Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Constantinopoli oppugnata
Joannes CananusOppu 2 · pg-scrape-grcMore by Joannes Cananus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cananus" aria-label="More works by Joannes Cananus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.1
Ἐν ἔτει τριακοστῷ δευτέρῳ τῆς ἡγεμονίας τῶν βασιλέων Μανουὴλ τοῦ Παλαιολόγου καὶ τοῦ υἱοῦ αὐτοῦ Ἰωάννου, ἐν τῷ ἑξακισχιλιοστῷ ἐννακοσιοστῷ τριακοστῷ ἔτει, ἰνδικτιῶνος πεντεκαιδεκάτης, δεκάτῃ μηνὸς Ἰουνίου, ἡμέρᾳ τρίτῃ, τῆς ἡμέρας ὥρᾳ δευτέρᾳ, κατέδραμεν αὖθις ἄφνω στρατιὰ καθ' ἡμῶν Μουσουλμάνων, δὶς πέντε τὸν ἀριθμὸν χιλιάδες, ἔχοντες καὶ στρατάρχην ἄνδρα μανὸν καὶ αἱματοβόρον, καὶ τὸ ὄνομα τούτου Μιχάλπαις ἐκαλεῖτο, καὶ πᾶσαν πόλιν καὶ χώραν τὴν ὑπὸ τὴν βασιλικὴν ἐξουσίαν ἐν μιᾷ καιροῦ ῥοπῇ ὑπὸ τὴν ἑαυτῶν ἐποιήσαντο, καὶ ἡμᾶς ἀπεστέρησαν τῆσδε τῆς πόλεως πάντα τὰ πλησίον, καὶ ταύτης τὰ χωρία ἔφθειραν, ἐλεηλάτησαν, ᾐχμαλώτευσαν, καὶ τοὺς μὲν τῶν ἀνδρῶν κατέσφαξαν, τοὺς δὲ καὶ πόρρω τοῦ Ἰκονίου καὶ Ἀρατζάπητας Κύφας διαβιβάσαντες, τὰς δὲ γυναῖκας ἀσελγῶς αἰσχρουργήσαντες, τὰ δὲ βρέφη εἰς περιτομὴν τῷ Μωάμεθ προσέφερον, καὶ πᾶν ζῶον ὑπόζυγον καὶ ἀζύγων διέφθειραν καὶ ἠφάνισαν. Τὴν δὲ ζημίαν τῶν γεννημάτων καὶ τῶν ἀμπελώνων τὴν λύμην τίς ἄρα καὶ ποία δυνήσεται γλῶσσα ταύτην ἐξιχνιάσαι; Καὶ γὰρ ἐν τῷ καιρῷ τῆς συγκλείσεως ἀπαραπροσδοκήτως κατέδραμον καὶ ἡμᾶς ἀπέκλεισαν, καὶ ὑπὸ τὴν δεσποτείαν αὐτῶν πάντα τὰ ἔξω ἐγένοντο. Τὸ δὲ καὶ πῶς καὶ πόθεν καὶ δι' ἥντινα ἡ συμφορὰ καὶ φθορὰ καὶ ταῦτα τὰ δεινότατα χαλεπὰ τοῖς δυστυχοῖς καὶ ἀθλίοις ἐπέβη Ῥωμαίοις σιωπᾶν ἡμῖν ἄμεινον ἔδοξεν. Τῆς δὲ πικροτάτης μάχης ἐκείνης καὶ τοῦ φρικτοτάτου πολέμου τὸ πέρας χρὴ διηγήσασθαι.

Intertext edge

Open linked passage

Note