Constantinopoli oppugnata
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cananus" aria-label="More works by Joannes Cananus">
—
⋯
Original / primary: Pg Scrape Grc
7.1
Ἀλλὰ καὶ τὴν γῆν ἄλλοι ἔσκαπτον ἐκ τῆς παστίας ὄπισθεν, καὶ εἰς βάθος πολὺ ἐκατέβησαν, ὡς ἵνα κάτωθεν ἀπὸ τὴν κάτω ὄψιν τῆς σούδας περάσωσιν ἀθεώρητοι τὴν νύκτα ἄνω ἱσταμένων Ῥωμαίων καὶ μαχομένων, καὶ φθάσωσιν εἰς τὰ τείχη τοῦ καθολικοῦ καὶ μεγίστου κάστρου τῆς πόλεως, καὶ κόψωσι τοῦτο λα θραίως πάντων, καὶ πουντελειάσωσιν κατὰ τὸ ἔθος τῶν πολεμούντων, εἶτα πῦρ εἰς τὰ ξύλα τῶν πουντελείων ἀνάψωσιν, ὅπως τὴν ξυλίνην κατασκευὴν τὴν κρατοῦσαν τὸ κάστρον καταφλέξωσιν, καὶ ἄφνω πεσοῦνται τὰ τείχη τῆς πόλεως, καὶ ἅμα εὐθὺς τῶν Τούρκων τὰ στρατεύματα θρασέως κατὰ τῶν Ῥωμαίων εἰσβάλλουσιν καὶ ἐκ τοῦ χαλάσματος ἐκείνους διώξουσιν καὶ τὴν πόλιν κρατήσουσιν. Ἄλλοι τοὺς ἀγωγοὺς ἀνεγύρευον τοὺς ἔκπαλαι τὸ νερὸν εἰς τὰς στέρνας τῆς πόλεως ἔφερον, ὅπως τινὰ ἐξ αὐτῶν ἐπιτύχωσιν, καὶ λαθραίως τῶν Ῥωμαίων διὰ τοῦ ἀγωγοῦ ἐντὸς γενήσονται τῆς πόλεως νυκτός, καὶ ἀπαραπροσδοκήτως ταύτην κρατήσουσι καὶ αἰχμαλωτίσουσιν.