Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Constantinopoli oppugnata
Joannes CananusOppu 3 · pg-scrape-grcMore by Joannes Cananus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cananus" aria-label="More works by Joannes Cananus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
3.1
Τὸ μὲν γὰρ πρῶτον στράτευμα τῶν Μουσουλμάνων ἐκείνων τῇ δεκάτῃ τοῦ Ἰουνίου κατέδραμε καὶ ἡμᾶς ἀπέκλεισεν, ὡς προέφημεν, τῇ δὲ εἰκοστῇ τούτου ἑτέρα ἐφάνη στρατιὰ Μουσουλμάνων ὡς νέφος χαλάζης πλῆρες καὶ τετρυγὸς ὀλέθριον καὶ πᾶσαν καὶ παντοίαν τὴν ὑπὸ τῶν Ῥωμαίων ἠμαύρωσαν γῆν, καὶ ὡς φλὸξ ἀστραπῆς καιομένης πάντα κατέκαυσε καὶ ἐνεπύρισε, καὶ πᾶν ξύλον κάρπιμον καὶ δένδρον εὔκαρπον καὶ τὰς κουρβούλας τῶν ἀμπελώνων ἐκ ῥίζης ἀπέτεμον, καὶ πᾶν ἄλλο δεινὸν καὶ ὀλέθριον καθ' ἡμῶν ἐποιήσαντο. Ὁ δὲ στρατάρχης ὁ μέγας καὶ πάντων ἐκείνων ἀμηρᾶς καὶ δεσπότης ἔφθασεν. Ἦλθε μανὸς καὶ ἠγριωμένος, ἀλαζὼν ἐπηρμένος, ὑπέρογκος καὶ γαυριώμενος καὶ τὴν ὀφρὺν εἰς οὐρανὸν αἴρων, καὶ ὑψηλὸς παρὰ πάντας ἐνόμιζεν εἶναι, καὶ ὑπελάμβανε παρ' αὑτοῦ διοικεῖσθαι τὰ πάντα, καὶ ὑπὸ τὴν ἐξουσίαν αὐτοῦ ἄγεται ἅπας ὁ κόσμος. Ἀλλὰ καὶ πάμπολλα ἄγων μηχανικώτατα καὶ μαχιμώτατα ἔργα, προσδοκῶν δι' αὐτῶν μέρος τοῦ τοίχου χαλάσαι τῆς πόλεως καὶ ἀπὸ τούτου ταύτην κατακρατῆσαι καὶ τοὺς Ῥωμαίους αἰχμαλωτίσαι καὶ τοῦ Χριστοῦ τὸ ὄνομα ἀποσβέσαι. Ἀλλὰ καὶ στρατιὰς στρατιῶν καὶ γενεὰς γενεῶν καὶ πλήθη πληθῶν, πεζῶν καὶ ἱππέων, ἔσχε τοσοῦτον ὥστε ἅπας ὁ κόσμος ἐκεῖνος ἐσκέπετο ὑπ' ἐκείνων.

Intertext edge

Open linked passage

Note