Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De mensibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-lydus-laurentius" aria-label="More works by Joannes Lydus Laurentius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.2.1
Ἡ φυσικὴ ἡμέρα ἀπὸ τῶν ἡλίου ἀνατολῶν ἕως δυσμῶν λαμβάνεται, ἀλλ' οὐ
2.2.2
παρὰ πᾶσιν οὕτως. Βαβυλώνιοι μὲν γὰρ ἀπὸ ἀνατολῶν ἡλίου ἕως αὐτῶν λαμ βάνουσι
2.2.3
δυσμῶν, νυκτὸς οὐδ' ὅλως μνήμην ποιούμενοι, οἷα οὐ καθ' ὑπόστασιν ἀλλὰ μᾶλλον
2.2.4
κατὰ συμβεβηκὸς γινομένης. Αἰγύπτιοι δὲ καὶ Ἑβραῖοι ἀπὸ ἀρχῆς ἑσπέρας τὴν
2.2.5
ἐπιφοιτῶσαν συναριθμοῦντες ἡμέραν ἕως τῆς ἐπιούσης πάλιν ἑσπέρας, τὴν
2.2.6
προλαβοῦσαν δηλονότι νύκτα μετὰ τῆς ἐπακολουθούσης ἡμέρας συνενοῦντες καὶ μίαν
2.2.7
ἀμφοτέρας ὀνομάζοντες ἡμέραν, ἀρχόμενοι δὲ πρότερον ἀπὸ τῆς νυκτός, διὰ τὸ
2.2.8
ἀρχεγονώτερον εἶναι τὸ σκότος τοῦ φωτὸς καὶ πρὸ τῆς τοῦδε τοῦ παντὸς διακοσμήσεως
2.2.9
ἔρεβος καὶ σκότος προϋποτίθεσθαι τοὺς κοσμογράφους, νύκτα δὲ πάντων μητέρα
2.2.10
ὀνομάζειν· ὅθεν καὶ οἱ μυθικοὶ ἀπὸ Λητοῦς τεχθῆναι Ἄρτεμιν ποιοῦσι καὶ Ἀπόλλωνα,
2.2.11
καὶ πρώτην Ἄρτεμιν, οἱονεὶ ἀερότεμιν Σελήνην, μεθ' ἣν τὸν Ἥλιον. εἴη δ' ἂν Λητὼ ἡ
2.2.12
νύξ· καὶ γὰρ λήθη κατ' αὐτὴν καὶ ὕπνος ἐπιγίνεται. οἵ γε μὴν Οὖμβροι, ἔθνος Ἰταλικὸν
2.2.13
καὶ ἀστρο λόγον, ἀπὸ μεσημβρίας τὴν ἀρχὴν τῆς ἡμέρας λαμβάνουσιν, ἕως πάλιν τῆς
2.2.14
ἄλλης μεσημβρίας μίαν λέγοντες ἡμέραν, ὥσπερ καὶ οἱ ἀστρολόγοι ἐπὶ ταῖς γενέσεσιν.
2.2.15
Ἀθηναῖοι δὲ καὶ αὐτοὶ ἀπὸ δυσμῶν εἰς δυσμὰς ὥσπερ καὶ οἱ Ἑβραῖοι, Ῥωμαῖοι δὲ τὸ μὲν
2.2.16
πρῶτον ἴσα τοῖς Βαβυλωνίοις κατὰ τὸν φυσικὸν νόμον καὶ αὐτοὶ τὴν ἡμέραν μόνην ἀπὸ
2.2.17
ἀνατολῶν ἡλίου μέχρι δυσμῶν ἡμέραν ὡρίζοντο, τὴν νύκτα μηδὲν λογιζόμενοι·
2.2.18
ὕστερον δὲ ἀπὸ μέσης νυκτὸς ἤγουν τῆς ἀρχῆς τῆς ἑβδόμης ὥρας αὐτῆς καὶ ἕως μέσης
2.2.19
πάλιν τῆς ἐπιούσης νυκτὸς ἐτύπωσαν τὴν ἡμέραν καὶ νομίζεσθαι καὶ ὀνομάζεσθαι.
2.3.1
Πάντας τοὺς ῥυθμοὺς ἐκ τῆς τῶν πλανήτων κινήσεως εἶναι συμβαίνει· ὁ μὲν
2.3.2
γὰρ Κρόνος τῷ Δωρίῳ, ὁ δὲ Ζεὺς τῷ Φρυγίῳ, ὁ δ' Ἄρης τῷ Λυδίῳ καὶ οἱ λοιποὶ τοῖς
2.3.3
λοιποῖς κινοῦνται κατὰ τὸν Πυθαγόραν πρὸς τὸν ἦχον τῶν φωνηέντων· ὁ μὲν γὰρ
2.3.4
Ἑρμοῦ τὸν α, ὁ δ' Ἀφροδίτης τὸν ε, ὁ δ' Ἥλιος τὸν η, καὶ ὁ μὲν τοῦ Κρόνου τὸν ι, ὁ δὲ
2.3.5
τοῦ Ἄρεος τὸν ο, καὶ Σελήνη τὸν υ, ὅ γε μὴν τοῦ Διὸς ἀστὴρ τὸν ω ῥυθμὸν ἀποτελοῦσιν·
2.3.6
ὁ δὲ ἦχος τῶν ῥυθμῶν ὡς ἡμᾶς οὐκ ἀφικνεῖται διὰ τὴν ἀπόστασιν.
2.4.1
Ὅτι οἱ περὶ Ζωροάστρην καὶ Ὑστάσπην Χαλδαῖοι καὶ Αἰγύπτιοι ἀπὸ τοῦ
2.4.2
ἀριθμοῦ τῶν πλανήτων ἐν ἑβδομάδι τὰς ἡμέρας ἀνέλαβον. καὶ τὴν μὲν πρώτην ἡμέραν
2.4.3
μίαν ἐκ τῆς μονάδος, ἀλλ' οὐ πρώτην ἐκ τῆς ἑβδομάδος κλητέαν κατὰ τοὺς
2.4.4
Πυθαγορείους διὰ τὸ μόνην εἶναι καὶ ἀκοινώνητον ταῖς ἄλλαις. πρώτη γὰρ λέγεται ἡ
2.4.5
πρωτεύουσα τῶν μετ' αὐτήν, ἡ δὲ μονὰς ἀμερὴς καὶ ἀμετάβολος καὶ αὐτοκίνητος καὶ
2.4.6
ὡσαύτως ἔχουσα· ὑπὲρ ἀριθμὸν γάρ ἐστιν· ὥστε οὐκ ἄν τις αὐτὴν καλέσοι πρώτην, ἀλλὰ
2.4.7
μίαν· οὐδὲ γὰρ ἐπὶ ἄρτιον οὐδὲ ἐπὶ τὸν περιττὸν οὔτ' ἐπ' ἄλλον τινὰ ἀριθμὸν μεθίσταται.
2.4.8
δικαίως ἂν αὐτοῦ τὴν δύναμιν ἐπέχοι τοῦ νοῦ, ὅπερ ἐστιν ἀγαθόν τε καὶ περιττόν, ἴσον
2.4.9
τε καὶ πεπερασμένον, καὶ φῶς καὶ εὐθὺ καὶ μόνιμον, ἄρρεν τε καὶ δεξιόν. νοῦς γάρ ἐστι,
2.4.10
φησὶν ὁ μυστικὸς λόγος, οὐσιώδης ὁ ἅπαξ ἐπέκεινα μένων ἐν τῇ ἑαυτοῦ οὐσίᾳ καὶ πρὸς
2.4.11
ἑαυτὸν συνεστραμμένος, ἑστώς τε καὶ μένων. ἀναφέρεται δὲ ἡ μονὰς εἰς Ἀπόλλωνα,
2.4.12
τουτέστιν εἰς τὸν ἕνα Ἥλιον, ὃς Ἀπόλλων λέγεται διὰ τὸ ἄπωθεν εἴναι τῶν πολλῶν.
2.4.13
καὶ Ῥωμαῖοι δὲ αὐτὸν Σόλεμ ἤτοι μόνον λέγουσι.
2.5.1
Πολλαῖς ὀνομασίαις καλεῖται ὁ Ἥλιος· Ἥλιος Ὧρος Ὄσιρις Ἄναξ Διὸς υἱὸς
2.5.2
Ἀπόλλ ὡρῶν καὶ καιρῶν ταμίης ἀνέμων τε καὶ ὄμβρων ἠοῦς καὶ νυκτὸς πολυαστέρος
2.5.3
ἡνία νεύων.
2.6.1
Ὁ Πυθαγόρας τὴν μονάδα Ὑπεριονίδα καλεῖ διὰ τὸ πάντων ὑπερεῖναι τῇ
2.6.2
οὐσίᾳ, ὥσπερ καὶ ὁ νοητὸς Ἥλιος ὑπὲρ τὰ ὄντα ἔχων τὸ εἴναι Ὑπεριονίδης κέκληται.
2.6.3
ἀναφέρεται δὲ Ἥλιος εἰς μονάδα ὡς εἰκὼν ἐκείνης, οὐκ αὐτὸς ὢν ἡ μονάς, ἀλλὰ μὴν
2.6.4
καὶ ἀκάμας, κάματος γὰρ ἐν τοῖς συνθέτοις· ἡ δὲ μονὰς ἁπλῆ καὶ ἄρρην, ὅτι δὴ
2.6.5
γονιμωτάτη καὶ τῶν μετ' αὐτὴν αἰτία· καὶ ὅπως, συνιδεῖν εὔκολον· εἰ γάρ τις τὰ τέσσαρα
2.6.6
καὶ εἴκοσι στοιχεῖα– τὰ γράμματα λέγω– εἰς ἀριθμοὺς συλλογίσεται, εὑρήσει τρισχιλίους
2.6.7
ἐννακοσίους ἐννενήκοντα ἐννέα τοὺς πάντας, οἷς προστιθεμένης τῆς ἐν ἑξακισχιλιάδι
2.6.8
μονάδος, εἰ πάντες συλλογισθήσονται, ἐννακισχίλιοι ἐννακόσιοι ἐννενήκοντα ἐννέα
2.6.9
ἀριθμοί, μεθ' οὓς οὐδὲν παρὰ τὴν μονάδα λελείψεται. ὅθεν τὴν αὐτὴν ἐπέχει γραμμὴν ἡ
2.6.10
μυριὰς τῇ μονάδι, ὡς ἀρχῆς αὐτῆς ἅμα καὶ πέρατος οὔσης τῶν ἀσωμάτων οὐσιῶν, ὧν
2.6.11
εἰσι παραδείγματα οἱ ἀριθμοί. Ὀρφεὺς δὲ τὸν ἕνα ἀριθμὸν ἀγυιέα καλεῖ, τουτέστιν
2.6.12
ἀμερῆ, οὐδὲν γὰρ τῶν μερῶν τοῦ ἀριθμοῦ περὶ αὐτόν, οὐχ ἡμιόλιον, οὐκ ἐπίτριτον·
2.6.13
τέλειος ἐπεὶ ὅλος. ὅτι ἡ μονὰς οὕτως εἴρηται παρὰ τὸ μένειν ἐφ' ἑαυτῆς· μειουμένου γὰρ
2.6.14
τοῦ πλήθους κατὰ τὴν ἀφαίρεσιν παντὸς ἀριθμοῦ στερηθεῖσα μόνη ἀμείωτος μένει.
2.6.15
διαφέρει δὲ μονὰς ἑνὸς ᾗ διαφέρει ἀρχέτυπον εἰκόνος· παράδειγμα μὲν γὰρ ἡ μονάς,
2.6.16
μίμημα δὲ τῆς μονάδος τὸ ἕν. ὅτι ἡ μονὰς ἐν τριάδι θεωρεῖται, δυνατὸν ἐκ τῶν
2.6.17
ὑμναρίων λαβεῖν· πρὸς γὰρ τὸν ἅπαξ ἐπέκεινα ὁ Πρόκλος οὕτω· μονάδα γάρ σε τριοῦχον
2.6.18
ἰδὼν ἐσεβάσσατο κόσμος. Τοσαῦτα μὲν περὶ τῆς μιᾶς, ἣν ὡς ἔφην πρώτην τὸ πλῆθος
2.6.19
καλεῖ, ἣν κατ' αἴσθησιν Ἡλίῳ ἀνέθεντο, ταμίᾳ μὲν τοῦ παντὸς αἰσθητοῦ φωτός, δι' οὗ
2.6.20
θερμαίνει τε ἅμα καὶ ἠρέμα ξηραίνει τὰ σώματα, ἑνὶ τῶν πλανήτων καθ' Ἕλληνας, κἂν
2.6.21
εἰ Ζωροάστρης αὐτὸν πρὸ τῶν ἀπλανῶν τάττοι.
2.7.1
Τὴν δὲ δευτέραν ἡμέραν τῇ Σελήνῃ φαίνονται οἱ φυσικοὶ ἀναγράφοντες,
2.7.2
ὑγραινούσῃ τε ἅμα καὶ μετρίως θερμαινούσῃ, τουτέστι τῇ τῆς ὕλης ἐφόρῳ· ὅθεν καὶ
2.7.3
Ἄρτεμις λέγεται ἀπὸ τοῦ ἀρτίου καὶ ὑλικοῦ ἀριθμοῦ· τὸ γὰρ ἄρτιον μέσον διασπᾶται
2.7.4
διαιρούμενον τοῦ ἑνός· μόνος δὲ ἀδιαίρετος ὁ περιττός. ὁ μὲν γὰρ ἄρρην ἀριθμὸς
2.7.5
τετράγωνος, αὐγὴ καὶ φῶς, ἐξ ἰσότητος πλευρῶν συνεστώς, ὁ δὲ θῆλυς ἑτερομήκης,
2.7.6
νύκτα καὶ σκότον ἔχων διὰ τὴν ἀνισότητα· ὁ δὲ ἑτερομήκης τὴν μὲν ἐλάττονα πλευρὰν
2.7.7
ἐλάττονα ἔχει ἑνί, τὴν δὲ μείζω περιττοτέραν ἑνί. ὥστε ὁ δύο ἀριθμὸς οὐ καθαρός,
2.7.8
πρῶτον μέν, ὅτι κενός ἐστι καὶ οὐ ναστός, τὸ δὲ μὴ πλῆρες οὐ καθαρόν, ἀρχὴ δὲ ἀπειρίας
2.7.9
καὶ ἀνισότητος· ἀπειρίας μὲν διὰ τὴν ὕλην, ἀνισότητος δὲ διὰ τοὺς ἑτερομήκεις· ὅθεν οἱ
2.7.10
παλαιοὶ ὡς ὕλην καὶ ἑτερότητα τὴν δυάδα παραλαμβάνουσι. τόλμαν δὲ καὶ οἱ περὶ
2.7.11
Φερεκύδην ἐκάλεσαν τὴν δυάδα, καὶ ὁρμὴν καὶ δόξαν καλοῦσιν, ὅτι τὸ ἀληθὲς καὶ
2.7.12
ψευδὲς ἐν δόξῃ ἐστί. πανσόβητος γὰρ ἡ ὕλη καὶ ἄστατος καὶ πολυμετάβολος, κακοπαθής
2.7.13
τε καὶ πόνων ὑπομονητική, κατὰ φύσιν τὸ μεριστὸν καὶ διεστὼς ἔχουσα· ὁ γὰρ ἄξων
2.7.14
μέσος διὰ παντὸς ἥκων τοῦ οὐρανοῦ πρῶτος τὴν εἰς δύο τομὴν καὶ ἀπὸ τοῦ ἑνὸς
2.7.15
ἀπόστασιν ὑποφαίνει, αἴτιος δὲ τῆς πάσης τοῦ αἰσθητοῦ κινήσεως καὶ πάντη τῶν
2.7.16
νοητῶν κεχωρισμένος. ταῦθ' οὕτως ἔχοντα ὁ Νουμᾶς εὑρὼν Ῥωμαίοις τὸν δυικὸν
2.7.17
ἀριθμὸν ἀπηγόρευσεν ἐν ταῖς ἑορταῖς· οὐδὲ γὰρ ἀριθμοῦσιν οἱ Ῥωμαῖοι, ὥσπερ πρὸ
2.7.18
τεσσάρων καὶ τριῶν, οὕτω καὶ πρὸ δύο λέγοντες· ὡς καὶ Ἀθηναῖοι τὸ πρὶν τὴν δευτέραν
2.7.19
ἐξῄρουν τοῦ Βοηδρομιῶνος, ὡς Πλούταρχος ἐν Συμποσίῳ φησί.
2.8.1
Τὴν δὲ τρίτην ἡμέραν ἀνέθεντο Πυρόεντι– Ἄρης δ' ἂν εἴη οὗτος παρ'
2.8.2
Ἕλλησι– τουτέστι τῷ ἀερίῳ καὶ γονίμῳ πυρί, ὅπερ ἐξάπτει τὴν τοῦ παντὸς αἰσθητοῦ
2.8.3
φύσιν καὶ ἀργεῖν οὐκ ἐᾷ, ξηραῖνον ἅμα καὶ ῥοιζηδὸν θερμαῖνον. Ἥρας δὲ παῖδά φασι
2.8.4
τὸν Ἄρεα, τουτέστιν ἐκ τοῦ ἀερώδους τὸ διειδὲς καὶ λεπτομερὲς πῦρ· ὅθεν οἱ μυθικοὶ
2.8.5
ζευγνύουσι τὴν Ἀφροδίτην ποτὲ μὲν Ἡφαίστῳ, τῷ χθονίῳ πυρί, ποτὲ δὲ Ἄρεϊ, τῷ ἀερίῳ·
2.8.6
διὰ γὰρ τούτων τὸ πᾶν αἰσθητὸν ζωογονεῖται, ὡς εἴρηται. μεγίστη δὲ ἡ τῆς τριάδος καὶ
2.8.7
κατ' αἴσθησιν δύναμις· ὁ γὰρ κατ' αὐτὴν ἀριθμὸς τοῖς γεννητοῖς ἐπιδέδωκε γένεσιν
2.8.8
αὔξησιν τροφήν. καὶ οὐχ ἁπλῶς εἴρηται· τριχθὰ δὲ πάντα δέδασται, τριῶν ὄντων καὶ
2.8.9
αὐτῶν τῶν οὐρανίων σωμάτων, τοῦ τε αἰθερώδους, ἀστρώδους τε καὶ λιθώδους. καὶ
2.8.10
τῶν περιττῶν ἀριθμῶν ἀρχὴ ἡ τριάς, ὅθεν καὶ ἰδικὸς ἀριθμὸς ὁ τρία καλεῖται, μερισμὸν
2.8.11
ἢ διαίρεσιν οὐκ ἐπιδεχόμενος. ὅτι πάντων ἄρχει τῶν ἀριθμῶν ἡ τριάς, ὡς ἀρχὴ
2.8.12
τυγχάνουσα τῶν περιττῶν πάντων, πληρούν των καὶ μηδέποτε λειπομένων. καὶ τρεῖς
2.8.13
πρῶται κατ' Ὀρφέα ἐξεβλάστησαν ἀρχαὶ τῆς γενέσεως, νὺξ καὶ γῆ καὶ οὐρανός, θεῶν δὲ
2.8.14
τῶν ἐν γενέσει τρία γένη, οὐράνιον καὶ ἐπίγειον καὶ τὸ μεταξὺ τούτων. τρία δὲ καὶ τῆς
2.8.15
ψυχῆς τὰ κυριώτατα, λογικὸν θυμικὸν ἐπιθυμητικόν. τρία δὲ καὶ νοῦ εἴδη Ἀριστοτέλης
2.8.16
παραδίδωσι, τὸν ὑλικόν, τὸν καθ' ἕξιν, τὸν θύραθεν· ἐξ ὧν καὶ τρεῖς ἰδέαι, φύσις
2.8.17
μάθησις ἄσκησις. καὶ αὐτῆς δὲ τῆς πάντα κινούσης μουσικῆς κατὰ τὸν Θεόφραστον
2.8.18
τομαὶ τρεῖς, λύπη ἡδονὴ ἐνθουσιασμός. ἀλλὰ μὴν καὶ σώματος τρεῖς αἱ κινήσεις, φορὰ
2.8.19
νόμος πρόβασις. τρεῖς δὲ καὶ σφαιρῶν αἱ συστάσεις, κέντρον διάμετρον περιφερές. τρεῖς
2.8.20
δὲ καὶ κινήσεις τῶν ἀστέρων, προποδισμὸς ὑποποδισμὸς ἀκρωνυχία. τρεῖς δὲ σωμάτων
2.8.21
διαφοραί· τὰ μὲν γάρ ἐστιν ὑλικά, τὰ δὲ ἀέρια, τὰ δὲ ἐμπύρια, ὡς ὁ Χαλδαῖος
2.8.22
παραδίδωσι. τρία δὲ καὶ ἑκάστου κινήματα σχήματος, πλάτος βάθος μῆκος. τρεῖς δὲ καὶ
2.8.23
οἱ τὸ ζῳδιακὸν πλάτος ὁρίζοντες κύκλοι, θερινὸς τροπικός, χειμερινὸς τροπικός,
2.8.24
ἰσημερινός. τρία δὲ καὶ τὰ ὑπέργεια κέντρα, ἀνατολὴ δύσις μεσουρά νημα. καὶ πολλὰ ἄν
2.8.25
τις εἴποι περὶ τῆς κατ' αἴσθησιν τριάδος, καὶ ὁ σύμπας κόσμος ἐκ τριῶν δυνάμεων
2.8.26
συστῆναι λέγεται, ἀριθμητικῆς γεωμετρικῆς ἁρμονικῆς· ἡ γὰρ νοητὴ ὑπερβέβηκε τὴν
2.8.27
παροῦσαν ἐξέτασιν. ἴσμεν γάρ, ὅτι ἡ τριὰς τὴν τῶν θείων πρόοδον ἐκίνησε καὶ στάσιν
2.8.28
αὐτοῖς τὴν αἰώνιον ἀπειργάσατο ἐν τῷ αὐτῷ εἴδει, ὥς φησιν ὁ Πυθαγόρειος Ὤκελλος
2.8.29
ῥήμασι τούτοις· «ἡ τριὰς πρώτη συνέστησεν ἀρχήν, μεσότητα καὶ τελευτήν.» ἡ γὰρ
2.8.30
περιττὴ καὶ περαίνουσα ἰσότης δημιουργός ἐστι κατὰ τὴν τετράγωνον φύσιν· τὸ γὰρ
2.8.31
θεῖον τρισὶ τούτοις χαρακτηρίζεται, τῷ ἐφετῷ, τῷ ἱκανῷ, τῷ τελείῳ. ἔτι μὴν καὶ ὁ ἐν
2.8.32
Φαίδρῳ Σωκράτης, ἀλλὰ μὴν καὶ ὁ ἐν Πολιτείᾳ παραδίδωσιν, ὅτι τὸ νοητὸν τρίτην τινὰ
2.8.33
φύσιν ἐν τῷ θείῳ τίθεται· ἔστι γὰρ αὐτοῦ τὸ μὲν ἀκρότατον οὐσία, τὸ δὲ μέσον ζωή, τὸ
2.8.34
δὲ ἔσχατον νοῦς. ἄλλ' ἴσως ἐρεῖ τις· ποία κοινωνία τοῖς αἰσθητοῖς πρὸς τὴν νοητὴν
2.8.35
τριάδα; ἰστέον τοίνυν, ὅτι τρεῖς τριάδας ὁ Τίμαιος παραδίδωσι, καὶ μάρτυς ὁ Πρόκλος ἐν
2.8.36
ὑποτυπώσει τῆς Πλάτωνος φιλοσοφίας φάσκων, ὅτι ἡ τῶν νοητῶν ἀκρότης, τριὰς οὖσα
2.8.37
νοητή, καὶ μονάς ἐστιν· ἑνὰς γὰρ τυγχάνειν δύναται, ἐν ἑαυτῇ τὴν πασῶν δυνάμεων
2.8.38
αἰτίαν ἔχουσα καὶ οὐσίαν, ὥς φησιν ὁ Παρμενίδης. πάντα γὰρ τὰ νοητὰ ἐν τῇ τριάδι
2.8.39
περιέχεται, καὶ πᾶς ὁ θεῖος ἀριθμὸς ἐν τῇ τάξει ταύτῃ προελήλυθεν, ὡς καὶ αὐτὸς ὁ
2.8.40
Χαλδαῖος ἐν τοῖς λογίοις· τῆσδε γὰρ ἐν τριάδος κόλποις ἔσπαρται ἅπαντα, καὶ πάλιν·
2.8.41
τῆσδε γὰρ ἐκ τριάδος πᾶν πνεῦμα πατὴρ ἐκέρασσε. διὰ μὲν τοῦτο οἱ Πυθαγόρειοι τριάδα
2.8.42
μὲν ἐν ἀριθμοῖς, ἐν δὲ σχήμασι τὸ ὀρθογώνιον τρίγωνον ὑποτίθενται στοιχεῖον τῆς τῶν
2.8.43
ὅλων γενέσεως. ἓν μὲν οὖν μέτρον ἐστί, καθ' ὃ συνέστη ὁ ἀσώματος καὶ νοητὸς κόσμος·
2.8.44
δεύτερον δὲ μέτρον, καθ' ὃ ἐπάγη ὁ αἰσθητὸς οὐρανός, πέμπτην λαχὼν καὶ θειοτέραν
2.8.45
οὐσίαν, ἄτρεπτον καὶ ἀμετάβολον· τρίτον δὲ καθ' ὃ ἐδημιουργήθη τὰ ὑπὸ σελήνην, ἐκ
2.8.46
τῶν τεσσάρων δυνάμεων γένεσιν καὶ φθορὰν ἐπιδεχόμενα. 2. 9 Τὴν δὲ τετάρτην ἡμέραν
2.8.47
Στίλβοντι, ἑνὶ τῶν πλανήτων κατ' Αἰγυπτίους οὕτω καλουμένῳ, ἀνέθεντο, ὃς ἐξ ἴσου
2.8.48
ποτὲ μὲν ὑγραίνει ποτὲ δὲ ξηραίνει, πνευματούμενος ὑπὸ τῆς περὶ τὸν ἥλιον
2.8.49
ὀξυκινησίας· Ἑρμοῦ δὲ τοῦτον Ἕλληνες εἶναι βούλονται. αὐτῷ τοίνυν τὴν τετράδα οἱ
2.8.50
φιλοσοφοῦντες ἀνέθεντο ὡς ἐφόρῳ τῶν μιγάδων ψυχῶν· τὰ γὰρ τῆς ψυχῆς στηρίγματα
2.8.51
τέσσαρά ἐστι, νοῦς ἐπιστήμη δόξα αἴσθησις. ψυχὰ γὰρ ἀνθρώπου, ὡς Πυθαγόρας ἔφη,
2.8.52
ἔστι τετράγωνον ὀρθογώνιον. Ἀρχύτας δὲ τῆς ψυχῆς τὸν ὅρον οὐκ ἐν τετραγώνῳ, ἀλλ'
2.8.53
ἐν κύκλω ἀποδίδωσι, «διὰ τοῦτο ψυχὰ τὸ αὑτὸ κινοῦν, ἀνάγκα δὲ τὸ πρῶτον κινοῦν,
2.8.54
κύκλος δὲ τοῦτο ἢ σφαῖρα». καὶ οὕτω μὲν ἐπὶ τοῦ νοητοῦ, οὐδὲν δὲ ἧττον κἀπὶ τοῦ
2.8.55
αἰσθητοῦ ἐστι συνιδεῖν ἐν ταῖς τῶν ζώων γενέσεσι· πρῶτον μὲν γάρ ἐστι σπέρματος
2.8.56
καταβολή, δεύτερον δὲ ἡ εἰς τὰ γένη διανομή, τρίτον αὔξησις, καὶ τέταρτον τελείωσις.
2.8.57
ἀλλὰ μὴν τέσσαρές τε ἡλίου τροπαί, καθ' ἃς τὰ ὄντα συντηρεῖται, ἰσημερίαι δύο, θερινὴ
2.8.58
καὶ χειμερινὴ τροπή. τέσσαρες δὲ καὶ αὐτῆς τῆς σελήνης αἱ πρῶται φάσεις ὥσπερ ῥίζαι
2.8.59
καὶ ἀρχαί, σύνοδος πανσέληνος διχότομοι δύο, ἑκάστης φάσεως ἀλλοιούσης τὴν
2.8.60
ἐνέργειαν· ἀπὸ μὲν γὰρ συνόδου ἕως διχοτόμου ὑγραίνει, ἀπὸ δὲ ταύτης ἕως
2.8.61
πανσελήνου θερμαίνει, ἀπὸ δὲ ταύτης ἕως τῆς δευτέρας διχοτόμου ξηραίνει, ἐκ δὲ
2.8.62
ταύτης ἕως ἐπὶ σύνοδον ψύχει. ἔνθεν οἶμαι τοὺς περὶ γεωργίαν ἐσχολακότας ἀσφαλῶς
2.8.63
σπείρειν μὲν καὶ φυτεύειν περὶ συνόδους ἢ πανσελήνους, οἷα δὴ ἐν ὑγροτέρῳ τηνικαῦτα
2.8.64
τῷ ἀέρι καὶ πρὸς γένεσιν ἄλλων κεκινημένῳ· περὶ δὲ τὰς διχοτόμους ὕλην τε, ὅση
2.8.65
ἐργάσιμος, κόπτουσι καὶ τοὺς πρὸς ἀπόθεσιν καρποὺς συγκομίζουσιν, οἷα δὴ ἐν
2.8.66
ξηροτέρᾳ τῇ ὥρᾳ. καὶ ταῦτα μὲν ἐπὶ τῶν αἰσθητῶν καὶ νοητῶν. περὶ δὲ τοῦ κατ' ἀριθμὸν
2.8.67
ἀξιώματος ὁ τέταρτος ἀριθμὸς τετράγωνός ἐστι. μόνος γὰρ ἰσάκις ἶσος ἰσομερὴς ἐκ τῶν
2.8.68
αὐτῶν καὶ συνθέσει καὶ δυνάμει πέφυκε γεννᾶσθαι, σύνθεσιν μὲν οὖν ἐκ δυεῖν καὶ
2.8.69
δυεῖν, δύναμιν δὲ ἐκ τοῦ δὶς δύο, πάγκαλόν τι συμφωνίας εἶδος ἐπιδεικνύμενος, ὃ
2.8.70
μηδενὶ τῶν ἄλλων ἀριθμῶν συμβέβηκεν, ὅθεν καὶ ἀποτελεσματικὸς καλεῖται· εἰ γὰρ
2.8.71
ἀπὸ μονάδος μέχρι τετράδος ἑξῆς συντεθεῖεν ἀριθμοί, δεκάδα ἀποτελοῦσιν.
2.10.1
Τὴν δὲ πέμπτην Φαέθοντι, τῷ πάντων πλανήτων εὐκρατοτάτῳ ἀνέθεντο·
2.10.2
Δία δὲ αὐτὸν Ἕλληνες ζωογόνον θεολογοῦσιν. ὅθεν καὶ ἐν Κρήτῃ τεχθῆναι μυθικῶς
2.10.3
αὐτὸν βούλονται, ἐν ᾗ θανάσιμον οὐδὲν φύεται, ἀλλ' οὐδὲ λύκος ἢ γλαὺξ εὑρίσκεται,
2.10.4
ὥς φησιν Ἀντίγονος. καὶ οὐράνιος δὲ καλεῖται κατὰ τὴν ἐν πεν τάδι κυκλοφορικὴν
2.10.5
οὐσίαν, ἐξ ἧς φασιν ἀποτελεσθῆναι τὸν οὐρανὸν κατὰ τὸν Ἀριστοτέλην. ἡ γὰρ πεντὰς
2.10.6
παραλαβοῦσα τὴν τετράδα ὕλης λόγον ἔχουσαν τρόπον τινὰ καὶ ὑποκείμενον τοῖς ἐξ
2.10.7
αὐτῆς φυομένοις, ηὔξησέ τε αὐτὴν καὶ προήγαγεν ἐπὶ τὴν ἀπὸ τῆς αὐξήσεως αἰώνιον
2.10.8
ἀνακύκλησιν· μεθόριον γὰρ τῆς δεκάδος καὶ ὡς ἂν εἴδωλόν ἐστι τῆς κοινῆς τελειότητος
2.10.9
ἡ πεντάς. καὶ πλανώμενοι πλὴν ἡλίου καὶ σελήνης πέντε, καὶ κύκλοι ἐν σφαίρᾳ πέντε
2.10.10
καὶ ζῶναι πέντε. τῆς δὲ αἰσθήσεως λέγεται δημιουργὸς παρὰ τοῖς φιλοσόφοις ὁ Ζεὺς καὶ
2.10.11
εἰκὸς ἦν αὐτῷ τὴν πεντάδα κατὰ φύσιν ὥσπερ ἀνατεθῆναι· συγγενὴς γὰρ ἡ πεντὰς τῇ
2.10.12
αἰσθήσει, ἥτις πενταχῶς τέμνεται, εἰς ὅρασιν ἀκοὴν γεῦσιν ὄσφρησιν καὶ ἁφήν. καὶ
2.10.13
τούτου χάριν ὁ Πυθαγόρας Εἱμαρμένῃ τὸν πέντε ἀριθμὸν ἀνακεῖσθαί φησιν, ἐπεὶ τῶν
2.10.14
αἰσθητῶν κατάρχειν τὴν Εἱμαρμένην λόγος· ταύτῃ τὰς ἀποκαθισταμένας ψυχὰς
2.10.15
ὑπερβαίνειν τὴν Εἱμαρμένην φησὶ τὸ λόγιον· οὐ γὰρ ὑφ' εἱμαρτὴν ἀγέλην πίπτουσι
2.10.16
θεουργοί .
2.11.1
Τὴν δὲ ἕκτην ἀναφέρουσι Φωσφόρῳ, θερμαίνοντι ἅμα καὶ γονίμως
2.11.2
ὑγραίνοντι· οὗτος δὲ ἂν εἴη ὁ Ἀφροδίτης ὁ καὶ Ἕσπερος, ὡς Ἕλλησι δοκεῖ· Ἀφρδίτην δὲ
2.11.3
ἄν τις εἴποι τὴν τοῦ παντὸς αἰσθητοῦ φύσιν, τουτέστι τὴν πρωτογενῆ ὕλην, ἣν καὶ
2.11.4
Ἀστερίαν καὶ Οὐρανίαν καλεῖ τὰ λόγια. ὁ γὰρ ἓξ ἀριθμὸς γεννητικώτατός ἐστιν ὡς
2.11.5
ἀρτιοπέριττος, μετέχων καὶ τῆς δραστικῆς οὐσίας κατὰ τὸν περιττὸν καὶ τῆς ὑλικῆς
2.11.6
κατὰ τὸν ἄρτιον. ὅθεν καὶ οἱ ἀρχαῖοι γάμον καὶ ἁρμονίαν αὐτὸν ἐκάλεσαν· τῶν γὰρ ἀπὸ
2.11.7
μονάδος μόνος τέλειός ἐστι τοῖς ἑαυτοῦ μέρεσι, συμπληρούμενος ἐκ τῶν αὐτῶν,
2.11.8
ἡμίσους μὲν τριάδος, τρίτου δὲ δυάδος, ἕκτου δὲ μονάδος. καὶ ἁπλῶς εἰπεῖν ἄρρην τε καὶ
2.11.9
θῆλυς εἶναι πέφυκεν, ὡς καὶ αὐτὴ Ἀφροδίτη τὴν τοῦ ἄρρενος τήν τε τοῦ θήλεος ἔχουσα
2.11.10
φύσιν καὶ διὰ τοῦτο παρὰ τοῖς θεολόγοις ἀρρενόθηλυς καλουμένη. καὶ ἄλλος φησίν· ὁ
2.11.11
ἓξ ἀριθμὸς ψυχογονικός ἐστιν ἀπὸ ἑξάδος ἐπιπεδούμενος τῇ τοῦ παντὸς σφαίρᾳ, καὶ τὰ
2.11.12
ἐναντία δὲ κατακεράννυσιν. εἰς ὁμόνοιαν καὶ φιλίαν ἄγει, ἔπειτα δὲ ὑγείαν μὲν ἐμποιῶν
2.11.13
τοῖς σώμασι, συμφωνίαν δὲ ἐν λύρᾳ καὶ μουσικῇ καὶ ἀρετὴν ἐν ψυχῇ καὶ ἐν πόλει
2.11.14
εὐθηνίαν ἔν τε τῷ παντὶ πρόνοιαν. ὅθεν καὶ Ὀρφεὺς περὶ ἑξάδος ταῦτά φησι· ἵλαθι
2.11.15
κύδιμ' ἀριθμέ, πάτερ μακάρων, πάτερ ἀνδρῶν. Τὴν ἑβδόμην ἡμέραν Αἰγύπτιοι μὲν καὶ
2.11.16
Χαλδαῖοι προσφωνοῦσι Φαίνοντι, οὕτω κατ' αὐτοὺς προσαγορευομένῳ ἀστέρι τῷ
2.11.17
πάντων ἀνωτάτῳ, ψύχοντι ἄκρως καὶ προσεχῶς ξηραίνοντι, Κρόνον δὲ αὐτὸν Ἕλλησιν
2.11.18
ἔθος καλεῖν κατὰ μὲν θεολογίαν, κατὰ δὲ ἐτυμολογίαν διακορῆ νοῦν, οἱονεὶ πλήρη καὶ
2.11.19
μεστὸν ἐτῶν, ἀντὶ τοῦ Μακραίωνα, ὡς εἴρηται. οἵ γε μὴν Πυθαγόρειοι τῷ ἡγεμόνι τοῦ
2.11.20
παντὸς τὴν ἑβδόμην ἀνατίθενται, τουτέστι τῷ ἑνί, καὶ μάρτυς Ὀρφεὺς λέγων οὕτως·
2.11.21
ἑβδόμη, ἣν ἐφίλησεν ἄναξ ἑκάεργος Ἀπόλλων. Ἀπόλλωνα δὲ μυστικῶς τὸν ἕνα
2.11.22
λέγεσθαι προειρήκαμεν διὰ τὸ ἄπωθεν εἶναι τῶν πολλῶν, τουτέστι μόνον. ὀρθῶς οὖν
2.11.23
ἀμήτορα τὸν ἑπτὰ ἀριθμὸν ὁ Φιλόλαος προσηγόρευσε, μόνος γὰρ οὔτε γεννᾶν οὔτε
2.11.24
γεννᾶσθαι πέφυκε· τὸ δὲ μήτε γεννῶν μήτε γεννώμενον ἀκίνητον· ἐν κινήσει γὰρ ἡ
2.11.25
γέννησις, τὸ μέν, ἵνα γεννήσῃ, τὸ δέ, ἵνα γεννηθῇ· τοιοῦτος δὲ ὁ θεός, ὡς καὶ αὐτὸς ὁ
2.11.26
ῥήτωρ ὁ Ταραντῖνος· φησὶ δὲ οὕτως· «ἔστι γὰρ ἡγεμὼν καὶ ἄρχων ἁπάντων εἷς ἀεὶ ὢν
2.11.27
θεός, μόνιμος ἀκίνητος αὐτὸς ἑαυτῷ ὅμοιος.» οἱ δὲ μαθηματικοὶ πρὸς τὸ μυθικώτερον
2.11.28
ῥέποντες τῷ Κρόνῳ τὴν ἑβδόμην ἡμέραν προσφωνοῦσιν, οἱονεὶ τῷ πατρὶ τῶν ἐμφανῶν
2.11.29
θεῶν. ἐπειδὴ γὰρ τῶν πλανωμένων πάντων ὑψηλότερος ὁ τοῦ παρ' αὐτοῖς Κρόνου
2.11.30
λέγεται ἀστήρ, αὐτῷ δῆθεν τὴν ἑβδόμην ἡμέραν ἀνέθεντο ὡς ἀνωτάτῳ πάντων. ἡ
2.11.31
τοίνυν ἑβδομὰς συνέστηκεν ἐξ ἑνὸς καὶ δυοῖν καὶ τεττάρων, ἔχουσα δύο λόγους
2.11.32
ἁρμονικωτάτους, τόν τε τριπλάσιον καὶ τὸν τετραπλάσιον. ἔχει δὲ καὶ διαιρέσεις
2.11.33
ζυγάδην τρόπον τινὰ συνεστώσας· διαιρεῖται γὰρ πρῶτον εἰς μονάδα καὶ ἑξάδα, ἔπειτα
2.11.34
εἰς πεντάδα καὶ δυάδα, καὶ τελευταῖον εἰς τριάδα καὶ τετράδα· μουσικωτάτη δὲ ἡ
2.11.35
τούτων τῶν ἀριθμῶν ἀναλογία. διατείνει δὲ αὐτῆς ἡ φύσις καὶ ἐπὶ τὴν ὁρατὴν ἅπασαν
2.11.36
οὐσίαν, οὐρανὸν καὶ γῆν· αὐτίκα γοῦν οὐρανόν φασιν ἑπτὰ διεζῶσθαι κύκλοις, ὧν
2.11.37
ὀνόματα τάδε· ἀρκτικὸς ἀνταρκτικὸς θερινὸς χειμερινὸς ἰσημερινὸς ζωδιακὸς καὶ
2.11.38
προσέτι γαλαξίας· ὁ γὰρ τοιοῦτος ἀριθμὸς θεῖός ἐστιν. ὅθεν τὰ κατὰ τὴν ἡμετέραν
2.11.39
ψυχὴν διὰ τοῦ ἡγεμονικοῦ λόγου ἑπταχῆ σχίζεται, πρός τε πέντε αἰσθήσεις καὶ τὸ
2.11.40
φωνητικὸν ὄργανον καὶ ἐπὶ πᾶσι τὸ γόνιμον. καὶ τὸ πᾶν δὲ τοῦτο ἐν ἑπτὰ θεωρεῖται· ἐν
2.11.41
σώματι ἐν διαστάσει ἐν σχήματι ἐν μεγέθει ἐν χρώματι ἐν κινήσει ἐν στάσει· καὶ παρὰ
2.11.42
ταῦτα οὐδὲν ἕτερον συμβέβηκε τοῖς ὁρωμένοις· τῶν γὰρ αἰσθητῶν τὰ στερεὰ
2.11.43
προὐπινοεῖται, τῶν δὲ στερεῶν τὰ ἐπίπεδα, τῶν δὲ ἐπιπέδων αἱ ἐπιφάνειαι, τῶν δὲ
2.11.44
ἐπιφανειῶν αἱ γραμμαί, τῶν δὲ γραμμῶν αἱ στιγμαί, τῶν δὲ στιγμῶν οἱ ἀριθμοί, οἳ δὴ
2.11.45
καὶ τῷ σώματι τυγχάνουσιν. ἑπτὰ δὲ καὶ φωνῶν μεταβολαί, ὀξεῖα βαρεῖα περισπωμένη
2.11.46
σύμφθογγος ψιλή τε καὶ μακρὰ καὶ βραχεῖα. ἔνθεν καὶ τὰ ἑπτάμηνα βρέφη
2.11.47
τελειογονεῖσθαι πέφυκεν, ὡς Ἱπποκράτης λέγει· ἡ γὰρ τοῦ ἀριθμοῦ ψυχογονικὴ δύναμις
2.11.48
τὰ ἑπτάμηνα τέλεια ἀποφαίνει, διότι τελείας περίοδος σφαιρικῆς ἀριθμῷ τελείῳ καὶ
2.11.49
κοσμικῷ, τῷ ψυχοκρατητικῷ καὶ ψυχογονικῷ περιέχεται· καὶ γὰρ τὴν ψυχὴν ὁ Τίμαιος
2.11.50
ἐξ ἑπτὰ ἀριθμῶν συνέστησε. καὶ κινήσεις δὲ αἱ πᾶσαι μόναι εἰσὶν ἑπτά, ἥ τε ἄνω ἥ τε
2.11.51
κάτω, ἡ ἐπιδέξια ἡ εὐώνυμα ἡ πρόσω ἡ κατόπιν ἡ ἐν κύκλῳ. στοιχείων δὲ τὰ φωνήεντα
2.11.52
ἑπτά, ἐπειδὴ καὶ ἐξ ἑαυτῶν ἔοικε φωνεῖσθαι καὶ τοῖς ἄλλοις συν ταττόμενα φωνὰς
2.11.53
ἐνάρθρους ἀποτελεῖν· τῶν γὰρ ἡμιφώνων ἀναπληροῖ τὸ ἐνδέον, ὁλοκλήρους δὲ
2.11.54
κατασκευάζει τοὺς φθόγγους, τῶν δὲ ἀφώνων τρέπει τε καὶ μεταβάλλει τὰς φύσεις, ἵνα
2.11.55
γένηται τὰ ἄρρητα ῥητά. καὶ τί μακρηγοροῦμεν, ὅταν οὐδὲ ἡ τῶν ὑδάτων φύσις ἔξω τῆς
2.11.56
δυνάμεως τῆς ἑπτάδος ἀπολέλειπται; ὁ γοῦν Διονύσιος ἐν ταῖς Κτίσεσί φησι, τὸν
2.11.57
Χαλκιδικὸν Εὔριπον ἑπτάκις καθ' ἡμέραν στρεφόμενον κατὰ μόνας τὰς ἑβδομάδας
2.11.58
ἵστασθαι. καὶ ἐξ αὐτοῦ δὲ τοῦ νοητοῦ αἰῶνος ἔστι συνιδεῖν τοὺς ἀρτέμονας· συνάγονται
2.11.59
μὲν γὰρ πρῶτον ἐξ ὡρῶν, εἶτα ἡμερῶν, εἶτα ἑβδομάδων, ἔπειτα μηνῶν, εἶτα ἐνιαυτῶν,
2.11.60
ἐκεῖθεν καιρῶν, καὶ τὸ λοιπὸν αἰώνων, πρὸς τὸ ἀρχέτυπον εἶδος τοῦ νοητοῦ καὶ
2.11.61
πατρογενοῦς αἰῶνος.
2.11.62
3. t LIBER TERTIUS. Περὶ μηνός.

Intertext edge

Open linked passage

Note