Constantinopoli oppugnata
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cananus" aria-label="More works by Joannes Cananus">
—
⋯
Original / primary: Pg Scrape Grc
9.1
Τότε δὴ καὶ σαγίττας συνῆξαν τοσοῦτον ἀναρίθμητον πλῆθος ὥστε ἐδυσπιστοῦμεν τὸ πρῶτον τὴν φήμην τοῦ λόγου ἕως τοῦ πολέμου τὴν ὥραν. Ἡ δὲ συναγωγὴ τούτων ἐγένετο οὕτως. Πᾶσα οἰκία παντὸς ἀνθρώπου τοῦ εὑρισκομένου εἰς τὴν δεσποτείαν τῶν Τούρκων ἀνατολῆς καὶ δύσεως πάσης δέδωκε τούτων ἑκάστη ἀπὸ δέκα ἕως εἴκοσι σαγίττας τῶν τόξων. Ἀλλὰ καὶ πλείονας τούτων ἐδόξευσαν τοῦ πολέμου τὴν ὥραν, ὁποίας τὸ ἁρματοφυλάκιον εἶχε τοῦ Τούρκου καὶ τὰ ταρφάσια τοῦ φωσάτου. Εἶχε καὶ μετ' αὐτοῦ τότε σιδηροδεσμουμένους τοὺς ἀποκρισιαρίους τοῦ βασιλέως, ὁποίους αὐτὸς ᾐτήσατο μᾶλλον ἵνα πέμψῃ περὶ εἰρήνης τε καὶ ἀγάπης. Αὐτὸς δὲ ὡς βάρβαρος ὠμὸς καὶ ἀπάνθρωπος σίδηρα καὶ φυλακὰς αὐτοὺς κατεδίκασε, καὶ τοὺς ἀναιτίους ὡς ὑπαιτίους ἠπείλει εἰς θάνατον, προβαλλόμενος δὲ τάχα καὶ αἰτίαν, ἀλλὰ ψυχράν· ἔλεγε γάρ· «Διότι με οἱ Ῥωμαῖοι ἀναισχύντως συνέτυχον, διὰ τοῦτο αὐτοὺς εἰς φυλακὴν κατεδίκασα».