Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De mensibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-lydus-laurentius" aria-label="More works by Joannes Lydus Laurentius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
3.1.1
Ὅτι Ἀνάχαρσις ὁ Σκύθης ἔφη φιλονεικίαν γενέσθαι ποτὲ Αἰγυπτίοις καὶ
3.1.2
Σκύθαις περὶ ἀρχαιότητος ἑκατέρων, ἴσως ἐξ ἑκατέρων τῶν ἄρκτων προέχειν τῶν
3.1.3
πραγμάτων ἀξιούντων, κριθῆναι δὲ τοὺς Σκύθας εἶναι πρεσβυτέρους διὰ τὸ καὶ ὑπὸ τὴν
3.1.4
μεγάλην ἄρκτον κεῖσθαι τὴν κατ' αὐτοὺς χώραν καὶ κατὰ φύσιν ὥσπερ ἐξ ὑπερῴας
3.1.5
ἀρχὴν τὴν καθ' ἡμᾶς θάλασσαν ἐκ τοῦ ὑπερβορείου λαμβάνειν ὠκεανοῦ· δύο γὰρ
3.1.6
εἰσβολὰς εἶναι τὰς ἀποτελούσας αὐτὴν παντὶ δῆλον· μίαν μὲν ἐξ Ἱσπανίας, τὴν δὲ
3.1.7
ἑτέραν, ὡς εἴρηται, ἐκ τοῦ ὑπερβορείου ὠκεανοῦ, ὃν καὶ Κρόνιον πέλαγος οἱ
3.1.8
χωρογράφοι καλοῦσι, παρὰ τὴν Πτολεμαίου δόξαν· αὐτὸς γὰρ μίαν καὶ μόνην εἰσβολὴν
3.1.9
εἶναι τὴν ἐκ τοῦ δυτικοῦ ὠκεανοῦ βούλεται τὴν διὰ Γαδείρων. καὶ ἐπὶ μὲν τῆς καθόλου
3.1.10
παλαιότητος Σκύθας ἄν τις ὑπολάβῃ πρωτεύειν ἐκ τῆς ῥευστῆς οὐσίας, ἣν τῶν
3.1.11
στοιχείων πρώτην εἶναι ἀναμφισβήτητον. ὅθεν καὶ Πάρθοι ἤτοι Πέρσαι μέγα φρονοῦσιν
3.1.12
ἐπὶ παλαιότητι· Σκύθας δὲ αὐτοὺς εἶναι πάντες μὲν μαρτυροῦσιν, Ἀρριανὸς δὲ δείκνυσι·
3.1.13
τὸ γὰρ Πάρθος ὄνομα ὁ Σκύθης καὶ ἔπηλυς κατ' αὐτὸν τῇ Σκυθῶν φωνῇ ἑρμηνεύεται.
3.1.14
ἐπὶ δὲ τῆς ἑλληνικῆς ἀρχαιότητος πρώτους πάντων ἀνθρώπων μετὰ Δευκαλίωνα
3.1.15
Ἕλληνας παραδίδωσι τὰ βιβλία Ἀρκάδας τε καὶ Σικυωνίους, ὡσανεὶ ἀρχάδας καὶ
3.1.16
ἀρχετύπους καὶ πρωτογενεῖς· ὅθεν καὶ Πᾶνα Ἀρκάδες ἐτίμησαν, τουτέστι τόδε τὸ πᾶν,
3.1.17
μηδὲν παρὰ τὰ αἰσθητὰ εἶναι νομίσαντες. ὅτι καὶ προσελήνους αὐτοὺς ὁ μῦθος ἔχει· οὐχ
3.1.18
ὅτι πρὸ τῆς σελήνης ἀνθρώπους ἄν τις δοίη ποτέ· ἀλλ' ὅτι πρὸ διατυπώσεως τῶν μηνῶν
3.1.19
Ἀρκάδας φησὶ καὶ Σικυωνίους γενέσθαι.
3.2.1
Τὸν μῆνα κατὰ τὸν σεληνιακὸν δρόμον ἠρίθμουν οἱ παλαιοί, ἔνθεν καὶ μὴν
3.2.2
προσαγορεύεται ἀπὸ τῆς μήνης, τουτέστι τῆς σελήνης· σελήνη δὲ ἀπὸ τοῦ σέλας ἀεὶ
3.2.3
νέον ἔχειν. μὴν γάρ ἐστι χρόνος ὁπόσον ἂν ὁ ἥλιος διηνυκὼς εἴη, ἐν ᾧ τὸ ἀπὸ τοῦ
3.2.4
ἡλιακοῦ κέντρου φῶς ἐπὶ τὴν σελήνην φερόμενον καὶ περιοδεῦσαν εἰς τὸν αὐτὸν
3.2.5
ἀποκαταστῇ τόπον ὅθεν ἤρξατο περιοδεύειν· ὅθεν καὶ ἀπὸ συνόδου εἰς σύνοδον τὴν
3.2.6
νεομηνίαν τιμῶντες συνελογίζοντο τὸν ἐνιαυτὸν τεσσάρων καὶ πεντήκοντα καὶ
3.2.7
τριακοσίων ἡμερῶν εἶναι, ὥστε ἑκάστῳ μηνὶ περιβάλλειν ἐννέα καὶ εἴκοσι πρὸς τῇ
3.2.8
ἡμισείᾳ ἡμέρας.
3.3.1
Ὅτι Τίμαιος νῦν μὲν γεννητὸν κατ' αἰτίαν, νῦν δὲ ἀγέννητον τὸν κόσμον
3.3.2
ὁρίζεται· ἀγέννητον μὲν διὰ τὰς ἐν αὐτῷ νοητὰς δυνάμεις, γεννητὸν δὲ οἷα ὁρατὸν
3.3.3
ἁπτόν τε ἅμα καὶ σῶμα ἔχοντα.
3.4.1
Κύκλος παντὸς ἀριθμοῦ ἐστιν ἡ δεκὰς καὶ πέρας· περὶ αὐτὴν γὰρ εἰλούμενοι
3.4.2
καὶ κατακάμπτοντες ὥσπερ καμπτῆρα δολιχεύουσιν οἱ ἀριθμοί. ὅρος γάρ ἐστι τῆς
3.4.3
ἀπειρίας αὐτῶν· ἀπὸ γὰρ μονάδος ἄχρις αὐτῆς καὶ μόνης ἀριθμήσαντες καὶ στάντες ἐπ'
3.4.4
αὐτὴν αὖθις ἐπὶ τὴν μονάδα ἀναστρέφομεν. ὅτι δὲ παντὸς ἀριθμοῦ συνεκτικὴ ἡ δεκάς,
3.4.5
μάρτυς ἡ φύσις, μὴ πλείους τῶν δέκα δακτύλων ἀλλὰ μηδὲ ἐλάττους ἀνθρώπῳ
3.4.6
παρασχοῦσα. οὕτως ἄρα καὶ ἐπὶ τῆς τοῦ ἐνιαυτοῦ φύσεως ἔστιν εὑρεῖν, ὅτι
3.4.7
συμπληρούμενος αὖθις, ὥσπερ ὁ δέκα ἀριθμός, εἰς ἑαυτὸν ἀναστρέφει· καὶ ταύτῃ
3.4.8
ἐνιαυτὸς ὠνομάσθη, παρὰ τὸ ἐν ἑαυτῷ κινεῖσθαι αὐτόν· κύκλος γάρ ἐστιν ἐφ' ἑαυτὸν
3.4.9
εἰλούμενος. ὁ δὲ κύκλος ἐπίπεδον σχῆμά ἐστιν ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον, καὶ
3.4.10
ταύτῃ κυκλικὸν ὀνομάζεται σχῆμα ἀφ' ἑαυτοῦ ἀρχόμενον καὶ εἰς ἑαυτὸ καταλῆγον, ὁ
3.4.11
δὴ ἴδιον τοῦ χρόνου εἰς ἑαυτὸν ἀναστρέφοντος καὶ μηδαμοῦ περατουμένου. ὅθεν καὶ
3.4.12
Αἰγύπτιοι καθ' ἱερὸν λόγον δράκοντα οὐρηβόρον ταῖς πυραμίσιν ἐγγλύφουσιν. ἄβυσσον
3.4.13
γὰρ ὑποτίθενται καὶ δράκοντα ἐν αὐτῇ, ἐξ οὗ τοὺς αἰσθητοὺς θεοὺς καὶ αὐτὸ δὲ τὸ πᾶν
3.4.14
αἰσθητὸν γενέσθαι βούλονται. ἔτι μὴν ἔθος αὐτοῖς καὶ κύκλον ἐπ' εὐθείας χιούμενον
3.4.15
τοῖς ἱεροῖς ἐγγράφειν, διὰ τὸ τὸν ἐνιαυτὸν ἀρχὴν ἑαυτοῦ γίνεσθαι καὶ πέρας. διὰ τοῦτο
3.4.16
τὴν κεφαλὴν τοῦ χρόνου οἱ Πυθαγόρειοι οὐχὶ πρώτην ἀλλὰ μίαν ὠνόμασαν.
3.5.1
Αἰγύπτιοι δὲ λέγονται ἀριθμῆσαι τὸν ἐνιαυτὸν τεσσάρων μηνῶν, ὅθεν καὶ
3.5.2
χιλιετεῖς τινας βιῶναί ποτε παρ' αὐτοῖς ἀναγράφουσιν· Ἡσίοδος δὲ καὶ Ἑκαταῖος,
3.5.3
Ἑλλάνικος καὶ Ἀκουσίλαος καὶ Ἔφορος καὶ Νικόλαός φασιτοὺς μακραίωνας καὶ ὑπὲρ
3.5.4
χιλίους διαζῆσαι χρόνους, καὶ οὐκ αὐτοὺς μόνους ὡς ἡρωικὰς ἀνημμένους ψυχάς, ἀλλὰ
3.5.5
καὶ ἀνθρώπους τινάς, ὡς Διογένης ἐν τοῖς ὑπὲρ Θούλην ἀξιοῖ. οἱ δὲ Ἀρκάδες τριῶν
3.5.6
μηνῶν, Σικυώνιοι δὲ ἕξ, Λατῖνοι τριῶν καὶ δέκα τὸν ἐνιαυτὸν ἠρίθμουν, παρὰ δὲ
3.5.7
Ῥωμαίοις τὸ παλαιὸν δέκα μῆνας ἐτετύπωτο τὸν ἐνιαυτὸν ἔχειν, ὕστερον δὲ πρὸς τοῦ
3.5.8
βασιλέως Νουμᾶ καὶ ἕτεροι δύο προσετέθησαν, τιμῆς μὲν ἕνεκα τῶν νοητῶν ὁ
3.5.9
Ἰανουάριος, τῶν ὑλικῶν δὲ ὁ Φεβρουάριος. Καῖσαρ δὲ ὕστερον ὁ Γάϊος ἐκ τῆς τῶν
3.5.10
Αἰγυπτίων διδαχῆς διετάξατο τόν τε χρόνον εἶναι τριακοσίων ἑξήκοντα πέντε τετάρτου
3.5.11
ἡμερῶν, καὶ τοὺς μῆνας τοὺς μὲν ἀπὸ τριάκοντα ἔχειν ἡμερῶν, τοὺς δὲ ἀπὸ τριάκοντα
3.5.12
ἑνός, τὸν δὲ Φεβρουάριον εἰκοσιοκτώ· ἡ γὰρ παλαιότης τοὺς δυοκαίδεκα μῆνας τοῦ
3.5.13
ἡλιακοῦ ἐνιαυτοῦ ἀπὸ τριάκοντα ἡμερῶν πάντας ἠρίθμησεν, τὰς δὲ πέντε τέταρτον
3.5.14
ἡμέρας ἐν τρισκαιδεκάτῳ μηνὶ ἐπέβαλλεν. ἐνιαυτὸς δέ ἐστι χρόνος ἐν ᾧ ἂν ὁ ἥλιος ἀπὸ
3.5.15
τροπῆς ἰσημερίας ἡστινοσοῦν ἀρξάμενος ἀφ' οἵου δήποτε σημείου τῶν ἀπὸ τοῦ
3.5.16
διαμέτρου κύκλου ἐπὶ τὸ αὐτὸ σημεῖον ἀφίκηται.
3.6.1
Ἐτηρήθησαν οἱ σεληνιακοὶ μῆνες, προστεθέντων αὐτοῖς τῶν ἑτέρων δύο
3.6.2
ὑπὸ τοῦ Νουμᾶ, ὡς ἐλέγομεν, ἕως τῆς Γαΐου Καίσαρος ἡγεμονίας· αὐτὸν δέ φασι τύχῃ
3.6.3
καὶ σοφίᾳ καὶ διαφερόντως ἀστρολογίᾳ τοὺς ἄλλους ἀποκρύψαντα, ἀναβάντα εἰς τὴν
3.6.4
Ῥώμην δέκα καὶ μίαν ἐπεμβαλομένην ἡμέραν τοῖς σεληνιακοῖς μησὶν ἐπιδοῦναι καὶ
3.6.5
ταύτῃ ἡλιακὸν ἀποτελέσαι τὸν ἐνιαυτόν.
3.7.1
Ὅτι βίσεξτον λέγεται διὰ τὸ δὶς πρὸ ἓξ Καλενδῶν Μαρτίων ἀριθμεῖν παρὰ
3.7.2
τετραετίαν Ῥωμαίους, καὶ ἐν τούτῳ τὸν ζωογονικὸν ἀριθμὸν ἐπιτηροῦντας· Ἀφροδίτης
3.7.3
δὲ οὗτος, ἔφορος δὲ Ῥωμαίων Ἀφροδίτη. 3. 8 Ὅτι ἡ σελήνη προσεχῶς ἐπιβέβηκε τῷ
3.7.4
γεννητῷ παντὶ καὶ πάντα κυβερνᾶται τὰ τῇδε ἐναργῶς ὑπ' αὐτῆς, ὡς τὰ λόγιά φασι·
3.7.5
Νύμφαι πηγαῖαι καὶ ἐνύδρια πνεύματα πάντα καὶ χθόνιοι κόλποι τε καὶ ἠέριοι καὶ
3.7.6
ὕπαυγοι μηναῖοι πάσης ἐπιβήτορες ἠδ' ἐπιβῆται ὕλης οὐρανίας τε καὶ ἀστερίας καὶ
3.7.7
ἀβύσσων. τοῦ γὰρ μεταβολικοῦ σώματος κατὰ τὴν σφετέραν τοῦ βάρους ἀναλογίαν τῇ
3.7.8
γῇ περιχυθέντος ἀναγκαῖον ἦν τὸ μέλλον πλησιάζειν αὐτῇ πάσης μετέχειν δυνάμεως.
3.7.9
διὸ περιαρμοσάμενος ὁ θεὸς τὴν σεληνιακὴν σφαῖραν πάσης μετέχουσαν δυνάμεως τῶν
3.7.10
δραστηρίων σφαιρῶν πλησίον τοῦ παντὸς αἰσθητοῦ παρεστήσατο ἔφορον τῶν
3.7.11
στοιχείων. ὅθεν καὶ τετρακέφαλον τὴν Ἑκάτην ὁ μυστικὸς παραδίδωσι λόγος διὰ τὰ
3.7.12
τέσσαρα στοιχεῖα· καὶ ἡ μὲν πυρίπνους τοῦ ἵππου κεφαλὴ δῆλον ὡς εἰς τὴν τοῦ πυρὸς
3.7.13
σφαῖραν ἀναφέρεται, ἡ δὲ τοῦ ταύρου μυκωμένη δαιμόνιόν τινα μυκηθμὸν εἰς τὴν τοῦ
3.7.14
ἀέρος, ἡ δὲ τοῦ ὕδρου πικρὰ καὶ ἄστατος φύσις εἰς τὴν τοῦ ὕδατος, ἡ δὲ τοῦ κυνὸς
3.7.15
κολαστικὴ καὶ τιμωρὸς εἰς τὴν γῆν. ὅθεν καὶ Κέρβερον αὐτὴν οἱονεὶ κρεωβόρον οἱ
3.7.16
ποιηταὶ προσαγορεύουσιν. αὐτῆς οὖν τῆς σελήνης τῶν τεσσάρων στοιχείων κρατούσης
3.7.17
εἰκότως οἱ παλαιοὶ τὴν ἀρχὴν τοῦ ἔτους ἀμφοτέροις ἅμα ἀνέθεντο τοῖς φωσίν.
3.9.1
Αἱ τοῦ σπόρου ἑορταί, αἱ λεγόμεναι παρὰ Ῥωμαίοις σημαντῖβαι, τουτέστι
3.9.2
σπόριμοι, οὐκ ἔλαχον ὡρισμένην ἡμέραν, ὅτι οὐκ εὐπρεπὴς πᾶς καιρὸς εἰς ἀρχὴν
3.9.3
σπόρου· ἢ γὰρ πρώϊμος διὰ τὰς ἐπομβρίας ἢ ὄψιμος διὰ τὰς βραδυτῆτας γίνεται. ἤγοντο
3.9.4
δὲ ἐπὶ δύο ἡμέρας, οὐκ ἐφεξῆς ἀλλὰ μέσον γινομένων ἑπτά· καὶ τῇ μὲν πρώτῃ
3.9.5
ἱεροποίουν Δήμητρι, οἷον τῇ Γῇ τῇ ὑποδεχομένῃ τοὺς καρπούς· εἶτα μετὰ ἑπτὰ ἡμέρας
3.9.6
Κόρῃ, τῇ τῶν καρπῶν ἐφόρῳ, ἐπεὶ πᾶν σπέρμα ἑβδομαῖον προκύπτει, καὶ οὐ σπέρμα
3.9.7
μόνον, ἀλλὰ καὶ ἐμψύχων τὰ πτηνὰ τὸν ἑβδομαῖον ἐπὶ τριάδι κατὰ τὴν γένεσιν
3.9.8
φυλάττει λόγον, ἐξῃρημένων χηνῶν καὶ ὅσων οἱ φυσικοὶ σημαιοῦνται· ἐπὶ μὲν γὰρ τῆς
3.9.9
τρίτης ἄρχεται ἡ καρδία κινεῖσθαι, ἐπὶ δὲ τῆς ἑβδόμης τὸ σύμπαν αἱματοῦσθαι, ἐπὶ δὲ τῆς
3.9.10
τεσσαρεσκαιδεκάτης διαρθροῦσθαι τὸ σῶμα, ἐπὶ δὲ τῆς εἰκάδος πρώτης ῥηγνυμένου τοῦ
3.9.11
κελύφους ἀφιέναι φωνήν. μεγίστη γὰρ ἡ δύναμις τῆς ἑπτάδος· ὁ γὰρ κατ' αὐτὴν ἀριθμὸς
3.9.12
ἀμιγής ἐστι καὶ ἀμήτωρ, μήτε γεννῶν μήτε γεννώμενος, ὡς ἕκαστος τῶν ἐν τῇ δεκάδι
3.9.13
ἀριθμῶν. ὅθεν καὶ οἱ Πυθαγόρειοι Ἀθηνᾷ τὴν ἑπτάδα ἀνατίθενται· τῇ γὰρ περιόδῳ φασὶ
3.9.14
τῆς ἑβδομάδος πάντα ἀθάνατα διασώζεται. καὶ διὰ τοῦτο καλοῦσιν αὐτὴν παρθένον
3.9.15
ὀβριμοπάτραν, διότι τῆς μονάδος τῆς πάντα περιεχούσης καὶ ὑποστησάσης μόνης ἐστὶ
3.9.16
γέννημα· αἰτία γὰρ πάντων ἡ μονάς. λέγεται δὲ καὶ κρίσις διὰ τὸ τῷ ταύτης ἀριθμῷ
3.9.17
πάντα λαμβάνειν τὴν ἐπὶ θάτερον ἔκβασιν. καὶ τοῦτο δῆλον ἐκ τῆς καθολικῆς τῶν
3.9.18
ἀνθρώπων ἡλικίας· ἐπὶ γὰρ τοῦ ἑξηκοστοῦ τρίτου ἐνιαυτοῦ– ἑπτὰ δὲ ἐννεάδων ἐστὶ
3.9.19
συνεκτικός– ἡ γένεσις κρίνεται, τοῦ ψυχοκρατητικοῦ, ὅς ἐστιν ἕβδομος, καὶ τοῦ
3.9.20
σωματοπλαστικοῦ, ὅς ἐστιν ἔννατος, συνιόντων ὁμοῦ.
3.10.1
Ὁ Νουμᾶς πανταχοῦ τὸν περιττὸν ἀλλ' οὐ τὸν ἄρτιον ἀριθμὸν τιμῶν τριχῆ
3.10.2
τὰς ἑορτὰς τοῦ μηνὸς διετύπωσε· τρίπους γὰρ οἰκεῖος Ἀπόλλωνος, καὶ γὰρ τῆς μονάδος
3.10.3
ἐστὶν εἰκών. ταύτῃ καὶ τὰς τοῦ μηνὸς ἑορτὰς διέταξε· τριῶν γὰρ εἶναι λεγομένων τῶν
3.10.4
τῆς σελήνης δρόμων, ὀξέως μέσου καὶ ἀνειμένου, δι' οὓς καὶ Τριοδῖτιν τὴν Ἑκάτην–
3.10.5
οἱονεὶ τὴν Σελήνην– οἱ ποιηταὶ καλοῦσι, τρισὶν ἑορταῖς τὸν μῆνα διέλαβε. τρίμορφος
3.10.6
γὰρ ἡ Σελήνη, καὶ ὅπως, ἐκ τοῦ χρησμοῦ γνωστέον· λέγει δὲ οὕτως· ἥδ' ἐγώ εἰμι κόρη
3.10.7
πολυφάσματος οὐρανόφοιτος ταυρῶπις τρικάρηνος ἀπηνὴς χρυσοβέλεμνος Φοίβη
3.10.8
ἀπειροτέχνη φαεσίμβροτος Εἰλήθυια τριστοίχου φύσεως συνθήματα τρισσὰ φέρουσα.
3.10.9
ὀξυτέραν γὰρ, ὡς Ἀριστοτέλης φησί, ποιεῖται τὴν πορείαν πρὸς τῷ χειμερινῷ τροπικῷ,
3.10.10
βραδυτέραν δὲ τὴν πρὸς τῷ θερινῷ, ὁμαλὴν δὲ τὴν πρὸς τῷ ἰσημερινῷ. πρώτη τοίνυν
3.10.11
τοῦ μηνὸς ἑορτή ἐστιν ἡ λεγομένη παρὰ μὲν Ῥωμαίοις Καλένδαι, παρὰ δὲ Ἕλλησι
3.10.12
Νεομηνία. καὶ νέα ἡ πρώτη τοῦ μηνὸς παρὰ Ἀττικοῖς, ἕνη δὲ ἡ τελευταία. Καλάνδας δὲ
3.10.13
αὐτὰς οἱ παλαιοὶ προσηγόρευσαν ἐξ ἑλληνικῆς σημασίας, ἀπὸ τοῦ καλεῖν τὸν ἀρχιερέα
3.10.14
τὴν βουλὴν ἐν τῇ λεγομένῃ Καλαβρᾷ βασιλικῇ, καὶ σημαίνειν, εἴτε χρὴ κατὰ τὴν
3.10.15
πεμπταῖαν, εἴτε κατὰ τὴν διχότομον τῆς σελήνης ἐπιτελέσαι τὴν τῶν Νωνῶν ἑορτήν, ἐξ
3.10.16
ἧς τὴν μεσομηνίαν ἐπετήρουν. ἐπὶ μὲν γὰρ τῶν μηνῶν τῶν ἔτι καὶ νῦν τὰς σεληνιακὰς
3.10.17
σωζόντων ἑορτὰς πεμπταίας τὰς Νώνας ἐσήμαινε, καθ' ἃς ἐπὶ τῆς τρισκαιδεκάτης καὶ
3.10.18
μοιρῶν τινων, οὐ τὴν τοῦ φωτός, ἀλλὰ τὴν τοῦ σεληνιακοῦ σώματος εἰκός ἐστι
3.10.19
συντρέχειν μεσότητα. ὁ γὰρ τῶν δεκατριῶν ἀριθμὸς συνέστηκεν ἐκ τῶν πρώτων δυοῖν
3.10.20
τετραγώνων τοῦ τέσσαρα καὶ τοῦ ἐννέα– ἀρτίου τε καὶ περιττοῦ– πλευρὰς ἐχόντων τοῦ
3.10.21
μὲν ἀρτίου τὸ ὑλικὸν εἶδος δυάδα, τοῦ δὲ περιττοῦ τὴν δραστήριον ἰδέαν τριάδα. οὗτος
3.10.22
οὖν ὁ ἀριθμὸς ἡ μεγίστη καὶ τελειοτάτη τῶν ἑορτῶν γέγονε τοῖς ἀρχαίοις ἐπιτήρησις. ἡ
3.10.23
γὰρ πεντεκαιδεκάτη παρὰ μοίρας ἓξ κυρίως ἐστὶν ἡ μεσομηνία. αὐτοῦ γὰρ τοῦ φωτός
3.10.24
ἐστιν ἡ μεσότης. ὅθεν καὶ Διὸς αὐτὴν ἑορτὴν οἷον Ἡλίου νενομίκασι, δι' οὗ σύμφαμεν
3.10.25
φωτίζεσθαι τὴν Σελήνην. ἐπὶ δὲ τῶν ἡλιακῶν μηνῶν ἑβδομαίας τὰς Νώνας ἐσήμαινον·
3.10.26
ὁ γὰρ ἕβδομος ἀριθμὸς Ἡλίου ἐστίν, ὡς ἔμπροσθεν εἴρηται. δῆλον γὰρ τὴν μὲν
3.10.27
ἐλαχίστην τῆς σελήνης περίοδον εἴκοσι καὶ ἑπτὰ ἡμερῶν εἶναι καὶ ὡρῶν τινων, τοῦ δὲ
3.10.28
φωτὸς ἐγγὺς τριάκοντα, ὡς καὶ ἡ μὲν τοῦ σεληνιακοῦ σώματος μέση ἀποκατάστασις ἡ
3.10.29
τρισκαιδεκάτη ἐστίν, ἡ δὲ τοῦ φωτὸς μεσομηνία ἤτοι ἡ πεντεκαιδεκάτη. πρώτη τοίνυν ἡ
3.10.30
νεομηνία, ἐξ ἧς ἔθος Ῥωμαίοις προκαλεῖν τὴν δευτέραν ἑορτήν, τουτέστι τὰς Νώνας·
3.10.31
εἰσὶ δὲ μέσαι ἀπὸ τῆς νεομηνίας ἄχρι τῶν Νωνῶν ἢ τέσσαρες ἢ ἕξ, ὡς γίγνεσθαι τὰς
3.10.32
πάσας σὺν καὶ αὐτῇ τῇ νεομηνίᾳ ἢ πέντε ἢ ἑπτά. εἴ τις οὖν ἀπὸ τῆς πεμπταίας καὶ αὐτῆς
3.10.33
ἐννέα προσεπιλογίσεται ἡμέρας– αὕτη δὲ ἡ προσθήκη παρὰ Ῥωμαίοις Νῶναι καλεῖται
3.10.34
ἀντὶ τοῦ ἐννέα· τοσαῦται γάρ εἰσιν– εὑρήσει τὴν ἐκ μικρᾶς σεληνιακῆς ἀποκατάστασιν
3.10.35
μέσην, τουτέστι τὴν τρισκαιδεκάτην· οὕτως καὶ ἐπὶ τῆς ἑβδομαίας μετ' αὐτῆς ἀριθμῶν
3.10.36
τὰς ἐννέα εὑρήσει τὴν τοῦ φωτὸς μεσομηνίαν, τουτέστι τὴν πεντεκαιδεκάτην.
3.10.37
ἀποφράδας δὲ πάντως τὰς Νώνας εἶχον, νῦν μὲν ὡς ἀπὸ τῆς πεμπταίας νῦν δὲ ὡς ἀπὸ
3.10.38
διχοτόμου, μηδὲ ὠνομάσθαι ἢ ταύτην ἢ ἐκείνην τὴν φάσιν ὑπομένοντες, ἀλλὰ τὴν μετὰ
3.10.39
ἐννέα ἡμέ ρας ἐπιφοιτῶσαν μεσομηνίαν, τουτέστι τὰς Εἰδούς, ἢ καὶ ἄλλως τιμῶντες διὰ
3.10.40
τὴν τῶν φώτων ἐπιτήρησιν. ὅτι δὲ ἐξ ἑλληνικῆς σημασίας τίκτεται τὸ τῶν Καλενδῶν
3.10.41
ὄνομα, ἐξ αὐτῆς ἐστι λαβεῖν τῆς γραφῆς· ἔτι γὰρ καὶ νῦν τῷ ἑλληνικῷ κάππα τὰς
3.10.42
Καλένδας γράφουσιν οἱ Ῥωμαῖοι. ἰστέον δέ, ὅτι αἱ Καλένδαι Ἥρας ἑορτὴ ἐτύγχανον,
3.10.43
τουτέστι Σελήνης· οἱ γὰρ φυσικοί, ὡς ἔφθημεν εἰπόντες, Δία μὲν τὸν Ἥλιον, Ἥραν δὲ
3.10.44
τὴν Σελήνην ἐνόμιζον εἶναι, καὶ τὴν μὲν νεομηνίαν αὐτῇ, τὰς δὲ Εἰδούς, τουτέστι τὴν
3.10.45
μεσομηνίαν, Διὶ ἤγουν Ἡλίῳ ἀνέφερον, πληνιλούνιον τὰς Εἰδοὺς καλοῦντες οἱονεὶ
3.10.46
πληροσέληνον. τὸ δὲ τῶν Εἰδῶν ὄνομα παρὰ μὲν τοῖς πολιτικοῖς ἐκ τοῦ εἴδους τῆς
3.10.47
Σελήνης, παρὰ δὲ τοῖς ἱερεῦσιν ἀπὸ θυσίας τινὸς τρόπου, ἥτις εἴδουλις ὠνομάζετο,
3.10.48
εὑρίσκομεν εἰσενηνεγμένον. πεμπταίας δὲ ἢ ἑβδομαίας τὰς Νώνας μετὰ τὰς Καλένδας
3.10.49
ἐκήρυττον, ὅτι ἑκάτερος τῶν ἀριθμῶν οἰκειότατος τοῖς φωσίν. ὅτι ὁ Λαβεών φησι τὸν
3.10.50
Ἰανουάριον καὶ Φεβρουάριον, Ἀπρίλλιόν τε καὶ Ἰούνιον, Σεξτίλιον Σε πτέμβριον ἀπὸ
3.10.51
ἐννέα καὶ εἴκοσιν ἡμερῶν τὸ πάλαι λαχεῖν, Μάρτιον δὲ καὶ Μάϊον, Κυντίλλιόν τε καὶ
3.10.52
Ὀκτώβριον ἀπὸ μιᾶς καὶ τριάκοντα, ὅθεν τοὺς ἀπὸ ἐννέα καὶ εἴκοσι ἡμερῶν ἕλκοντας
3.10.53
πεμπταίας ἔχειν τὰς Νώνας ὡς σεληνιακούς, τοὺς δὲ ἀπὸ μιᾶς καὶ τριάκοντα ἑβδομαίας
3.10.54
ὡς ἡλιακούς· τὸν δὲ Φεβρουάριον ἐπίτηδες τοὺς Θούσκους ἐλαττῶσαι, ἐπειδὴ ταῖς τῶν
3.10.55
καταχθονίων ἑορταῖς φαίνεται πρὸς τοῦ ἱερέως Νουμᾶ παραχωρηθεὶς καὶ οὐ θεμιτὸν
3.10.56
ἦν, ἴσα τοῖς οὐρανίοις αὐτὸν τιμᾶσθαι, μειωθῆναι δὲ μᾶλλον τὸν τοῖσδε τὸ πᾶν
3.10.57
ἐλαττοῦσι χθονίοις ἀφωρισμένον, ὅθεν καὶ πάντων τῶν μηνῶν τὸν περιττὸν ἀριθμὸν
3.10.58
ἑλκόντων μόνος ὁ Φεβρουάριος τὸν ἄνισον φαίνεται λαχών. ὁ δὲ ἀριθμὸς οὗτος τῆς
3.10.59
ὕλης, καὶ δι' αὐτὴν τὸν δυαδικὸν ἀριθμὸν ἐπὶ τῶν ἑορτῶν οἱ Ῥωμαῖοι ἀποφράζονται,
3.10.60
σεκοῦνδον αὐτὸν οἱονεὶ εὐτυχῆ πατρίως καλοῦσι κατ' εὐφημισμόν, ὡς Εὐμενίδας καὶ
3.10.61
Ἀδράστειαν καὶ Πάρκας κατ' αὐτοὺς τὰς μηδενὸς φειδομένας Μοίρας. ἀπὸ δὲ τῶν
3.10.62
Νωνῶν καὶ αὐτῶν ἕως τῶν Εἰδῶν καὶ αὐτῶν μόνας ἐννέα μέσας παρετηρήσαντο, ὅτι
3.10.63
οἰκειότατος καὶ προσφυὴς ὁ ἐννέα ἀριθμὸς τῇ σελήνῃ· οὗτος γὰρ ἑαυτὸν γεννᾷ κατὰ
3.10.64
Ξενοκράτην. ἀόριστος γὰρ ἡ ἄχρις ἐννεάδος πρόβασις καὶ πλήθει σύνοικος. τὴν μὲν οὖν
3.10.65
νεομηνίαν ἔλεγον Καλένδας, τὴν δὲ δευτέραν τοῦ μηνὸς πρὸ τεσσάρων ἢ πρὸ ἕξ, ὡς
3.10.66
εἴρηται, Νωνῶν– ἔστω δὲ τὸ παράδειγμα ὥσπερ ὅταν πεμπταῖαι ὦσιν αἱ Νῶναι– τὴν δὲ
3.10.67
τρίτην πρὸ τριῶν Νωνῶν, τὴν δὲ τετάρτην πρὸ μιᾶς Νωνῶν διὰ τὸ ἀποφράζεσθαι τὴν
3.10.68
δυάδα, τὴν πέμπτην Νώνας, τὴν ἕκτην πρὸ ὀκτὼ Εἰδῶν, τὴν ἑβδόμην πρὸ ἑπτὰ Εἰδῶν,
3.10.69
τὴν ὀγδόην πρὸ ἓξ Εἰδῶν, τὴν ἐννάτην πρὸ πέντε Εἰδῶν, τὴν δεκάτην πρὸ τεσσάρων
3.10.70
Εἰδῶν, τὴν ιαʹ πρὸ τριῶν Εἰδῶν, τὴν ιβʹ πρὸ μιᾶς Εἰδῶν, τὴν ιγʹ Εἰδούς· τὴν ιδʹ, εἰ μὲν
3.10.71
πεμπταῖαι ἦσαν αἱ Νῶναι καὶ ὁ μὴν ἡμερῶν λʹ, πρὸ ιηʹ Καλενδῶν τοῦ ἐπιόντος μηνός, εἰ
3.10.72
δὲ πεμπταῖαι μὲν αἱ Νῶναι καὶ ὁ μὴν ἡμερῶν λαʹ, πρὸ ιθʹ Καλενδῶν ὁμοίως· εἰ δὲ αἱ
3.10.73
Νῶναι μὲν ἑβδομαῖαι καὶ ὁ μὴν λαʹ ἡμερῶν, τὴν ιεʹ πρὸ ιζʹ Καλενδῶν ὁμοίως. ἐπὶ δὲ τοῦ
3.10.74
Φεβρουαρίου μόνου τὴν ιδʹ πρὸ ιςʹ Καλενδῶν Μαρτίων καὶ καθεξῆς καθ' ὑπόβασιν τοῦ
3.10.75
ἀριθμοῦ τῶν Καλενδῶν. ἡνίκα δὲ ἂν βίσεξτον ᾖ, τὴν κεʹ καὶ τὴν κςʹ πρὸ ἓξ Καλενδῶν
3.10.76
Μαρτίων ἔλεγον, ὃ καὶ εἴρηται. ἔχουσι δὲ ἑβδομαίας μὲν τὰς Νώνας Μάρτιος Μάϊος
3.10.77
Ἰούλιος Ὀκτώβριος, πεμπταίας δὲ οἱ λοιποὶ πάντες. ἤρεσε δὲ ὅμως τῷ Καίσαρι καὶ μετὰ
3.10.78
τὴν ἡλιακὴν τῶν μηνῶν διατύπωσιν τὰς σεληνιακὰς ἑορτὰς τοῖς μησὶ καταλεῖψαι. καὶ
3.10.79
ταῦτα μὲν περὶ τῆς δοκούσης ἀνωμαλίας τῶν πεμπταίας καὶ ἑβδομαίας τὰς Νώνας
3.10.80
ἐχόντων μηνῶν.
3.11.1
Ἑορτάζετο δὲ παρὰ τοῖς παλαιοῖς ἡ μὲν νεο μηνία εἰς τιμὴν Ἥρας, ἥτις ἐστὶ
3.11.2
Σελήνη, αἱ δὲ Νῶναι εἰς ὄνομα Διός, αἱ δὲ Εἰδοὶ πάλιν εἰς ὄνομα Διός· ἐκάλουν δὲ
3.11.3
νεομηνίαν τὴν πρώτην τῆς σελήνης καὶ ἑόρταζον αὐτῇ καὶ Ῥωμαῖοι καὶ Ἕλληνες, ἀλλ'
3.11.4
οὐδὲ παρὰ Ἑβραίοις κατεφρονεῖτο, ὥς φησιν ὁ μελῳδός· «σαλπίσατε ἐν νεομηνίᾳ
3.11.5
σάλπιγγι.» χαλεπὸν δὲ οὐδὲν ἐκ τῶν τοῖς ἀρχαίοις εἰρημένων διὰ βραχέων εἰπεῖν ὅ, τί
3.11.6
ποτε ἄρα ἐστὶ νεομηνία καὶ τίνος χάριν παρὰ πᾶσι φαίνεται ἡ τῆς νεομηνίας δύναμις
3.11.7
τιμωμένη, εἰ τἀληθὲς εἰπεῖν, τῇ φύσει τῶν πραγμάτων ἐνθεωρουμένη. καὶ τούτου
3.11.8
μάρτυς Ἀντίγονος, φάσκων τοὺς μύρμηκας ἐν ταῖς νεομηνίαις ἀναπαύεσθαι· ἀδύνατον
3.11.9
οὖν ἰδεῖν μύρμηκα ἐν ταῖς νεομηνίαις ἐργαζόμενον, ὡς καὶ Ἀρχελάῳ εἴρηται. καὶ τίμιον
3.11.10
τὸ τῆς νεομηνίας ὡς ἐλέγομεν ὄνομα ὡς αἴτιον ἀνανεώσεως τοῦ παντὸς αἰσθητοῦ· τῶν
3.11.11
γὰρ ἐν αἰσθήσει πάντων ἐν αὐξήσει καὶ μειώσει τυγχανόντων τοιαύτη τις ὑπὸ τοῦ
3.11.12
δημιουργοῦ διατετύπωται ἡ τῆς σελήνης φύσις συνέχουσα τὴν ὅλην αἴσθησιν· καὶ τοῦτο
3.11.13
δῆλον ἐκ τῆς τῶν ὑδάτων καὶ τῶν ἐν αὐτοῖς ζώων φύσεως καὶ ἐκ τῶν ἐν ἡμῖν χυμῶν·
3.11.14
αὐξομένης γὰρ τῆς σελήνης αὔξεται τὰ ὑπ' αὐτήν, εἶτα συνιούσης ἀπολήγει καὶ εἰς
3.11.15
ἑαυτὰ συστέλλεται. καὶ τὴν ἶβιν δὲ καὶ τὸν κέρκωπα Αἰγυπτίοις ἔνθεν ἐδόκει τιμᾶν·
3.11.16
ἀμφότερα γὰρ τὰ ζῶα σελήνῃ συμπαθῆ εἶναι προσείκασται· ἡ μὲν ἶβις αὐτῷ τε τῷ
3.11.17
σχήματι ἐμφερής, ἄκρα μὲν ὁμιχλαίνουσα, λευκαίνουσα δὲ τὰ μέσα καθάπερ ἡ αἰθερία
3.11.18
μήνη. ὅτε γὰρ οὐρανὸς ἀσέληνος οὐδὲ ἴβιδες ὁρῶσι, μύουσι δὲ τοῖς ὀφθαλμοῖς τουτονὶ
3.11.19
τὸν χρόνον καὶ ἄσιτοι ἐγκαρτεροῦσι τὸ συγγενὲς στοιχεῖον ἀναμένουσαι. ὁ δὲ κέρκωψ
3.11.20
δηλοτέρας ἔχει τὰς ἐνεργείας· ὅτε μὲν γὰρ αὔξει τὸ φῶς τῆς σελήνης, ὁ τῶν ὀφθαλμῶν
3.11.21
κύκλος τούτῳ εὐρύνεται, ὅτε δὲ ἐκεῖνο μειοῦται, τὸ τῶν ὀμμάτων περιφερὲς
3.11.22
συστέλλεται. φασὶ δέ τινες, ὧν ἐστι καὶ Δέρκυλλος, ὅτι γεννᾶται ἐν τῷ Ὑδάσπῃ ποταμῷ
3.11.23
λίθος λυχνὶς καλούμενος· οὗτος σελήνης αὐξομένης ἦχον μελῳδίας ἀποδίδωσι. ἀλλὰ
3.11.24
μὴν καὶ ἐν Ἀράρει ποταμῷ τῆς Κελτικῆς, μᾶλλον δὲ Αἰσάρῳ Συβάρεως, γεννᾶται ἰχθύς,
3.11.25
κλοπίαν δὲ αὐτὸν οἱ ἐπιχώριοι καλοῦσι. τοῦτον λέγουσιν αὐξανομένης μὲν τῆς σελήνης
3.11.26
λευκαίνεσθαι, μελαίνεσθαι δὲ αὖθις μειουμένης τοῦ φωτὸς αὐτῆς. ἱστορεῖ δὲ τοῦτο
3.11.27
Καλλισθένης ὁ Συβαρίτης. ἀλλὰ καὶ Ἀρχέλαός φησι τὰ τῶν μυῶν ἥπατα λοβοὺς ἔχειν
3.11.28
πεντεκαίδεκα, οἵτινες οὐκ ἀθρόοι πάντες ἐγγίνονται, ἀλλ' ἕκαστος καθ' ἡμέραν
3.11.29
σεληνιακὴν εἷς ἐπιγινόμενος ἐξ οὐκ ὄντος προστίθεται ἀπὸ τῆς νεομηνίας μέχρι τῆς
3.11.30
πανσελήνου, πάλιν δὲ ἀπὸ τῆς πανσελήνου εἷς ἐφ' ἑνὶ καθ' ἡμέραν φθίνων λοβὸς
3.11.31
πάντες μέχρι τῆς νεομηνίας ἐκλείπουσι. καὶ αὖθις ἐξ ἐκείνης ἄρ χονται γίνεσθαι πρὸς
3.11.32
τὴν τῆς σελήνης περίοδον καὶ τὸν ἀριθμὸν τῆς ἐκείνης ἡμερῶν καὶ αὐτοὶ γινόμενοι καὶ
3.11.33
ἀπογινόμενοι καὶ πληθυνόμενοι καὶ μειούμενοι. ὁ δ' αὐτὸς ἱστορικὸς λέγει καὶ τὰ τῶν
3.11.34
θαλασσίων ἐχίνων ᾠὰ τὸ αὐτὸ πάσχειν.
3.12.1
Ἀναξιμένης τοίνυν κύκλον τὴν σελήνην εἶναι βούλεται
3.12.2
ἐννεακαιδεκαπλασίονα τῆς γῆς, πλήρη πυρὸς ὥσπερ τὸν τοῦ ἡλίου, Ξενοφάνης δὲ νέφος
3.12.3
εἶναι πεπυρωμένον, οἱ Στωικοὶ μικτὴν πυρὸς καὶ ἀέρος, Πλάτων ἐκ πλείονος τοῦ
3.12.4
πυρώδους, Ἀναξαγόρας καὶ Δημόκριτος στερέωμα διάπυρον, ἔχον ἐν ἑαυτῷ πεδία καὶ
3.12.5
ὄρη καὶ φάραγγας, Ἡράκλειτος γῆν ὁμίχλῃ περιειλημμένην, Πυθαγόρας γε μὴν
3.12.6
πυροειδὲς σῶμα. περὶ δὲ τοῦ κατ' αὐτὴν φωτὸς ἐροῦμεν, ὡς Ἀναξίμανδρος μὲν ἴδιον
3.12.7
αὐτὴν φῶς ἔχειν βούλεται, ἀραιότερον δέ πως, ὁ δὲ Ἀντιφῶν ἰδίῳ μὲν φέγγει λάμπειν
3.12.8
τὴν σελήνην φησί, τὸ δὲ ἀποκρυπτόμενον περὶ αὐτὴν ὑπὸ τῆς προσβολῆς τοῦ ἡλίου
3.12.9
ἀμαυροῦσθαι, πεφυκότος τοῦ ἰσχυροτέρου φωτὸς τὸ ἀσθενέστερον ἀμαυροῦν, ὃ δὴ
3.12.10
συμβαίνει καὶ περὶ τὰ ἄλλα ἄστρα. Θαλῆς δὲ καὶ οἱ ἀπ' αὐτοῦ ὑπὸ τοῦ ἡλίου φωτίζεσθαι
3.12.11
τὴν σελήνην ἐνέκριναν. ὅ γε μὴν Ἡράκλειτος τὸ αὐτὸ πεπονθέναι τὸν ἥλιον καὶ τὴν
3.12.12
σελήνην φησί· σκαφοειδεῖς γὰρ ὄντας τοῖς σχήμασιν ἐκ τῆς ὑγρᾶς ἀναθυμιάσεως
3.12.13
φωτίζεσθαι πρὸς τὴν φαντασίαν, λαμπρότερον δὲ τὸν ἥλιον διὰ τὸ ἐν καθαρῷ ἀέρι
3.12.14
φαίνεσθαι. ἀφεστάναι δὲ λόγος ἀπὸ τῆς γῆς κατὰ τὸν Ἐρατοσθένην τὴν μὲν σελήνην
3.12.15
σταδίων μυριάδας ἑβδομήκοντα ὀκτώ, τὸν δὲ ἥλιον τετρακοσίας καὶ ὀκτάκις μυρίας. ἡ
3.12.16
σελήνη γὰρ τὴν ἑβδόμην κατέχουσα ζώνην προσγειοτέρα τῶν ἄλλων ἐστὶν ἀστέρων·
3.12.17
ὅθεν οὐδὲ πίλημα ἄκρατον αἰθέρος αὐτὴν εἶναί φασι κατὰ τοὺς ἄλλους ἀστέρας, κρᾶμα
3.12.18
δὲ αἰθερώδους καὶ ἀερώδους οὐσίας· τὸ γὰρ φαινόμενον αὐτῆς μέλαν, ὃ καλοῦσι
3.12.19
πρόσωπόν τινες, οὐδὲν ἄλλο εἶναι ἢ τὸν ἀναμεμιγμένον ἀέρα, ὃς φύσει μέλας ὢν ἄχρις
3.12.20
αὐτῆς τείνεται. ἐκεῖνο δὲ μὴ παριδεῖν ἄξιον. ἡ νεομηνία κεφαλὴ μηνὸς πρὸς τῶν
3.12.21
ἀρχαίων προσαγορεύεται. δέκα δὲ εἰσηγοῦνται σελήνης σχήματα, ἀφ' ὧν ὁ
3.12.22
τριακονθήμερος ἀναπληροῦται κύκλος· τὰ δέ ἐστι σύνοδος ἀνατολὴ μηνοειδὴς
3.12.23
διχότομος ἀμφίκυρτος πλήρης αὖθις διχότομος αὖθις ἀμφίκυρτος αὖθις μηνοειδὴς
3.12.24
αὖθις σύνοδος. ἕτεροι δὲ ἕνδεκα σχήματα εἶναι βούλονται· μετὰ γὰρ τὴν σύνοδον
3.12.25
ἀριθμοῦσι καὶ τὴν γένναν, ὅταν μίαν μοῖραν ἀποστῇ ἡ σελήνη τοῦ ἡλίου.
3.13.1
Τὰς τοίνυν Καλένδας ὡς ἐλέγομεν οἷα νεομηνίαν ἐτίμησαν Ῥωμαῖοι, μετὰ
3.13.2
δὲ ταύτας καθεξῆς τὰς Νώνας, καὶ κατὰ τρίτην τάξιν τὰς Εἰδούς. τρίμορφος μὲν γὰρ ἡ
3.13.3
τῆς Ἑκάτης, ἤτοι τῆς Σελήνης, δύναμις· ὃ γὰρ Ἀπόλλων ἐν ἡλίῳ, τοῦτο Ἑκάτη ἐν
3.13.4
σελήνῃ .
3.14.1
Ὅτι ὁ τριάκοντα ἀριθμὸς φυσικώτατός ἐστιν, ὃ γὰρ ἐν μονάσι τριάς, τοῦτο
3.14.2
ἐν δεκάσι τριακοντάς· ἐπεὶ καὶ ὁ τοῦ μηνὸς κύκλος συνέστηκεν ἐκ τεσσάρων τῶν ἀπὸ
3.14.3
μονάδος ἑξῆς τετραγώνων, αʹ δʹ θʹ ιςʹ, ὅθεν οὐκ ἀπὸ σκοποῦ Ἡράκλειτος γενεὰν τὸν
3.14.4
μῆνα καλεῖ.
3.15.1
Μετὰ δὲ τὰς Καλένδας εὑρίσκομεν πολλαχῶς τὸν χρόνον διαιρεῖσθαι εἰς
3.15.2
αἰῶνα εἰς χρόνον εἰς καιρὸν εἰς ἐνιαυτόν. αἰὼν τοίνυν ἐστὶν ἄπειρός τις τῶν οὐρανίων
3.15.3
σωμάτων περιπόλησις ἢ αὐτοῦ τοῦ παντὸς οὐρανοῦ παντελὴς ἀνακύκλησις, χρόνος δὲ ἡ
3.15.4
ἐξ αἰῶνος ἀόριστος ἔκτασις. ταύτῃ καὶ Κρόνος παῖς Οὐρανοῦ λέγεται· ὁ γὰρ χρόνος ἐκ
3.15.5
τῶν τοῦ οὐρανοῦ κινήσεων πρόεισιν. ὥστε καιρός ἐστι χρόνου παράδειγμα, καὶ οὐκ
3.15.6
αὐτὸς ὁ χρόνος.
3.16.1
Ὅτι διαφέρει μεγίστη ἀποκατάστασις τελείας περιόδου τῷ τὴν μὲν
3.16.2
ἀποκατάστασιν ἀπὸ τοῦ αὐτοῦ ση μείου ἐπὶ τὸ αὐτὸ σημεῖον γίνεσθαι κατὰ μῆκος καὶ
3.16.3
πλάτος καὶ βάθος, τὴν δὲ τελείαν περίοδον ἐκ τῆς συναγωγῆς τῶν ὁρίων ἀποτελεῖσθαι·
3.16.4
τρεῖς γὰρ εἶναί φασιν οἱ ἀρχαῖοι περιόδους πάντων τῶν πλανήτων, μεγίστας ἐλαχίστας
3.16.5
μέσας, καὶ τὴν μὲν τοῦ Κρόνου μεγίστην ἑπτὰ καὶ πεντήκοντα ἐτῶν, τὴν δὲ Διὸς ἐννέα
3.16.6
καὶ ἑβδομήκοντα, Ἄρεός γε μὴν ἓξ πρὸς τοῖς ἑξήκοντα– ὅθεν τοσαύτας χιλιάδας ἀνδρῶν
3.16.7
ἐπήγετο ὁ Καῖσαρ ὡς κἂν τούτῳ τῷ μέρει ἐμπειρότατος ἔν τε τῷ ἐμφυλίῳ καὶ ἐν τοῖς
3.16.8
ἄλλοις πολέμοις, καὶ εἰκότως ἐκράτει– Ἡλίου δὲ εἴκοσι καὶ ἑκατόν– οὗ δὴ χάριν
3.16.9
ἀδύνατον ἄνθρωπον ἐπέκεινα τῶν τοσούτων διαζῆσαι ἐνιαυτῶν– τῆς δὲ Ἀφροδίτης δύο
3.16.10
καὶ ὀγδοήκοντα καὶ Σελήνης ὀκτὼ καὶ ἑκατόν. τὴν δὲ ἐλαχίστην Κρόνου τριάκοντα,
3.16.11
Διὸς δυοκαίδεκα, Ἄρεος πεντεκαίδεκα, δι' ὃν καὶ τὸν κύκλον τῆς λεγομένης
3.16.12
ἐπινεμήσεως οἱ Ῥωμαῖοι εἰς τοῦτο ἔθεντο ἀριθμοῦ, Ἡλίου ἐννεακαίδεκα, Ἀφροδίτης
3.16.13
ὀκτώ, Ἑρμοῦ εἴκοσι καὶ Σελήνης πέντε πρὸς τοῖς εἴκοσι. τὴν δὲ μέσην Κρόνου μὲν τριῶν
3.16.14
καὶ τεσσαράκοντα πρὸς τῷ ἡμίσει, Διὸς πέντε καὶ τεσσαράκοντα πρὸς τῷ ἡμίσει, Ἄρεος
3.16.15
τεσσαράκοντα πρὸς τῷ ἡμίσει, Ἡλίου ἐννέα καὶ ἑξήκοντα πρὸς τῷ ἡμίσει, Ἀφροδίτης
3.16.16
πέντε πρὸς τοῖς τεσσαράκοντα, Σελήνης ἓξ καὶ ἑξήκοντα πρὸς τῷ ἡμίσει. καὶ αἱ μὲν
3.16.17
μέγισται καὶ ἐλάχισται καὶ μέσαι περίοδοι τοιαῦται, αἱ δὲ τέλειαι ἀποκαταστάσεις τῶν
3.16.18
πλανήτων οὕτω· Κρόνος ποιεῖται τὴν ἀποκατάστασιν ἔτεσι πέντε καὶ ἑξήκοντα καὶ δια
3.16.19
κοσίοις, Ζεὺς ἑπτὰ καὶ εἴκοσι καὶ τετρακοσίοις, Ἄρης τέσσαρσι καὶ ἐννενήκοντα καὶ
3.16.20
διακοσίοις, Ἥλιος ἑνὶ καὶ ἑξήκοντα καὶ τετρακοσίοις καὶ χιλίοις, Ἀφροδίτη ἑνὶ καὶ
3.16.21
πεντήκοντα καὶ ἑκατὸν καὶ χιλίοις, Ἑρμῆς ὀγδοήκοντα πρὸς τοῖς τετρακοσίοις, Σελήνη
3.16.22
πέντε πρὸς τοῖς εἴκοσιν, ἡ δὲ τοῦ παντὸς ἀποκατάστασις γίνεται δι' ἐτῶν μυριάδων
3.16.23
ἑκατὸν ἑβδομήκοντα πέντε καὶ τρισχιλίοις πρὸς τοῖς διακοσίοις, καὶ τότε γίνεται
3.16.24
σύνοδος πάντων τῶν ἀστέρων κατὰ τὴν τριακοστὴν μοῖραν τοῦ καρκίνου ἢ τὴν πρώτην
3.16.25
τοῦ λέοντος· καὶ ἐπὶ μὲν τοῦ καρκίνου γένοιτ' ἂν κατακλυσμός, ἐπὶ δὲ τοῦ λέοντος
3.16.26
ἐκπύρωσις, ἀλλ' οὐ καθολικὴ κατὰ τοὺς Στωικούς, μερικὴ δὲ πάντως· ἐκείνοις γὰρ δοκεῖ
3.16.27
τὸ πᾶν αἰσθητὸν τοῖς τοιούτοις ὑπάγεσθαι καταστήμασι καὶ αἰτίαν ἀξιοῦσι διδόναι
3.16.28
τοιάνδε, τὸ δὲ πᾶν φασι τῷ ἀπείρῳ χρόνῳ ἢ ταῖς ἐκπυρώσεσι τῶν ἐν οὐρανῷ φωστήρων
3.16.29
ἀποξηραίνεσθαι ἢ ταῖς ἐπικλύσεσιν τῶν ὑδάτων διαχεῖσθαι καὶ διαπίπτειν ἀπὸ τῆς
3.16.30
ἐπιπλαζούσης ὑγρότητος καὶ ἀναλύεσθαι καὶ τὸ στεγανὸν ἀπολλύειν. ἀνάγκη
3.16.31
τοιγαροῦν πρὸς ἑκάτερον ἁρμόσαι τὴν πρόνοιαν καὶ δίκην γεωργοῦ νῦν μὲν πυρὶ τὴν ἐν
3.16.32
βάθει τῆς φύσεως ἐκκαλεῖσθαι θερμότητα, νῦν δὲ ὕδατι τὴν μεμανωμένην τῆς γῆς
3.16.33
κατάρδειν ξηρότητα.
3.17.1
Ὅτι Ἕλληνες μὲν ἀπὸ τῆς κεʹ Δεκεμβρίου τὴν ἀρχὴν ἐποιοῦντο τοῦ ἔτους
3.17.2
ἤτοι τὴν τροπήν, Ῥωμαῖοι δὲ μετὰ ὀκτὼ ἡμέρας κατὰ τὴν πρώτην Ἰανουαρίου· οἱ μὲν
3.17.3
Ἕλληνες τὴν τροπὴν αὐτὴν τηροῦντες, οἱ δὲ Ῥωμαῖοι τὴν τοῦ γνώμονος σκιὰν πότε
3.17.4
συστέλλεσθαι ἄρξεται· μέχρι γὰρ τῶν ὀκτὼ ἀνεπαίσθητός ἐστιν ἡ τῆς σκιᾶς μείωσις.
3.18.1
Ὅτι διὰ τὴν γένεσιν διττὴ γέγονεν ἡ τῶν οὐρανίων κίνησις· εἰ γὰρ ἁπλῆ ἦν
3.18.2
περιφορά, ἣν ὁ ἀπλανὴς οὐρανὸς ποιεῖται πάντα συνέχων ἐν ἑαυτῷ καὶ περιδινῶν,
3.18.3
οὐδὲν ἂν ἀπ' αὐτῆς παρήχθη· τί γὰρ ἀπὸ τῆς ἁπλῆς κινήσεως ἂν ἄλλο ἀποτελεσθῇ παρ'
3.18.4
αὐτήν; ἐπεὶ δὲ ἀντιφέρονται πολλαὶ καὶ ποικίλαι τῇ μιᾷ περιφορᾷ, πᾶσα γένεσις ὁμοῦ
3.18.5
παράγεται ἀπ' αὐτῶν. οὕτω γὰρ ὁ Ἀριστοτέλης ἐν τῷ δευτέρῳ περὶ γενέσεως καὶ φθορᾶς
3.18.6
φησι· «μιᾶς μὲν οὔσης τῆς φορᾶς οὐκ ἐνδέχεται γίνεσθαι τὰ ἄμφω, γένεσιν καὶ φθοράν,
3.18.7
διὰ τὸ ἐναντία εἶναι· τὸ γὰρ αὐτὸ καὶ ὡσαύτως ἔχον ἀεὶ τὸ αὐτὸ πέφυκε ποιεῖν, ὥστε
3.18.8
ἤτοι γένεσίς ἐστιν ἀεὶ ἢ φθορά. δεῖ δὲ πλείους εἶναι τὰς κινήσεις καὶ ἐναντίας ἢ τῇ φορᾷ
3.18.9
ἢ τῇ ἀνωμαλίᾳ· τῶν γὰρ ἐναντίων τὰ ἐναντία αἴτια. διὸ οὐχ ἡ πρώτη φορὰ αἰτία ἐστὶ
3.18.10
γενέσεως καὶ φθορᾶς, ἀλλ' ἡ κατὰ τὸν λοξὸν κύκλον· ἐν ταύτῃ γὰρ καὶ τὸ συνεχὲς
3.18.11
ἔνεστι καὶ τὸ κινεῖσθαι δύο κινήσεις.»
3.19.1
Ὅτι ὁ ἀπλανὴς οὐρανὸς ἁπλοῦς ὅλως πρὸς τοῦ πάντων ἐπέκεινα κατὰ τὸ
3.19.2
λόγιον πραχθεὶς πάντα συνέχων καὶ περιδινῶν πάντα κινεῖ καὶ μεταδίδωσι τοῖς πᾶσιν
3.19.3
ἑαυτοῦ καὶ ταχύτατός ἐστι πάσης κινήσεως καὶ ἀεὶ ὡσαύτως ἔχων, τό τε εἶναι τῷ παντὶ
3.19.4
αἰσθητῷ δίδωσι οὐδεμίαν ἐναλλαγὴν καὶ ποικιλίαν λαχών.
3.20.1
Ὅτι δὲ τὸν ἐνιαυτὸν ὡς θεὸν ἐτίμησαν, δῆλον ἐξ αὐτῆς τῆς Λυδῶν
3.20.2
βασιλίδος πόλεως. Σάρδιν γὰρ αὐτὴν καὶ Ξυάριν ὁ Ξάνθος καλεῖ, τὸ δὲ Σάρδιν ὄνομα εἴ
3.20.3
τις κατὰ ἀριθμὸν ἀπολογίσεται, πέντε καὶ ἑξήκοντα καὶ τριακοσίας εὑρήσει συνάγων
3.20.4
μονάδας· ὡς κἀντεῦθεν εἶναι δῆλον, πρὸς τιμὴν ἡλίου τοῦ τοσαύταις ἡμέραις τὸν
3.20.5
ἐνιαυτὸν συνάγοντος Σάρδιν ὠνομασθῆναι τὴν πόλιν. νέον δὲ σάρδιν τὸ νέον ἔτος ἔτι
3.20.6
καὶ νῦν λέγεσθαι τῷ πλήθει συνομολογεῖται· εἰσὶ δὲ οἵ φασι, τῇ Λυδῶν ἀρχαίᾳ φωνῇ
3.20.7
τὸν ἐνιαυτὸν καλεῖσθαι σάρδιν.
3.21.1
Ὅτι τὸν Πᾶνα εἰς τὴν τοῦδε τοῦ παντὸς φύσιν λαμβάνουσιν οἱ Λυδοί,
3.21.2
κεραόν τινα ἀπὸ σελήνης, φλογώδη δὲ τὰς ὄψεις ἀπὸ τοῦ αἰθέρος, λάσιον δὲ τὸ σῶμα
3.21.3
ἀπὸ τῆς γῆς, χείρονος δὲ φύσεως τὰ λοιπὰ διὰ τὴν ἄλογον τῆς ὕλης ποικιλίαν. 3. 22 Οἱ
3.21.4
μῆνες δυοκαίδεκα παρὰ πᾶσιν ὄντες ἄλλοις ἔθνεσιν ἄλλως προσαγορεύονται. καὶ γὰρ
3.21.5
Ἀθηναίοις μὲν οὕτως· Ἐλαφηβολιὼν Μουνυχιὼν Θαργηλιὼν Σκιροφοριὼν
3.21.6
Ἑκατομβαιὼν Μεταγειτνιὼν Βοηδρομιὼν Πυανεψιὼν Μαιμακτηριὼν Ποσειδεὼν
3.21.7
Γαμηλιὼν Ἀνθεστη ριών. Ἕλλησι δὲ οὕτως· Γορπιαῖος Ὑπερβερεταῖος Δῖος Ἀπελλαῖος
3.21.8
Αὐδοναῖος Περίτιος Δύστρος Ξανθικὸς Ἀρτεμίσιος Δαίσιος Πάνεμος Λῶος. Ἑβραίοις δὲ
3.21.9
οὕτως· Θεσρὶ Μαρχεσουβὰν Χασελὲθ Τεβὲθ Σαφὰτ Ἀδὰρ Νισὰν Ἰὰρ Σιβὰν Θαμοῦς Ἀὰβ
3.21.10
Ἐλούλ. Αἰγυπτίοιδὲ οὕτως· Θὼθ Φαωφὶ Ἀθὺρ Χοιὰκ Τυβὶ Μεχὶρ Φαμενὼθ Φαρμουθὶ
3.21.11
Παχὼν Παϋνὶ Ἐπιφὶ Μεσωρί. Ῥωμαίοις δὲ οὕτως· Σεπτέμβριος Ὀκτώβριος Νοέμβριος
3.21.12
Δεκέμβριος Ἰανουάριος Φερβρουάριος Μάρτιος Ἀπρίλλιος Μάϊος Ἰούνιος Ἰούλιος
3.21.13
Αὔγουστος. οὕτω μὲν οὖν τὰ τῶν μηνῶν παρὰ τοῖς ἔθνεσιν ἔχει, οἱ δὲ Βαβυλώνιοι καὶ
3.21.14
Αἰγύπτιοι ἀρχὴν ἐνιαυτοῦ τὴν ἐαρινὴν ὡρίσαντο τροπήν, ὥσπερ ἀπὸ κεφαλῆς τὴν ἐν
3.21.15
κριῷ ἰσημερίαν λαμβάνοντες διὰ τὸ πᾶσαν ἐν τῷ ἔαρι τὴν αἰσθητὴν φύσιν αὔξεσθαι.
3.21.16
Ἕλληνες δὲ τὴν πρώτην τοῦ καρκίνου μοῖραν, ὡς ἄν τις εἴποι, τὴν εἰκάδα τρίτην τοῦ
3.21.17
Ἰουνίου μηνὸς, εἰς ἀρχὴν ἔτους παρέδοσαν. ἀλλὰ τούτοις μὲν καὶ τοῖς ἄλλοις ἅπασιν
3.21.18
ἔθνεσι μία τις ἐφυλάττετο τοῦ ἐνιαυτοῦ καταρχή, τοῖς δὲ Ῥωμαίοις τρεῖς· μία μὲν
3.21.19
ἱερατική, ἑτέρα δὲ πάτριος, ἡ δὲ ἄλλη, κυκλικὴ καὶ πολιτική. καὶ ἱερατικὴ μὲν κατὰ τὸν
3.21.20
Ἰανουάριον, ὅταν ὁ ἥλιος τὸν αἰγόκερων παριὼν αὔξησιν ποιῆται τῆς ἡμέρας· πάτριος
3.21.21
δὲ ἡ παρ' αὐτοῖς λεγομένη πρώτη τοῦ Μαρτίου μηνός, καθ' ἣν καὶ τὰ ὅπλα ἔτι καὶ νῦν
3.21.22
Ῥωμαίοις ἔθος κινεῖν. ἡ δὲ πολιτικὴ ἢ μᾶλλον κυκλικὴ ἡ πρώτη τοῦ Σεπτεμβρίου
3.21.23
μηνός, ἣν Ἕλληνες μὲν ἐπινέμησιν, αὐτοὶ δὲ ἰνδικτιῶνα καλοῦσιν· ἰνδικτιῶνα γὰρ οἱ
3.21.24
Ῥωμαῖοι τὸ μήνυμα τοῦ ἐνιαυσιαίου κύκλου πατρίως καλοῦσιν. τῆς γὰρ ἀρχαιότητος
3.21.25
τὸν κύκλον ἐχούσης εἰς τὸ λεγόμενον παρ' αὐτοῖς λοῦστρον, τουτέστιν εἰς τὴν
3.21.26
πενταετηρίδα– καθαρμὸς δὲ ἦν καὶ μυστήρια Μητρὸς κατ' αὐτὸν ἐτελεῖτο– ἔδοξεν
3.21.27
ὕστερον πρὸς τιμὴν Ἄρεος– πάτριος δὲ Ῥωμαίοις, ὥς φασι, θεός– παρὰ πεντεκαιδέκατον
3.21.28
ἐνιαυτὸν ἀνανεοῦσθαι τὸν κύκλον. ἡ γὰρ τελεία ἀποκατάστασις Ἄρεος διχῶς
3.21.29
παραφυλάττεται, μικρὰ μὲν πεντεκαίδεκα, μέση δὲ ἑβδομήκοντα ἐννέα. ὅτι δὲ πάτριον
3.21.30
ἀρχὴν ἐνιαυτοῦ τὸν Μάρτιον οἱ Ῥωμαῖοι παρέλαβον, δῆλον καὶ ἀπὸ τοῦ τὰς λεγομένας
3.21.31
παρ' αὐτοῖς ματρώνας, τουτέστι τὰς εὐγενίδας, τοὺς οἰκέτας ἑστιᾶν, καθάπερ ἐν τοῖς
3.21.32
Κρονίοις τουτὶ πράττειν ἔθος ἦν τοὺς κεκτημένους· ὧν αἱ μὲν δι' Ἄρεος τιμὴν
3.21.33
δουλεύουσι τοῖς ἄρρεσι τῶν οἰκετῶν διὰ τὴν κρείττονα φύσιν, οἱ δὲ– ἀποτρόπαιον
3.21.34
ὥσπερ θεραπείαν εἰσάγοντες τῷ Κρόνῳ– τοῖς ἑαυτῶν δούλοις ἐδούλευον, ὅπως μὴ ταῖς
3.21.35
ἀληθείαις νεμεσητόν τι παθόντες εἰς δουλείαν πολεμίων καταπέσωσιν.
3.23.1
Ἐπινέμησιν δὲ αὐτὴν Ἕλληνες ἐκ τοῦ πράγματος ὠνόμασαν. ἐπὶ γὰρ ζυγῷ
3.23.2
γενόμενος ὁ ἥλιος δείκνυσι τὴν τῶν καρπῶν ποιότητα· κατ' αὐτὴν δὲ φιλανθρώπως οἱ
3.23.3
πάλαι τοὺς φόρους τοῖς ὑπηκόοις ἐπένεμον, ὡς μὴ παρὰ τὴν τούτων ἐπίδοσιν ἀσεβῶς
3.23.4
δοκοῖεν βαρύνεσθαι οἱ φορολογούμενοι. εἰκότως οὖν αὐτὴν ἐπινέμησιν οἱονεὶ
3.23.5
διανομήν τινα τῶν δασμῶν ἐκάλεσαν. οὐ γὰρ ἦν οὕτως ἀδυσώπητος ἡ τῶν φόρων
3.23.6
εἴσπραξις οὐδ' ὡρισμένη τις ἢ μᾶλλον αὐξομένη κατὰ μικρόν, ἀλλὰ πρὸς τὸ χρειῶδες
3.23.7
τῶν ἀνακυπτόντων τοῖς κρατοῦσιν ἐγένετο. ταύτῃ καὶ ἐπιτάγματα τοὺς φόρους ἔτι καὶ
3.23.8
νῦν Ἀσιανοὶ καλοῦσιν. ὅθεν ἐπ' εἰρήνης ἐναπονεμόντων ἐπὶ πλεῖστον καὶ τὸ λοιπὸν
3.23.9
συγχωρουμένων τοῖς συντελέσι τῶν φόρων, τοιαῦτα ταῖς πόλεσι περιγέγονε θαυμαστά,
3.23.10
λουτρὰ λέγω καὶ ἀγοραὶ καὶ ὑδάτων ὁλκοὶ ἄπειρον εὐδαιμονίαν τῶν οἰκητόρων
3.23.11
κηρύττοντες .
3.23.12
4. t LIBER QUARTUS.

Intertext edge

Open linked passage

Note