Constantinopoli oppugnata
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cananus" aria-label="More works by Joannes Cananus">
—
⋯
Original / primary: Pg Scrape Grc
4.1
Τότε δὲ αὐτοῦ τῇ κελεύσει τοῦ Μουρὰτ Πείς, τῇ κλήσει τε τοῦ δεσπότου τῶν Τούρκων, ποιοῦνται παστίαν μίαν. Ἀλλ' αὕτη ἡ μία πολλὰς ὑπερέβην μεγίστους· καὶ γὰρ ἀπὸ τὸ ἓν ἄκρον τῆς πόλεως τῆς Χρυσίας ἕως τὸ ἕτερον ἄκρον τῆς Ξυλοπόρτης ἐκράτει. Καὶ ἦν δὲ ἡ παστία πλησίον τοῦ κάστρου ὅσον τόξου βολήν, καὶ οὐ πλέον. Καὶ ἦν δὲ πᾶσα στερεὰ καὶ ὀχυρωτάτη ἀπὸ ξύλων μεγίστων καὶ χονδρῶν σανίδων. Καὶ πλοκοτὰς ἀπὸ βέργας ἔθηκαν ἔμπροσθεν τῆς παστίας, ἵνα δέχωνται τὰς σαγίττας τῶν τόξων καὶ τῶν τζαγρῶν τῶν Ῥωμαίων, καὶ τῶν βουμπάρδων τὰς πέτρας. Ὄπισθεν δὲ ταύτης ἐθέσπισεν ἵνα ἵστανται στρατιῶται ἐκ πασῶν γενεῶν τοῦ στρατεύματος τούτου τολμηροὶ καὶ ἀνδρεῖοι, τὸ μέν, ὡς τὸ ἔθος, εἰς προσοχὴν τῆς παστίας, τὸ δὲ ἵνα φυλάσσονται δι' ἐκείνης, οἱ δὲ ἵνα μάχονται ἐξ ἐκείνης ὄπισθεν μετὰ τζαγρῶν τε καὶ τόξων καὶ τῶν σκευῶν τῶν μεγάλων καὶ τῶν μικρῶν τῶν ἀπείρων ὧν ἔφερον διὰ τούτου.