Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Constantinopoli oppugnata
Joannes CananusOppu 6 · pg-scrape-grcMore by Joannes Cananus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cananus" aria-label="More works by Joannes Cananus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
6.1
Περὶ δὲ τῶν ἄλλων τῶν κατασκευῶν τῶν μαχίμων, τῶν παντοίων ἐκείνων τῶν κατὰ τῆς πόλεως εἰργασμένων εἰς πολιορκίαν ἐκείνης, καὶ ἀφανισμὸν τῶν Ῥωμαίων, τίς διηγήσεται ἄρα; πλὴν ἐκ τῶν πολλῶν ὀλίγας διηγήσομαι ἄρτι. Πύργους ξυλίνους μεγίστους μὲ τροχοὺς σιδηροδεσμουμένους πολλοὺς ἐποιήσαντο τότε, ὅσον τὸ ὕψος τῶν πύργων τῆς πόλεως· μᾶλλον καὶ ὑπερεῖχον ἐκείνους. Καὶ ζεύγη βοῶν καὶ βουβαλίων ἀπείρων εἴχασιν ἐξ ἑτοίμου, ἵνα τοὺς πύργους ταυρίσουν μετὰ σχοινίων καὶ πλησίον τῆς σούδας φέρωσιν καὶ ἐξ ἐκείνων τὸ ἔξω κάστρον πολεμήσωσι καὶ ἀφανίσουν. Ἀλλὰ καὶ φαλκούνια ἐποιήσαντο καὶ χελώνας καὶ ἀρκουδάμαξα καὶ ἄλλα πολλὰ ξύλινα καὶ μηχανικώτατα ἔργα, καὶ ἑλεπόλεις ἐκατεσκεύασαν καὶ μηχανικὰς ἀγκάλας μὲ τροχοὺς μικρούς, καὶ μεγάλας σκεπαστὰς καὶ μεσέας ὑπὲρ ἀριθμὸν διεπράξαντο, καὶ κατέναντι τῶν πόρτων τῆς πόλεως τεράστια μεγάλα εἰργάσαντο, κάστρη ξύλινα ὑπερμεγέθη ἐποιήσαντο μὲ τροχοὺς σιδηροδεσμουμένους, ὥστε τοὺς θεωροῦντας ἐκεῖνα καὶ ἀγνοοῦντας τῶν κάστρων τοὺς πολέμους, καὶ τὸ ἀχρησίμευτον γὰρ ἐκείνων καὶ λίαν ἐξέπληξε καὶ μέγα ἐθρόησεν.

Intertext edge

Open linked passage

Note