De mensibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-lydus-laurentius" aria-label="More works by Joannes Lydus Laurentius">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1.1
Ὀρθῶς ἄρα οἱ τὰ μυθικὰ συγγράψαντες τὸν Κρόνον τοὺς ἑαυτοῦ παῖδας
1.1.2
ἀφανίζοντα ποιοῦσιν, αἰνιττόμενοι δήπου τὸν χρόνον πατέρα τε ἅμα καὶ ὄλεθρον τῶν
1.1.3
ὑπ' αὐτοῦ φυομένων γίνεσθαι.† φάρυγος. 1. 2 Θρίαμβον ὠνόμαζον οἱ Διονύσου
1.1.4
θεράποντες τὴν πομπὴν ἀπὸ τῶν θύρσων καὶ τῶν ἰάμβων, οἱονεὶ.... τῶν σκωμμάτων,
1.1.5
ὡσανεὶ θυρσίαμβον· ἢ ἀπὸ τοῦ θροεῖν, κατὰ Πλούταρχον. 1. 3 Οἱ Λυδοί φασιν ἐφεῦρον
1.1.6
τὸν οἶνον· καὶ οὐκ οἶνον μόνον, ἀλλὰ καὶ τὸ συκῆς φυτόν. 1. 4 Ὅτι μοῦστον τὸν οἶνον οἱ
1.1.7
Ῥωμαῖοι ἔγνωσαν καλεῖν ὡσανεὶ μύστην. ὅτι μυστήριον πρῶτοι Σαρδιανοὶ
1.1.8
προσηγόρευσαν. 1. 5 Σαβῖνος ἐκ τῆς περὶ τὸν οἶνον γεωργίας φερωνύμως ὠνομάσθη· τὸ
1.1.9
γὰρ Σαβῖνος ὄνομα σπορέα καὶ φυτευτὴν οἴνου διασημαίνει. 1. 6 Μεσσαπία ἡ Καλαβρία,
1.1.10
ἀπὸ Μεσσάπου. 1. 7 Λουκανίαν τὴν ἀλσωδεστάτην· τὸ γὰρ ἄλσος κατὰ στέρησιν λοῦκον
1.1.11
οἱ Ῥωμαῖοι καλοῦσι παρὰ τὸ ἀφεγγές, ὡς ἄξυλον τὴν ὕλην. 1. 8 Ὁ Εὔανδρος πρῶτος
1.1.12
γράμματα ἀπὸ τῆς Ἑλλάδος, τὰ λεγόμενα Κάδμου, εἰς τὴν Ἰταλίαν ἐκόμισεν, οὐ τοσαῦτα
1.1.13
μέν, ὅσα νῦν ἐστιν– οὐδὲ γὰρ οὕτως ἡ παλαιότης παραδέδωκε– μόνα δὲ ἓξ πρὸς τοῖς δέκα,
1.1.14
τοῦ ξ καὶ τοῦ ζ καὶ τοῦ ψ ἀντὶ διπλῶν, τοῦ θ καὶ τοῦ φ καὶ τοῦ χ ἀντὶ δασέων, τοῦ η καὶ
1.1.15
τοῦ ω ἀντὶ μακρῶν ὕστερον προσεξευρημένων. πέντε γὰρ ἦν τὰ πάλαι φωνήεντα, τοῦ
1.1.16
μὲν ε στοιχείου τὴν τοῦ η παρεχομένου χρείαν, τοῦ δὲ ο τὴν τοῦ ω, ὅπερ ἔτι καὶ νῦν
1.1.17
παρὰ Ῥωμαίοις ἐστὶ καὶ μόνῳ τῷ χρόνῳ τὴν δύναμιν ἀμείβει. ὕστερον δὲ Μάρκος
1.1.18
Φλάβιος, γραμματιστὴς Ἰταλός, τοῖς Ἕλλησιν ἀκολουθήσας, τὰ λοιπὰ στοιχεῖα τοῖς
1.1.19
Ῥωμαίοις ἐπέγραψεν. φιλεῖ γὰρ ὁ χρόνος ἐναμείβειν τὰ πράγματα. 1. 9 Φοίνικες πρῶτοι
1.1.20
τοκογλύφοι καὶ ὀβολοστάται τυγχάνοντες, γράμματα καὶ σταθμοὺς καὶ ἁπλῶς τὸ
1.1.21
κερδαίνειν ἐπενόησαν, ὅθεν καὶ καπήλους αὐτοὺς οἱ ποιηταὶ καλοῦσιν. ἀλλ' ἐπανίωμεν
1.1.22
ὅθεν ἐξεκλίνομεν. 1. 10 Τρισώματον τὸν Γηρυόνην φασίν, οὐχ ὅτι τοσούτοις ἐχρήσατο
1.1.23
σώμασιν, ἀλλ' ὅτι τρεῖς νῆσοι ἐν τῷ ὠκεανῷ κείμεναι συνεμάχουν αὐτῷ. 1. 11 Ὅτι
1.1.24
Ἔρυλον τὸν περὶ Ἰταλίαν, ὃν κατασχὼν Εὔανδρος, ὁ τῆς μαντικῆς Καρμέντης υἱός, ἔσχε
1.1.25
τὴν χώραν, τρίψυχον γενέσθαι ὁ μῦθος αἰνίττεται φιλο σοφώτατα· τριπλᾶς γὰρ ἔχειν
1.1.26
τὴν ψυχὴν δυνάμεις ὁ ἐν Φαίδωνι Σωκράτης παραδίδωσιν, ἡνίοχον μὲν τὸν νοῦν,
1.1.27
ἵππους δὲ τὰς τῆς ψυχῆς δυνάμεις. ταύτῃ καὶ χαλινῶσαι τὴν ψυχὴν θεσπίζει τὰ λόγια·
1.1.28
χρὴ δὲ χαλινῶσαι ψυχὴν βροτὸν ὄντα νοητόν, ὄφρα μὴ ἐγκύρσῃ χθονὶ δυσμόρῳ, ἀλλὰ
1.1.29
σαωθῇ. τῆς γὰρ τῶν ὅλων φύσεως ἐξ ἐναντίων δυνάμεων τυγχανούσης, ἀνάγκη καὶ τῇ
1.1.30
διὰ πάντων κεχωρηκυίᾳ ψυχῇ τὰς ἐναντίας ἐφαρμόζειν ἀρχάς· τὸ μὲν γὰρ αὐτῆς
1.1.31
λογικὸν ἐκ τῆς μονάδος– τουτέστι τοῦ νοῦ– τὸ δὲ θυμικὸν καὶ ἐπιθυμητικὸν ἐκ τῆς
1.1.32
δυάδος– οἷον τῆς ὕλης– ἐστί· κἂν εἰ τὸ λόγιον ὅλην τὴν ψυχὴν τριάδα θείαν παραδίδωσι·
1.1.33
φησὶ γὰρ ὁ αὐτός· ψυχαῖον σπινθῆρα δυσὶ κράσας ὁμονοίαις νῷ καὶ νεύματι θείῳ, ἐφ'
1.1.34
οἷς τρίτον ἁγνὸν ἔρωτα, συνδετικὸν πάντων ἐπιβήτορα σεμνόν, ἔθηκεν.
1.12.1
Κίρκη τις ἦν ἐν Ἰταλίᾳ τῷ τε γένει περιφανὴς καὶ τῷ κάλλει διαπρεπής, ἥτις
1.12.2
καὶ τοῦ Ὀδυσσέως πλανωμένου ἐν Ἰταλίᾳ σὺν τῷ Διομήδει ἐρασθεῖσα καὶ συγγενομένη
1.12.3
τούτῳ ἔτεκεν ἐξ αὐτοῦ τὸν Αὔσονα, τὸν τῆς χώρας πάσης ἐν ὑστέρῳ κρατήσαντα, ἐξ οὗ
1.12.4
καὶ Αὐσονία ἡ ἑσπέριος ἐκλήθη. αὕτη γοῦν ἡ Κίρκη διὰ κάλλους ὑπερβολὴν τοῦ Ἡλίου
1.12.5
θυγάτηρ εἶναι ἐκόμ παζε καὶ εἰς τιμὴν τοῦ οἰκείου δῆθεν πατρὸς ἱππικὸν ἀγῶνα πρώτη
1.12.6
ἐν Ἰταλίᾳ ἐτέλεσεν, ὃς δὴ καὶ ἐξ αὐτῆς ὠνομάσθη κίρκος. ἐν δὲ Ἑλλάδι πρότερον
1.12.7
Ἐνυάλιος, υἱὸς Ποσειδῶνος, ἐν ἡμέραις Μωυσέως διπώλῳ ἐχρήσατο, Οἰνόμαος καὶ
1.12.8
ὕστερον τετραπώλῳ· οὗτος δὲ ἦν βασιλεὺς Πισαίων, ἦγε δὲ τὸν ἱππικὸν ἀγῶνα μηνὶ
1.12.9
Μαρτίῳ εἰκοστῇ τετάρτῃ ὑψουμένου τοῦ Ἡλίου. καὶ αὐτὸς μὲν ἐφόρει χλοανὸν ἤγουν
1.12.10
πράσινον ὑπὲρ τῆς γῆς· ὁ δὲ ἀνταγωνιζόμενος βένετον ὑπὲρ τῆς θαλάσσης, καὶ οἱ μὲν
1.12.11
μεσόγειοι ἔχαιρον τῷ πρασίνῳ, οἱ δὲ παράλιοι τῷ βενέτῳ· ἔπαθλον δὲ τῆς ἀγωνίας
1.12.12
ταύτης προετίθει Οἰνόμαος τῷ νικήσοντι αὐτὸν τὴν ἰδίαν θυγατέρα Ἱπποδάμειαν, τὸν δὲ
1.12.13
ἡττηθέντα φονεύεσθαι αὐτίκα. μέλλοντα γοῦν τὸν Πέλοπα τῷ Οἰνομάῳ
1.12.14
ἀνταγωνίζεσθαι ἐπὶ τοῖς δηλωθεῖσι συνθήμασιν, ἑωρακυῖα Ἱπποδάμεια ἠράσθη τε αὐτοῦ
1.12.15
καὶ προδίδωσι τούτῳ τὰ μηχανήματα τοῦ πατρός, δι' ὧν ἐκράτει τῶν συναμιλλωμένων,
1.12.16
καὶ οὕτω παρεσκεύασε νικῆσαι τὸν Πέλοπα. κἀκεῖνος νικήσας εὐθὺς ἀνεῖλε μὲν
1.12.17
Οἰνόμαον, ἔγημε δὲ Ἱπποδάμειαν καὶ ἐβασίλευσε μὲν τῆς Ἑλλάδος ἔτη τριάκοντα ὀκτώ,
1.12.18
ἐκάλεσε δὲ ταύτην ἐξ ἑαυτοῦ Πελοπόννησον. ἀλλ' ἐπὶ τὰ πρότερα πάλιν ὁ λόγος
1.12.19
ἐπανελθέτω. ἡ γὰρ δὴ προρρηθεῖσα Κίρκη πρώτη τελεῖν ἱππικοὺς ἀγῶνας ἐν Ἰταλίᾳ
1.12.20
προκαταρξαμένη καὶ ἱπποδρόμιον ἐκεῖσε κατεσκεύασε, τὸ μὲν μῆκος τεσσάρων σταδίων,
1.12.21
τὸ δὲ πλάτος ἑνός· τὸ δὲ μέσον αὐτοῦ ἐποίησε ξυλουργές, ὀνομάσασα ταύτην τὴν
1.12.22
κρηπῖδα Εὔριπον, ἐκ τοῦ θαλαττίου ἴσως Εὐρίπου καὶ τῆς ἑπτάκις αὐτοῦ διαυλοδρομίας,
1.12.23
ἐπειδὴ κἀκεῖνος ἑπτάκις τῆς ἡμέρας ἀντιστρέφει τὴν κίνησιν. καὶ πυραμὶς δέ ἐστιν ἐν
1.12.24
μέσῳ τῷ σταδίῳ, ἡ δὲ πυραμὶς Ἡλίου, ἐπεὶ ἄσκιος ἐγγὺς ὁ τοιοῦτος βωμός· πάντων γὰρ
1.12.25
τῶν οὐρανίων φωσφόρων σωμάτων σκιὰν ἀποτελούντων αὐτὸς μόνος ἔξω ταύτης ἐστί.
1.12.26
ἐν δὲ τοῖς παρ' ἑκάτερα τέρμασι τοῦ Εὐρίπου τούτου ἄνωθεν μὲν τῆς πυραμίδος ἐπὶ τοῦ
1.12.27
Εὐρίπου βωμοὶ ἵδρυνται τρεῖς· Κρόνου, Διός, Ἄρεος· κάτωθεν δὲ πάλιν βωμοὶ τρεῖς,
1.12.28
Ἀφροδίτης, Ἑρμοῦ καὶ Σελήνης· τρίποδες δύο, Ἡλίουκαὶ Σελήνης, καὶ ἄγαλμα γυναικὸς
1.12.29
φιάλην ἐπιφερομένης ἐν τῇ κεφαλῇ· ἐστὶ δὲ ἡ γῆ, φέρουσα τὴν θάλασσαν. σάλπιγγες δὲ
1.12.30
ἐπὶ τέλει τῶν ἀγώνων τοὺς νικητὰς ἐπὶ τὰ γέρα καλοῦσι, δώδεκα δὲ ὕσπληγες κατὰ
1.12.31
μίμησιν τῶν δώδεκα ζῳδίων· μαππάριος δὲ καλεῖται ὁ ἐν τῷ μέσῳ ἱστάμενος καὶ τοῦ
1.12.32
δρόμου ἔχων τὸ σύνθημα ἀπὸ τοῦ περὶ τὸ πρᾶγμα συμβαίνοντος τηνικαῦτα· εἰώθησαν
1.12.33
γὰρ οἱ ὕπατοι εὐωχεῖσθαι πρότερον ἐν τῷ θεάτρῳ καὶ μετὰ τὴν εὐωχίαν τὰ τῶν χειρῶν
1.12.34
ἐκμαγεῖα ῥιπτεῖν, ἅπερ τῇ ῥωμαικῇ φωνῇ μάππα λέγονται, ἐξ οὗ καὶ μανδύλια· καὶ
1.12.35
ταῦτα ἀναλαμβανόμενος ὁ λεγόμενος μαππάριος εὐθὺς τὸν ἀγῶνα ἐπετέλει. οὐ πλέον
1.12.36
δὲ τῶν ἑπτὰ κύκλων, οὓς σπάτια οἱονεὶ στάδια καὶ μίσους ἀντὶ τοῦ ἄθλους, περὶ τὴν
1.12.37
πυραμίδα, ἣν νῦν ὀβελὸν καλοῦσι, διεπληκτίζοντο οἱ ἀγωνισταὶ διὰ τὸ ἑπτὰ στάδια
1.12.38
εἶναι τὸ μίλιον καὶ διὰ τὸ τοσούτους εἶναι τοὺς τῶν πλανήτων πόλους, οὓς Χαλδαῖοι
1.12.39
στερεώματα καλοῦσιν, ἄνευ τοῦ σεληνιακοῦ, διὰ τὸ μέχρις αὐτοῦ διήκειν τὸ τοῦ παντὸς
1.12.40
ὑλικοῦ σκύβαλον κατὰ τὸ λόγιον. τέσσαρσι δὲ καὶ εἴκοσι βραβείοις τὸν πάντα
1.12.41
συνετέλουν ἀγῶνα διὰ τὸν ἐν πυραμίδι λόγον· δυοκαίδεκα γὰρ γωνίας ἡ πυραμὶς
1.12.42
ἐπιδέχεται, τουτέστι στερεὰς τέσσαρας, ὧν ἑκάστη ἐκ τριῶν· δὶς δὲ τὸν δώδεκα ἀριθμὸν
1.12.43
εἰς δύο τέμνοντες τὸν τῆς ἡμέρας καιρὸν ἔτι καὶ νῦν τελοῦσι. καὶ ἄλλως δέ πως ἡ
1.12.44
πυραμὶς ἁρμοδία ἐστὶ τοῖς ἀγωνιζομένοις, Νεμέσεως γὰρ εἶναι νομίζεται. κατὰ γοῦν
1.12.45
μίμησιν, τῆς Κίρκης καὶ Ῥωμύλος ὕστερον κτίσας τὴν Ῥώμην μηνὶ Ἀπριλλίῳ εἰκοστῇ
1.12.46
κατασκευάζει καὶ ἱπποδρόμιον ἐν αὐτῇ τοιοῦτον καὶ κατὰ πάντα ὅμοιον. ἐποίησε δὲ τὸ
1.12.47
πρῶτον ἅρματα τρία· ῥούσιον Ἄρεος ἤτοι πυρός, λευκὸν Διὸς ἤτοι ἀέρος, πράσινον
1.12.48
Ἀφροδίτης ἤτοι τῆς γῆς. ὕστερον δὲ ἤρισαν οἱ Γάλλοι περὶ ὁμοτιμίας, καὶ προσετέθη τὸ
1.12.49
βένετον διὰ τὸ τοιούτου χρώματος εἶναι τὰ ἱμάτια αὐτῶν, εἰς τιμὴν τοῦ Κρόνου ἢ
1.12.50
μᾶλλον τοῦ Ποσειδῶνος. χρόνοις δὲ ὕστερον ἱκανοῖς Σεβῆρος ὁ βασιλεὺς Ῥωμαίων
1.12.51
κατὰ Νίγερος ἐκστρατεύσας καὶ εἰς τὸ Βυζάντιον παραγενόμενος, τὴν νῦν
1.12.52
Κωνσταντίνου πόλιν καὶ βασιλίδα τῶν πόλεων ἁπασῶν, κτίζει μὲν ἐκεῖσε διὰ τὸ τῆς
1.12.53
πόλεως ἐπιτερπὲς λουτρὸν παμμέγεθες· εὑρὼν δὲ καὶ τὸν παρακείμενον τόπον τοῖς
1.12.54
Διοσκόροις ἀνακείμενον ἐποίησε τοῦτον ἱπποδρόμιον, ἰκρίοις καὶ στοαῖς διακοσμήσας
1.12.55
αὐτόν, καὶ ἄλσος ἐκκόψας δύο τινῶν ἀδελφῶν ὑποκείμενον δεσποτείᾳ καὶ εἰς τὸ νῦν
1.12.56
ὁρώμενον κάλλος τοῦτο μεταγαγών. ὅτι Ῥωμαῖοι τὰ δίζυγα ἅρματα βίγας ἐκάλουν, ἐξ
1.12.57
ὧν καὶ βιγάριοι.
1.13.1
Πλεύσας ἐκεῖθεν Αἰνείας μετὰ πολλὰς ὅσας πλάνας κατάγεται ἐν πόλει τῆς
1.13.2
Ἰταλίας λεγομένῃ Λαυρεντίᾳ, ἣν καὶ Ὀππικήν φασιν ὀνομασθῆναί ποτε, ἐξ ἧς καὶ
1.13.3
ὀππικίζειν, καὶ ὡς τὸ πλῆθος, ὀφφικίζειν τὸ βαρβαρίζειν Ἰταλοὶ λέγουσιν. εἶτα
1.13.4
ἐπιγαμβρεύσας Λατίνῳ βασιλεύοντι τῆς χώρας αὐτός τε βασιλεύσας τρισὶν ἐνιαυτοῖς
1.13.5
οἴχεται. τοσούτων οὖν ἐπιξενωθέντων τῆς Ἰταλίας, ὥσπερ ἐδείχθη, Λατίνους μὲν τοὺς
1.13.6
ἐπιχωριάζοντας, Γραικοὺς δὲ τοὺς ἑλληνίζοντας ἐκάλουν, ἀπὸ Λατίνου τοῦ ἄρτι ἡμῖν
1.13.7
ῥηθέντος καὶ Γραικοῦ, τῶν ἀδελφῶν, ὥς φησιν Ἡσίοδος ἐν Καταλόγοις· Ἄγριον ἠδὲ
1.13.8
Λατῖνον. Κούρη δ' ἐν μεγάροισιν ἀγαυοῦ Δευκαλίωνος Πανδώρη Διὶ πατρί, θεῶν
1.13.9
σημάντορι πάντων μιχθεῖσ' ἐν φιλότητι τέκε Γραικὸν μενεχάρμην. 1. 14 Ῥωμύλος δὲ
1.13.10
κτίζει τὴν Ῥώμην τῇ πρὸ δεκαμιᾶς Καλενδῶν Μαΐου, κατὰ τὸ τρίτον τῆς ἕκτης, ἢ ὡς
1.13.11
ἕτεροι κατὰ τὸ δεύτερον τῆς ὀγδόης· ἡ δὲ ὥρα τῆς πόλεως ὥρα δευτέρα πρὸ τρίτης, ὡς
1.13.12
Ταρρούτιος ὁ μαθηματικὸς κατεστήριξεν, Διὸς μὲν ἰχθῦσι, Κρόνου δὲ καὶ Ἀφροδίτης καὶ
1.13.13
Ἄρεος καὶ Ἑρμοῦ Σκορπίῳ, Ἡλίου δὲ Ταύρῳ καὶ Σελήνης Ζυγῷ· ἢ ὡς ἕτεροι Ἠλίου μὲν
1.13.14
Ταύρῳ, Σελήνης δὲ Παρθένῳ, Κρόνου δὲ Ζυγῷ, Διὸς δὲ Λέοντι, Ἄρεος Ζυγῷ, Ἀφροδίτης
1.13.15
Ταύρῳ, Ἑρμοῦ Κριῷ. ἀρχὴν δὲ ἐνιαυτοῦ δίδωσι Ῥωμύλος τὸν Μάρτιον πρὸς τιμὴν
1.13.16
Ἄρεος· ἐξ αὐτοῦ γὰρ αὐτὸν γενέσθαι λόγος.... δέκα μόνοις μησίν. 1. 15 Ἡ δεκὰς πλήρης
1.13.17
ἀριθμός ἐστιν, ὅθεν καὶ παντέλεια καλεῖται, πάσας τὰς ἰδέας τῶν ἄλλων ἀριθμῶν καὶ
1.13.18
λόγων καὶ ἀναλογιῶν καὶ συμφωνιῶν περιέχουσα· γνώμων γὰρ ἐν τοῖς οὖσίν ἐστιν ἡ
1.13.19
δεκὰς πάντα χαρακτηρίζουσα, καὶ ἰδίως τὸ ἐν ἑκάστῳ ἄπειρον ὁρίζουσα, καὶ πάντων
1.13.20
οὖσα συναγωγός τε καὶ συνακτικὴ καὶ ἀποτελεστικὴ τῶν ὅσα ἥ τε νοητὴ περιέχει φύσις
1.13.21
ἥ τε ὑπὸ Σελήνην. οὕτως γὰρ ἡμῖν παραδίδωσιν ὁ Παρμενίδης· πρώτιστα μὲν τὰ νοητά,
1.13.22
δεύτερα τὰ ἐν τοῖς ἀριθμοῖς, τρίτα τὰ συνεκτικά, τέταρτα τὰ τελεσιουργά, πέμπτα τὰ
1.13.23
διαιρετικά, ἕκτα τὰ ζωογονικά, ἕβδομα τὰ δημιουργικά, ὄγδοα τὰ ἀφομοιωματικά,
1.13.24
ἔννατα τὰ ἀπόλυτα, δέκατα τὰ ἐγκόσμια. ὀρθῶς οὖν αὐτὴν ὁ Φιλόλαος δεκάδα
1.13.25
προσηγόρευσεν, ὡς δεκτικὴν τοῦ ἀπείρου, Ὀρφεὺς δὲ κλαδοῦχον, ἐξ ἧς ὡσεὶ κλάδοι
1.13.26
τινὲς πάντες οἱ ἀριθμοὶ φύονται. 1. 16 Διέμεινεν ἀπὸ Κρόνου ἕως κτίσεως Ῥώμης κατὰ
1.13.27
τὸν ἐν Σελήνῃ δρόμον παραφυλαχθεὶς ὁ ἐνιαυτός, ἐπὶ δὲ Ῥωμύλου ὁρίζεται, ὡς
1.13.28
ἐλέγομεν ἔμπροσθεν, δεκαμηνιαῖος, τῶν μὲν ὑπὲρ τριακάδος ἡμέρας πλείους, τῶν δὲ
1.13.29
ἐλάττονας λαχόντων μηνῶν· οὔπω γὰρ ἀπὸ τῆς Ἡλίου κινήσεως ἐφυσιολογεῖτο αὐτοῖς
1.13.30
τὸ τοῦ χρόνου διάστημα. 1. 17 Ὁ Πομπίλιος Νουμᾶς, ἐφ' οὗ Πυθαγόρας ἦν, δυοκαίδεκα
1.13.31
μησὶ τὸν ἐνιαυτὸν ἀριθμεῖσθαι διώρισε κατὰ τὸν ἐν Φαίδρῳ Σωκράτην, ὅς φησι τὰς τῶν
1.13.32
ὅλων τάξεις τῇ δωδεκάδι περιειλῆφθαι· ἐπὶ τὸ πᾶν γὰρ ὁ θεὸς τῷ ἀριθμῷ τούτῳ
1.13.33
κατεχρήσατο διαζωγραφῶν αὐτό, ὥς φησιν ὁ Πλάτων. οἰκεῖον γὰρ τὸ σχῆμα τοῦτο τῇ
1.13.34
τοῦ παντὸς ἰδέᾳ· καὶ γὰρ κυκλικόν, ἐπεὶ καὶ θαυμαστή ἐστιν ἡ τῆς δωδεκάδος φύσις, διά
1.13.35
τε ἄλλα καὶ ἐπειδὴ συνέστηκεν ἐκ τοῦ στοιχειωδεστάτου καὶ πρεσβυτάτου τῶν ἐν
1.13.36
οὐσίαις εἰδῶν παραλαμβανομένων, ὥς φασιν οἱ ἀπὸ τῶν μαθημάτων, ὀρθογωνίου
1.13.37
τριγώνου· αἱ γὰρ τοῦδε πλευραὶ ἐκ τριῶν οὖσαι καὶ τεττάρων καὶ πέντε συμπληροῦσι
1.13.38
τὸν ἀριθμὸν τῶν δώδεκα τοῦ ζωοφόρου κύκλου τὸ παράδειγμα· διπλασιασθείσης δὲ
1.13.39
ἑξάδος τῆς γονιμωτάτης, ἥτις ἐστὶν ἀρχὴν τελειότητος ἐκ τῶν ἰδίων συμπληρουμένη
1.13.40
μερῶν.... διατάττει δὲ Νουμᾶς δυοκαίδεκα μηνῶν τὸν ἐνιαυτὸν πρὸς συντέλειαν τῶν
1.13.41
Ἡλίου καὶ Σελήνης δρόμων. καὶ ἐπὶ μὲν Ῥωμύλου ὁ νῦν καλούμενος Μάρτιος μὴν
1.13.42
πρῶτος ἦν, ἐπὶ δὲ Νουμᾶ προσετέθησαν Ἰανουάριος καὶ Φεβρουάριος. ἀρχὴν δὲ
1.13.43
ἐνιαυτοῦ ὁ Νουμᾶς ἄγειν ἐθέσπισε Ῥωμαίοις, ὅταν Ἥλιος τὸν Αἰγόκερων μεσάζων
1.13.44
αὔξει τὴν ἡμέραν, ἀποστρέφων πρὸς ἡμᾶς ἀπὸ τοῦ νοτίου καμπτῆρος, προστιθεὶς τῇ
1.13.45
ἡμέρᾳ ἡμιώριον. καὶ οὐ μόνον οὕτως τὸν ἐνιαυτὸν διετύπωσεν, ἀλλὰ καὶ νόμισμα
1.13.46
πρῶτος ἐχάραξεν, ὡς ἐξ αὐτοῦ ἔτι καὶ νῦν νουμόν– οἱονεὶ Νουμανόν– τὸν ὀβολὸν
1.13.47
καλεῖσθαι. ἀλλὰ μὴν καὶ τὴν βασιλέων οἰκίαν, ἣ καλεῖται Παλάτιον, κατὰ τὸν ἱερατικὸν
1.13.48
διετάξατο θεσμόν. 1. 18 Ἀδριανὸς ἐκ τῆς Αἰλίων ἐτύγχανε φαμιλίας, οἱονεὶ γενεᾶς· ὅθεν
1.13.49
ἔδοξεν αὐτῷ τὸ Αἰλίων ὄνομα τοὺς ὑπηκόους προγράφειν· ὅθεν καὶ Αἰλία ἡ
1.13.50
Ἱερουσαλήμ· καὶ γὰρ αὐτὸς αὐτὴν ἁλοῦσαν ἐπόλισεν.
1.19.1
Ὅτι Ὑπάτη ὠνομάζετο πρότερον ἡ Θεονίκη. 1. 20 Ὅτι ἴδιον ἀεὶ γέγονε τῶν
1.19.2
ἀρχιερέων τὴν κεφαλὴν σκέπειν ἢ διαδεσμεῖν ταινίᾳ· καὶ τοῦτο δῆλον ἐκ τοῦ μέχρι
1.19.3
τήμερον τὴν τοῦ καθ' ἡμᾶς ἀρχιερέως ταινίαν τοῖς ὤμοις αὐτοῦ περιθέσθαι, τὴν ὡς
1.19.4
ἔφην ἐπὶ τῆς κεφαλῆς τιθεμένην πάλαι· ὡς† καικαφόριον ἔτι καὶ νῦν καλεῖσθαι. 1. 21
1.19.5
Ὅτι ὁ Νουμᾶς τὴν βασιλικὴν ἐσθῆτα εἰς τιμὴν Ἡλίου καὶ Ἀφροδίτης ἐκ πορφύρας καὶ
1.19.6
κόκκου κατασκευάζεσθαι διετύπωσεν– καὶ Βλάττα δέ, ἐξ ἧς τὰ βλάττια λέγομεν, ὄνομα
1.19.7
Ἀφροδίτης ἐστὶ κατὰ τοὺς Φοίνικας, ὡς ὁ Φλέγων ἐν τῷ περὶ ἑορτῶν φησι. ὅτι
1.19.8
τριακοσίοις ἐγγὺς ὀνόμασιν εὑρίσκομεν καλουμένην τὴν Ἀφροδίτην, κεῖται δὲ παρὰ
1.19.9
Λαβεῶνι τὰ ὀνόματα– καλέσας αὐτὴν τὴν στολὴν πατρίως τραβαίαν, ἣν λέγεται πρῶτος
1.19.10
ὁ Ἀγαθοκλῆς ὁ Σικελιώτης εὑρεῖν. τραβαία δὲ εἴρηται ὡσανεὶ τρίβαφος· ἐκ τριῶν γὰρ
1.19.11
ἀποτελεῖται χρωμάτων, πορφύρας, κόκκου καὶ ἰσατίδος βο τάνης ἣ παρὰ τοῖς πολλοῖς
1.19.12
λουλάκιον λέγεται, ἥτις ἐστὶν Ἄρεος. εἶτα προεστήσατο τὸν τῆς πόλεως φύλακα,
1.19.13
ὕπαρχον δὲ αὐτὸν νῦν προσαγορεύομεν ἢ ὥς τινες πολίαρχον ἢ ἀστυδίκην, ὃν πάλαι
1.19.14
πραίτωρα οὐρβανὸν ἔλεγον, ὃς καὶ πρωτεύειν τῆς Ῥωμαίων γερουσίας φαίνεται· καὶ
1.19.15
τοῦτο δῆλον ἐκ τῶν ὑποδημάτων αὐτοῦ, ἐν οἷς σεληνίσκος τις ἐκτετύπωται εἰς τύπον
1.19.16
τοῦ σίγμα στοιχείου, δι' οὗ τὸν ἑκατὸν ἀριθμὸν οἱ Ῥωμαῖοι σημειοῦνται– ἐστὶ γὰρ παρ'
1.19.17
αὐτοῖς τὸ λεγόμενον κάππα μικρόν– ὡς δῆλον εἶναι πρῶτον αὐτὴν.... ἑκατὸν
1.19.18
εὐπατριδῶν· τοσούτους γὰρ ὁ Ῥωμύλος ἐξελέξατο. 1. 22 Ὅτι ἔφερον οἱ στρατηγοὶ ἐπὶ
1.19.19
τῶν πολέμων Διὸς καὶ Ἡλίου καὶ Σελήνης, Ἑρμοῦ τε καὶ Ἄρεος σύμβολα· καὶ Διὸς μὲν
1.19.20
ἀετόν, Ἡλίου δὲ λέοντα, Σελήνης δὲ βοῦν, Ἄρεος δὲ λύκον, Ἑρμοῦ δὲ δράκοντα· καὶ γὰρ
1.19.21
κηρύκιον ἄν τις καλέσοι τὴν ἐκ δράκοντος σημαίαν. 1. 23 Πριβιλέγια νόμοι τινὲς
1.19.22
ἰδιωτικοὶ ἀλλ' οὐ γενικοί. 1. 24 Δεκανοὶ οἱ ῥαβδοῦχοι κατὰ Ῥωμαίους. 1. 25 Ἀκῆδε τὸ
1.19.23
πρόσελθε σημαίνει.
1.26.1
Ὅτι πρῶτος ὁ Διοκλητιανὸς μετὰ Δομετιανὸν δεσπότης καὶ βασιλεὺς
1.26.2
Ῥωμαίων ὠνομάσθη, λίθοις ἀντὶ δάφνης τὴν κεφαλὴν καὶ τοὺς πόδας ψηφώσας, ὥς
1.26.3
φησιν Εὐτρόπιος. 1. 27 Ὅτι ἐπὶ τοῦ Διοκλητιανοῦ ἡ πᾶσα τῶν Ῥωμαίων στρατιὰ
1.26.4
μυριάδες ἦν ὀκτὼ καὶ τριάκοντα καὶ ἐννακισχίλιοι καὶ ἑπτακόσιοι καὶ τέσσαρες,
1.26.5
ναυτικὴ δὲ δύναμις ἡ ἐπὶ τῶν ἐπικαίρων χωρίων ναυλοχοῦσα ἐπί τε τοῖς ποταμοῖς ἐπί
1.26.6
τε τῇ θαλάσσῃ τετρακισμύριοι καὶ πεντακισχίλιοι καὶ πεντακόσιοι ἑξήκοντα καὶ δύο. ὅτι
1.26.7
πρὸς τοῦτον τὸν ἀριθμὸν ὁ μέγας Κωνσταντῖνος ἐπὶ τῆς ἀνατολικῆς βασιλείας τὸν
1.26.8
στρατὸν διέθηκεν, ὡς ἑτέρας τοσαύτας μυριάδας στρατοῦ προστεθῆναι τῇ Ῥωμαϊκῇ
1.26.9
πολιτείᾳ. 1. 28 Ἡ παρ' Ἕλλησιν ὀπτὴ πλίνθος λατέρκουλον παρὰ Ῥωμαίοις λέγεται. ἦν
1.26.10
δὲ πλίνθος δημοσία, ἐφ' οὗ τά τε τῶν βουλευτῶν καὶ τὰ τῶν στρατευμάτων ὀνόματα
1.26.11
ἀπεγράφετο, καὶ ἐγράφετο ἐπὶ τείχους εἰς τετράγωνον σχῆμα τύπος τις καὶ γραμμὴ
1.26.12
πλίνθος. τίτλον καὶ αὐτήν τινες ὀνομάζουσιν οὐκ εἰδότες, ὡς τίτλος κυρίως ἡ
1.26.13
προσγραφὴ τῶν ἀξιωμάτων λέγεται, οὐ μὴν ἡ τετράγωνος γραμμή. τὰ τῶν ἄλλων
1.26.14
στρατευμάτων ὀνόματα ἐπὶ σανίδος ἀπεγράφετο· λέγεται δὲ παρὰ Ῥωμαίοις ματρίκιον
1.26.15
τὸ πλατὺ καὶ παχὺ ξύλον· οἱ γὰρ ἀρχαῖοι ξύλοις καὶ φλοιοῖς καὶ φιλυρίνοις πίναξι πρὸς
1.26.16
γραφὴν ἐκέχρηντο. ἐστὶ δὲ καὶ σανὶς φιλυρίνη, ἐφ' ἧς τὰ ῥήματα τῆς ἐλευθερίας εἴωθε
1.26.17
γράφεσθαι. τιλία δὲ παρὰ τοῖς αὐτοῖς ἡ φιλύρα τὸ ξύλον· ὅθεν κῶδιξ τὸ βιβλίον. κῶδιξ
1.26.18
δὲ κυρίως ὁ φιτρὸς παρ' αὐτοῖς καλεῖται, καὶ λίβερ τὸ βιβλίον. λίβερ δὲ ὁ φλοιός ἐστι
1.26.19
κυρίως· ταῦτα καὶ ματρίκιον, καὶ ματρικαρίους τοὺς ξυλουργοὺς καλοῦσιν. ὅθεν ἔτι καὶ
1.26.20
νῦν πρὸ τῶν ὑπάτων ἐπιφέρεται ὁ λεγόμενος τοῦ πραίτωρος σκρίβας. χρόνῳ δὲ ὕστερον
1.26.21
ὁ Πτολεμαῖος συμβουλεύοντος αὐτῷ Ἀριστάρχου τοῦ γραμματικοῦ τὴν Ῥωμαίων
1.26.22
ἀσπάσασθαι προστασίαν πρῶτος χάρτην ἀποστείλας τὴν Ῥώμην ἐξένισεν.
1.26.23
ἀντευδοκιμεῖται δὲ ὅμως παρὰ τοῦ Περγαμηνοῦ Ἀττάλου, Κράτητος τοῦ γραμματικοῦ
1.26.24
ἡγησαμένου τῆς σπουδῆς πρὸς ἔριν Ἀριστάρχου τοῦ ἀντιτέχνου αὐτοῦ· δέρματα γὰρ τὰ
1.26.25
ἐκ προβάτων ἀποξέσας εἰς λεπτὸν ἔστειλε τοῖς Ῥωμαίοις τὰ λεγόμενα παρ' αὐτοῖς
1.26.26
μέμβρανα· εἰς μνήμην δὲ τοῦ ἀποστείλαντος ἔτι καὶ νῦν Ῥωμαῖοι τὰ μέμβρανα
1.26.27
Περγαμηνὰ καλοῦσιν.
1.29.1
Ἰστέον δὲ Ῥωμαίοις τὸ κανοῦν ἐπὶ μὲν τῶν ἱερῶν σατούραν, ἐπὶ δὲ τῶν
1.29.2
εὐωχιῶν ἐπουλαρίαν, ἣν ἀπαλαρίαν οἱ πολλοὶ ἐξ ἀγνοίας προσαγορεύουσιν. ἐπούλας
1.29.3
γὰρ τὰς εὐωχίας Ῥωμαίοις ἔθος καλεῖν. 1. 30 Ἐδόκει μὲν μηκέτι ἐπ' ἀγορᾶς, ἀλλ' ἐν τῷ
1.29.4
Παλατίῳ τὴν βουλὴν συνάγεσθαι, τὴν δὲ τοιαύτην σύνοδον κομβέντον ἔθος Ῥωμαίοις
1.29.5
καλεῖν, ἀντὶ τοῦ συνέλευσιν. σιγῆς δὲ τοῖς πολλοῖς βουλευομένοις δεῖ· ἐκ τῆς περὶ τὴν
1.29.6
σιγὴν σπουδῆς– σιλέντιον δ' αὐτὴν πατρίως καλοῦσιν– σιλεντιαρίους ἔκριναν ὀνομάζειν
1.29.7
αὐτούς. πάντων δὲ σχεδὸν ἐναλλαγέντων διέμεινε τὸ τοῦ λεγομένου μαγίστρου
1.29.8
φρόντισμα· ἐπείθετο δὲ αὐτῷ τάξις τις πεντήκοντα τὸν ἀριθμὸν ἀνδρῶν, οἳ
1.29.9
φρουμεντάριοι καὶ κουρίωσοι προσηγορεύοντο, οἷον σιτῶναι καὶ περίεργοι· καὶ οἱ μὲν
1.29.10
σιτῶναι τῆς εὐθηνίας τῶν ἐν τῷ Παλατίῳ ἀντείχοντο, οἱ δὲ περίεργοι ἡγοῦντο τοῦ
1.29.11
δημοσίου δρόμου. 1. 31 Κλαβουλάριος ὀχηματικός· κλάβον γὰρ τὸν οἴακα καλοῦσιν. 1. 32
1.29.12
Βήλωξ, ὀξύς, ὃς καὶ βεραιδαρικὸς ἔτι καὶ νῦν λέγεται. βεραίδους δὲ Ἰταλοῖς εἶναι δοκεῖ
1.29.13
τοὺς ὑποζυγίους ἵππους.... ὅπερ ἐστίν, ἕλκειν τὸ ὄχημα· ὅθεν καὶ δασύνουσι γράφοντες
1.29.14
τὸ ῥαίδας ὄνομα ἐκ τοῦ ῥᾳδίως ἐπιρρήματος παρηγμένον· οἱ γὰρ βεραίδους τοὺς ῥαίδας
1.29.15
ἐκτὸς λέγοντες σφόδρα πλανῶνται. 1. 33 Ἀντικουάριοι οἱ κατὰ Ἕλληνας καλλιγράφοι.
1.34.1
Ὁ δὲ Νουμᾶς οὗτος βαρβαρικοῖς ταραττομένην θορύβοις τὴν Ἰταλίαν
1.34.2
μεγάλην Ἑλλάδα ᾠκονόμησε κληθῆναι πάντας τε τοὺς κλεινοὺς τῶν φιλοσόφων ἐξ
1.34.3
αὐτῆς προελθεῖν, Ἐμπεδοκλέα λέγω τὸν φυσικὸν καὶ ἄλλους πολλοὺς πρὸ
1.34.4
Ἀριστοτέλους. 1. 35 Ὅτι ἐπὶ τοῦ Νουμᾶ καὶ πρὸ τούτου οἱ πάλαι ἱερεῖς χαλκαῖς ψαλίσιν,
1.34.5
ἀλλ' οὐ σιδηραῖς ἀπεκείροντο· ὁ γὰρ σίδηρος κατὰ τοὺς Πυθαγορείους τῇ ὕλῃ ἀνάκειται·
1.34.6
μέλας γὰρ καὶ αὐτὸς καὶ διὰ τοῦτο ἐγγὺς ἀνείδεος, πολύκμητός τε καὶ πολύχρηστος ἀλλ'
1.34.7
οὐκ ἀπαθής ἐστιν. 1. 36 Ὅτι μετὰ τὸν Αὔγουστον ἐν ταῖς τοῦ Παλατίου τάξεσιν
1.34.8
ηὑρίσκετο καὶ σύστημα πατρικίων ἑξήκοντα παρ' οἷς τὰ διοπετῆ ὅπλα ἐφυλάττετο· ἔτι
1.34.9
δὲ μὴν καὶ ἄλλοι τριάκοντα, παρ' οἷς ἐφυλάττοντο οἱ σιβύλλειοι χρησμοί. 1. 37 Ἱερέας
1.34.10
γενέσθαι τὸ πρὶν τοὺς ὕστερον ἄρχοντας τοῦ Ῥωμαίων πολιτεύματος οὐδενὶ τῶν
1.34.11
πάντων ἠγνόηται, Τυρρηνοῦ ἐπὶ τὴν ἑσπέραν ἐκ τῆς Λυδίας μεταστάντος, τοὺς τότε
1.34.12
καλουμένους Ἐτρούσκους– ἔθνος δὲ ἦν Σικανόν– τὰς Λυδῶν τελετὰς διδάξαντος, οὓς ἐκ
1.34.13
τῆς θυοσκοπίας Θούσκους συμβέβηκε μετονομασθῆναι· καὶ τούτων εἰς πλάτος ἐν τῇ
1.34.14
πρώτῃ τῆς περὶ μηνῶν γραφείσης ἡμῖν πραγματείας ἴσμεν μνημονεύσαντες. τὰ γὰρ
1.34.15
ἐπίσημα τῶν ἀρχόντων ἀπὸ Θούσκων λαβὼν ὁ βασιλεὺς Νουμᾶς τῇ πολιτείᾳ εἰσήγαγεν,
1.34.16
ὥσπερ καὶ τῶν ὅπλων τὸ δύσμαχον ἀπὸ Γαλατῶν. καὶ μάρτυρες μὲν τούτων ὅ τε
1.34.17
Καπίτων καὶ Φοντήϊος, ἐξ ὧν καὶ ὁ διδασκαλικώτατος Οὐάρρων, Ῥωμαῖοι πάντες, μεθ'
1.34.18
οὓς Σαλούστιος οὗτος ὁ ἱστορικὸς ἐπὶ τῆς πρώτης ἱστορίας σαφῶς ἀναδιδάσκει. 1. 38
1.34.19
Ῥαμνίτας καὶ Τιτίους ἱστῶν καὶ Λούκερας· τὰς δὲ αἰτίας τουτωνὶ τῶν ὀνομάτων ἐν τοῖς
1.34.20
περὶ μηνῶν, ὡς εἴρηται, τεθεῖσιν ἡμῖν ἀποδεδώκαμεν. 1. 39 Γλωσσίδα τινὰ ἤγουν
1.34.21
διάβλημα, χρυσοτελὲς καὶ αὐτό, εἰς βότρυος σχῆμα πεποιημένον δι' ἣν ἐν τῇ περὶ μηνῶν
1.34.22
συγγραφῇ ἀποδεδώκαμεν αἰτίαν.
1.40.1
Πάλαι γὰρ καὶ νῦν δὲ παρ' αὐτοῖς τῶν ὅπλων στρατεύμασιν ἐπιφέρεται ὁ
1.40.2
τῶν λεγομένων βιάρχων πρῶτος ῥάβδον κλήματι ἐξ ἀργύρου πεποιημένῳ
1.40.3
περιπεπλεγμένην πρὸς τιμῆς τοῦ ποτε τιμηθέντος Διονύσου, ὡς ἐν τοῖς περὶ μηνῶν
1.40.4
ἀποχρώντως ἡμῖν ἀνήνεκται. 1. 41 Ὅτι βηξιλλατίωνες οἱ Ῥωμαίων ἱππεῖς καὶ βήξιλλα
1.40.5
παραπετάσματα ἐκ πορφύρας καὶ χρυσοῦ εἰς τετράγωνον σχῆμα πεποιημένα· ταῦτα
1.40.6
ἐξαρτῶντες ἐπὶ μακρῶν δοράτων, κύκλῳ παραπορευόμενοι τῶν βασιλέων
1.40.7
κατασκέπτουσιν αὐτούς. εἶεν δ' ἂν τὰ λεγόμενα φλάμμουλα.
1.40.8
2. t LIBER ALTER. Περὶ ἡμέρας.
1.40.9
2. 1... ἀναγκαῖόν μοι δοκεῖ περὶ τῶν μηνῶν εἰπεῖν, ὅθεν καὶ ὅπως τὴν
1.40.10
προσηγορίαν αὐτῶν ἕκαστος εἴληφε, καὶ ἅπερ καθ' ἕκαστον αὐτῶν τοῖς Ῥωμαίοις πάλαι
1.40.11
παρατετήρηται, ὅσα γε ἡμεῖς ἐκ τῶν Ῥωμαϊκῶν ἱστοριῶν παρειλήφαμεν· πρὸς τούτοις
1.40.12
καὶ περὶ διαφορᾶς ἔτι πρότερον ἐνιαυτῶν, αἰώνων τε καὶ χρόνων καὶ ἀρχῆς ἡμερῶν.
1.40.13
γένοιτο ἂν καὶ τοῦτο ὥσπερ ἥδυσμά τι ταῖς τῶν πολλῶν ἀκοαῖς.