Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Constantinopoli oppugnata
Joannes CananusOppu 5 · pg-scrape-grcMore by Joannes Cananus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cananus" aria-label="More works by Joannes Cananus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.1
Τὰς δὲ σκευὰς τὰς μεγίστους ἐκείνας, ὁποίας εἶχον τὰς ἐλπίδας ὅτι δι' ἐκείνας τὰ τείχη τῆς πόλεως θέλουν χαλάσειν καὶ ἀπὸ τούτου τὴν πόλιν αἰχμαλωτίσαι, ἔστησαν περιέργως εἰς τόπον ἐν ᾧ σοῦδαν οὐκ εἶχεν ὁμοίαν σουδῶν τῶν ἑτέρων, ἀλλὰ κεχαλασμένη ὑπῆρχεν, καὶ ἔκπαλαι γέμουσαν χῶμαν, καὶ ἄντικρυς ταύτης πύργος εὑρέθην ἐκ συμβάσματος λίαν σεσαθρωμένος καὶ ἐσκισμένος ἀπὸ ἄνωθεν ἕως κάτω. Καὶ προσδοκῶντες οἱ Τοῦρκοι ὅτι τῶν μεγίστων βουμπάρδων αἱ πέτραι τὸν σεσαθρωμένον πύργον ἐκεῖνον θέλουν χαλάσειν, καὶ ἐπεὶ ὁ τόπος σοῦδαν οὐκ ἔχει τοὺς Τούρκους νὰ ἐμποδίσῃ, ἀκωλύτως εἰς τὸ ἔξω κάστρον θέλουσι φθάσειν, καὶ ἐκ τοῦ χαλάσματος τοὺς Ῥωμαίους θέλουν διώξειν, καὶ τὴν πόλιν θέλουν δουλώσειν. Πλὴν εἰς κενὸν ἐκατήντησε τέλος ἡ τῶν ἀσεβῶν προσδοκία, ἐπεὶ ἑβδομήκοντα βόλια τῆς σκευῆς τῆς μεγίστης ἐκείνης τὸν σεσαθρωμένον ἐκεῖνον ἔκρουσε πύργον, καὶ οὐδεμίαν βλάβην τοῖς Ῥωμαίοις τοῦτο προὐξένησεν, ἀλλ' οὐδὲ τοῖς Τούρκοις ὠφέλειαν. Πλὴν γὰρ ὁ τόπος καὶ σοῦδα καὶ πύργος πλησίον ὑπῆρχεν Κυριακῆς τῆς ἁγίας, μέσον Ῥωμανοῦ τοῦ ἁγίου καὶ τῆς Χαρσῆς τε τὴν πύλην, καὶ πλησιέστερον τούτων εἰς τὸν ποταμὸν τὸν ἐπονομαζόμενον Λύκον. Καὶ ταῦτα μὲν περὶ τῶν βουμπάρδων τὴν ἀπραξίαν.

Intertext edge

Open linked passage

Note