Constantinopoli oppugnata
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cananus" aria-label="More works by Joannes Cananus">
—
⋯
Original / primary: Pg Scrape Grc
23.1
Καὶ γὰρ ταῦτα τῶν πολυάθλων Ῥωμαίων λεγόντων ἔχαιρον ἅμα καὶ σκιρτῶντες εὐθύμουν, τὰς παλάμας ἐκρότουν, καὶ τρανῶς τὸν Θεὸν εὐχαρίστουν, καὶ τὴν Παναγίαν ἀνέπεμπον ὕμνους, καὶ ἐκ ψυχῆς δοξάζοντες ἔλεγον· «Τοῦτο τὸ πολυύμνητον καὶ πολυθρύλητον καὶ ἐξαίσιον καὶ ἐξαίρετον καὶ θαυμάσιον καὶ θαύματος ἄξιον θαῦμα τῆς Παναγίας ἀληθῶς καὶ ἀναμφιβόλως ὑπῆρχεν, ὡς καὶ τὰς μαρτυρίας ἔχομεν παρὰ μαρτύρων ἀπαραγράπτων κατὰ τοὺς φιλευσεβεῖς νόμους. Φάσκοντες γὰρ αἱ παρὰ τῶν ἐχθρῶν μαρτυρίαι ἀξιο πιστότεραί εἰσιν. Ἐπειδὴ δὲ οἱ ἐχθροὶ καὶ πολέμιοι ἡμῶν δέδωκαν μαρτυρίαν τοιαύτην, πάνυ ἐστὶν ἀληθέστατον τὸ θαῦμα τῆς Παναγίας. Ἔλεγεν γὰρ Μηρσαΐτης καὶ πατριάρχης τῶν Τούρκων, ὅτι ἡ πόλις ἐπρόκειτο παρ' ἡμῶν αἰχμαλωτισθῆναι, ὡς οἱ σοφοὶ τῆς Περσίας εἰς τὸν καιρὸν τοῦ Μωάμεθ ἐψηφοφόρησαν περὶ τούτου, καὶ εὗρον ὅτι εἰς τὸ ἔτος καὶ τὸν μῆνα καὶ τὴν ἡμέραν ταύτης τῆς ὥρας ἡ πόλις παρ' ἡμῶν πρόκειται κρατηθῆναι. Καὶ ἔμελλε τοῦτο γενέσθαι κατὰ τὴν δύναμιν τῶν ἀστέρων καὶ τὴν τέχνην τῶν ἀστρονόμων».