Constantinopoli oppugnata
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cananus" aria-label="More works by Joannes Cananus">
—
⋯
Original / primary: Pg Scrape Grc
24.1
Ἀμὴ ἡ γυναῖκα ἐκείνη ἡ ὀξέα φοροῦσα καὶ περιπατοῦσα τοῦ κάστρου καὶ τῶν προμαχιονίων ἐπάνω ἀφόβως τοῦ πολέμου τὴν ὥραν, ἐκείνη ἀντέπραξε τὰς δυνάμεις τῶν ἄστρων καὶ τὴν τέχνην τῶν ἀστρολόγων. Πλὴν οὐκ ἀπὸ γῆς οὐδὲ ἐξ ἀνθρώπων τὴν δύναμιν εἶχεν, ἀλλ' ἐξ οὐρανοῦ καὶ ἀοράτου δυνάμεως. Ὁμοίως καὶ τὰ στρατεύματα πάντα τῶν Τούρκων ἐσυνεμαρτύρουν ἐνόρκως τὸν Μηρσαΐτην ἐκεῖνον, καὶ ἐδιηγοῦντο πρὸς πάντας ὅτι τοῦ πολέμου τὴν ὥραν, ὅταν μὲ θράσους καὶ ὁρμῆς ἀκρατήτου ἔφθασαν εἰς τὰ τείχη τοῦ κάστρου, ἵνα ἀναβῶσιν ἐπάνω καὶ διώξωσι τοὺς Ῥωμαίους καὶ τὴν πόλιν αἰχμαλωτίσουν, τότε εἶδον γυναῖκαν ὀξέα ῥοῦκα φοροῦσαν καὶ περιπατοῦσαν ἐπάνω τῶν προμαχιονίων τοῦ ἔξω κάστρου. Καὶ ταύτην ἰδόντες, σκότος καὶ ζάλη καὶ τρόμος καὶ φόβος ἄφνω εἰς τὰς ψυχὰς εἰσῆλθε τῶν πάντων, καὶ πρὸς φυγὴν ἔβλεψαν, καὶ εἰς πόλεμον οὐδὲ ὅλως, καὶ ἀπὸ δυνάμεώς τε καὶ τέχνης τῆς γυναικὸς γὰρ ἐκείνης ἔλαβον τὴν δειλίαν, καὶ ἠλευθερώθη ἡ πόλις.