὰ καὶ μάχιμα τούτων ὅπλα τὰ μὲν πλησίον τοῦ κάστρου τοῖς Ῥωμαίοις ἄκοντες καταλείψαντες, τὰ δὲ μακρότερα ἑκόντες τῷ πυρὶ παρέδωκαν. Καὶ τέρας ἔδοξε τοῦτο καὶ ἐξαίσιον ἔργον, πῶς οἱ ἐπηρμένοι καὶ γαυριώμενοι τὸ πρότερον ἄφνω κατηφεῖς εὑρέθησαν καὶ ἀχρεῖοι, καὶ πῶς οἱ πρότερον ἐπεθύμουν τὸν πόλεμον τῶν Ῥωμαίων, ἀπαραπροσδοκήτως τὸ λοιπὸν ἔφυγον ἀπὸ τούτων. Καὶ γὰρ ἀληθῶς τοῦτο ἔργον ἀοράτως ἐπέμφθη ἐκ δυνάμεως θείας. Καὶ οἱ Ῥωμαῖοι τοῦτο ἰδόντες ἐξεπλήττοντο μὲν τὸ θαῦμα, ἔχαιρον δὲ τὴν φυγήν τε τῶν πολεμίων ἐκείνων, καὶ χαίροντες ἔλεγον· «Ὢ γλυκύτητα ἡμέρας ταύτης καὶ ὥρας, ὢ μεταλλαγῆς θαυμασίας καὶ ἐναλλαγῆς ἀνελπίστου, ὢ ἀπαραπροσδοκήτου ἐλευθερίας καὶ εὐφροσύνης, ὢ εὐθυμίας ἀνεκλαλήτου καὶ ἡδονῆς ἀνεκφράστου».