Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Constantinopoli oppugnata
Joannes CananusOppu 25 · pg-scrape-grcMore by Joannes Cananus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cananus" aria-label="More works by Joannes Cananus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
25.1
Ἐγένοντο δὲ ταῦτα κατὰ τὸν καιρὸν τοῦ ἑξακισχιλιοστοῦ ἐννακοσιοστοῦ τριακοστοῦ ἔτους, μηνὸς Αὐγούστου κδʹ, ἡμέρᾳ δευτέρᾳ, ὥρᾳ τῆς ἡμέρας ἑβδόμῃ. Καὶ παρὰ μὲν τῶν Τούρκων ἐλαβώθησαν καὶ ἀπέθανον ἐπέκεινα μιᾶς χιλιάδος, ἐκ δὲ τῶν ἡμετέρων μετὰ ἀληθείας ἐλαβώθησαν μὲν ἐλάττονες ἀπὸ ἑκατόν, ἀπέθανον δὲ οὐ πλείονες τῶν τριάκοντα. Καὶ χαίρετε, ὦ φίλοι, χαίρετε τὸ μὲν τὴν ἐλευθερίαν τῆς πόλεως, τὸ δὲ τῶν Ῥωμαίων τὸ γενναῖον καὶ ἀκατάπληκτον, τὸ δὲ τὸ πανθαύμαστον θαῦμα τῆς Παναγίας, καὶ ταύτην ὑμνήσατε, δοξολογήσατε, καὶ ὕμνους εὐχαριστηρίους ἀναπέμψατε εἰς τὸ μέγιστον ἔργον τῆς ἐλευθερίας, ἧς εὐεργετήθημεν παρὰ τῆς ἐνδόξου καὶ ἀειπαρθένου Μητρὸς τοῦ Κυρίου, καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Intertext edge

Open linked passage

Note