Joannes Lydus Laurentius
De mensibus
Mens 4.59.7
Choose a text
More by Joannes Lydus Laurentius
—
Pg Scrape Grc
4.59.1
Τῇ πρὸ δεκαμιᾶς Καλενδῶν Ἀπριλίων δένδρον πίτυς παρὰ τῶν δενδροφόρων
4.59.2
ἐφέρετο ἐν τῷ Παλατίῳ. τὴν δὲ ἑορτὴν Κλαύδιος ὁ βασιλεὺς κατεστήσατο, ἀνὴρ οὕτω
4.59.3
δίκαιος περὶ τὰς κρίσεις, ὡς μητέρα τὸν ἑαυτῆς παῖδα ἀρνουμένην κελεῦσαι ὡσανεὶ
4.59.4
ξένην γαμηθῆναι αὐτῷ, τὴν δὲ ἀπειποῦσαν κρῖναι μητέρα. 4. 60 Τῇ πρὸ δέκα Καλενδῶν
4.59.5
Ἀπριλίων καθαρμὸς σάλπιγγος καὶ κίνησις τῶν ὅπλων, καὶ τιμαὶ Ἄρεος καὶ Νερίνης,
4.59.6
θεᾶς οὕτω τῇ Σαβίνων γλώσσῃ προσαγορευομένης, ἣν ἠξίουν εἶναι τὴν Ἀθηνᾶν ἢ καὶ
4.59.7
Ἀφροδίτην· νερίνη γὰρ ἡ ἀνδρία ἐστὶ καὶ νέρωνας τοὺς ἀνδρείους οἱ Σαβῖνοι καλοῦσιν.
4.59.8
αὐτὴν δὲ μετὰ Ἄρεος ἡγεῖσθαι τῶν πολέμων καὶ Ὅμηρος δείκνυσι λέγων· ταῦτα δ' Ἄρηι
4.59.9
θοῷ καὶ Ἀθηνᾷ πάντα μελήσει. οἱ γὰρ Ἀφροδίτην εἶναι νομίζοντες τὴν Νερίνην
4.59.10
πλανῶνται, καὶ μάρτυς κἀνταῦθα Ὅμηρος· οὔ τοι, τέκνον ἐμόν, δέδοται πολεμήϊα ἔργα.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).