Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De mensibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-lydus-laurentius" aria-label="More works by Joannes Lydus Laurentius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1.1
Ἰανουάριος. Ἀποχρώντως ἡμῖν εἴρηται, ἀρχὴν ἱερατικοῦ ἐνιαυτοῦ τὸν
4.1.2
Ἰανουάριον μῆνα τοῖς Ῥωμαίοις παρὰ τοῦ βασιλέως Νουμᾶ ὁρισθῆναι, καθ' ὃν τοῖς ὑπὲρ
4.1.3
σελήνην ἐνήγιζον, ὥσπερ ἐν τῷ Φεβρουαρίῳ τοῖς ὑπ' αὐτήν. ῥητέον τοίνυν περὶ Ἰανοῦ,
4.1.4
τίς τε ἄρα ἐστὶ καὶ τίς ἡ περὶ αὐτοῦ δόξα γέγονε τοῖς ἀρχαίοις. ὁ Λαβεὼν οὖν φησιν
4.1.5
αὐτὸν καλεῖσθαι Ἰανὸν Κονσίβιον τουτέστι βουλαῖον, Ἰανὸν Κήνουλον καὶ
4.1.6
Κιβούλλιον– οἱ γὰρ Ῥωμαῖοι κίβους τὴν τροφὴν ἐκάλουν– οἷον εὐωχιαστικόν, Πατρίκιον
4.1.7
ὡσεὶ αὐτόχθονα, Κλουσίβιον ἀντὶ τοῦ ὁδιαῖον, Ἰουνώνιον τουτέστιν ἀέριον, Κυρῖνον
4.1.8
ὡσανεὶ πρόμαχον, Πατούλκιον καὶ Κλούσιον οἱονεὶ θυρεόν, Κουριάτιον οἱονεὶ ἔφορον
4.1.9
εὐγενῶν· Κουριάτιοι γὰρ καὶ Ὁράτιοι ὀνόματα εὐπατριδῶν εἰσι. καὶ οἱ μὲν δίμορφον
4.1.10
αὐτὸν μυθο λογοῦσι, νῦν μὲν κλεῖς τῇ δεξιᾷ φέροντα ὡσανεὶ θυρεόν, νῦν δὲ τῇ μὲν
4.1.11
δεξιᾷ τριακοσίας τῇ δὲ ἑτέρᾳ ἑξήκοντα πέντε ψήφους ἀριθμοῦντα ὥσπερ τὸν ἐνιαυτόν.
4.1.12
ἔνθεν καὶ τετράμορφον ἀπὸ τῶν τεσσάρων τροπῶν· καὶ τοιοῦτον αὐτοῦ ἄγαλμα ἐν τῷ
4.1.13
φόρῳ τοῦ Νερβᾶ ἔτι καὶ νῦν λέγεται σεσωσμένον. Λογγῖνος δὲ Αἰωνάριον αὐτὸν
4.1.14
ἑρμηνεῦσαι βιάζεται ὡσεὶ τοῦ αἰῶνος πατέρα, ἢ ὅτι ἔνον τὸν ἐνιαυτὸν Ἕλληνες εἶπον,
4.1.15
ὡς Καλλίμαχος ἐν πρώτῳ αἰτιῶν· τετράενον Δαμάσου παῖδα Τελεστορίδην, ἢ ἀπὸ τῆς
4.1.16
ἴας ἀντὶ τοῦ τῆς μιᾶς κατὰ τοὺς Πυθαγορείους. ὅθεν ὁ Μεσσαλᾶς τοῦτον εἶναι τὸν αἰῶνα
4.1.17
νομίζει· καὶ γὰρ ἐπὶ τῆς πέμπτης τοῦ μηνὸς τούτου ἑορτὴν Αἰῶνος ἐπετέλουν οἱ πάλαι.
4.2.1
Δυοκαίδεκα πρυτάνεις πρὸς τοῦ Νουμᾶ τοὺς καλουμένους Σαλίους
4.2.2
ὁρισθῆναί φασιν ὑμνοῦντας τὸν Ἰανὸν κατὰ τὸν τῶν Ἰταλικῶν μηνῶν ἀριθμόν. ὁ δὲ
4.2.3
Βάρρων ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τῶν θείων πραγμάτων φησὶν αὐτὸν παρὰ Θούσκοις
4.2.4
οὐρανὸν λέγεσθαι καὶ ἔφορον πάσης πράξεως καὶ Ποπάνωνα διὰ τὸ ἐν ταῖς Καλένδαις
4.2.5
ἀναφέρεσθαι πόπανα. Φοντήϊος δὲ ἐν τῷ περὶ ἀγαλμάτων ἔφορον αὐτὸν οἴεται τοῦ
4.2.6
παντὸς χρόνου τυγχάνειν, καὶ ταύτῃ δωδεκάβωμον εἶναι τὸν αὐτοῦ ναὸν κατὰ τὸν τῶν
4.2.7
μηνῶν ἀριθμόν. ὁ δὲ Γάβιος Βάσσος ἐν τῷ περὶ θεῶν δαίμονα αὐτὸν εἶναι νομίζει
4.2.8
τεταγμένον ἐπὶ τοῦ ἀέρος, καὶ δι' αὐτοῦ τὰς τῶν ἀνθρώπων εὐχὰς ἀναφέρεσθαι τοῖς
4.2.9
κρείττοσι· ταύτῃ δίμορφος εἶναι λέγεται ἔκ τε τῆς πρὸς ἡμᾶς ἔκ τε τῆς πρὸς θεοὺς
4.2.10
ὄψεως. καὶ ἐν τῇ καθ' ἡμᾶς Φιλαδελφείᾳ ἔτι καὶ νῦν ἴχνος τῆς ἀρχαιότητος σώζεται· ἐν
4.2.11
γὰρ τῇ ἡμέρᾳ τῶν Καλενδῶν πρόεισι ἐσχηματισμένος αὐτὸς δῆθεν ὁ Ἰανὸς ἐν διμόρφῳ
4.2.12
προσώπῳ, καὶ Σατοῦρνον αὐτὸν καλοῦσιν οἷον Κρόνον. ὅ γε μὴν Λουτάτιος Ἥλιον
4.2.13
παρὰ τὸ ἑκατέρας πύλης ἄρχειν, ἀνατολῆς ἴσως καὶ δύσεως. φασὶ δὲ τὸν αὐτὸν καὶ
4.2.14
ἔφορον τῶν ἐπὶ πόλεμον ὁρμώντων τυγχάνειν καὶ διὰ μὲν τῆς μιᾶς ὄψεως ἀποπέμπειν
4.2.15
διὰ δὲ τῆς ἑτέρας ἀνακαλεῖσθαι τὸ στράτευμα. ὁ δὲ Πραιτέξτατος ὁ ἱεροφάντης, ὁ
4.2.16
Σωπάτρῳ τε τῷ τελεστῇ καὶ Κωνσταντίνῳ τῷ αὐτοκράτωρι συλλαβὼν ἐπὶ τῷ πολισμῷ
4.2.17
τῆς εὐδαίμονος ταύτης πόλεως, δύναμιν αὐτὸν εἶναί τινα βούλεται ἐφ' ἑκατέρας
4.2.18
Ἄρκτου τεταγμένην καὶ τὰς θειοτέρας ψυχὰς ἐπὶ τὸν σεληνιακὸν χορὸν ἀποπέμπειν.
4.2.19
καὶ ταῦτα μὲν οἱ Ῥωμαίων ἱεροφάνται· ἄλλος δέ φησι τὸν Ἰανὸν ἥρωα γενέσθαι καὶ
4.2.20
πρῶτον κατασκευάσαι τεμένη καὶ τιμὰς τοῖς θεοῖς ἐπιτελέσαι, καὶ διὰ τοῦτο μνήμην
4.2.21
αὐτοῦ ἐν τοῖς ἱεροῖς γενέσθαι. ὅ γε μὴν Δημόφιλος πρῶτον αὐτὸν βούλεται οἴκους καὶ
4.2.22
πυλεῶνας κατασκευάσαι καὶ ἀπὸ τῆς ἰανούας, ὅ ἐστι θύρας, Ἰανουάριον ὀνομασθῆναι.
4.2.23
ἔχειν δὲ αὐτὸν καὶ ἀδελφὴν τοὔνομα Καμασήνην. Ὀβίδιος ὁ Ῥωμαῖος Ἰανὸν ἀλληγορεῖ
4.2.24
τὸ χάος εἶναι. Δίων ὁ Ῥωμαῖος ἀρχαῖόν τινα ἥρωα Ἰανὸν λέγει, διὰ τὴν τοῦ Κρόνου
4.2.25
ξένισιν λαβόντα τὴν γνῶσιν τῶν μελλόντων καὶ τῶν προϋπαρχόντων, καὶ διὰ τοῦτο
4.2.26
διπρόσωπον ὑπὸ Ῥωμαίων πλάττεσθαι· ἐξ οὗ τόν τε μῆνα κληθῆναι Ἰανουάριον, καὶ
4.2.27
τὴν τοῦ ἔτους ἀρχὴν ἀπὸ τοῦ αὐτοῦ μηνὸς γίνεσθαι.
4.3.1
Οὗτος δὲ ὁ μὴν πρότερον Μονίας ἐκαλεῖτο ἀπὸ τῆς μονάδος. ἡ δὲ πρώτη τῶν
4.3.2
Καλενδῶν ἑορτὴ Ῥωμαίοις σεβασμιωτάτη. καὶ ὁ ὕπατος ἵππῳ λευκῷ ἐποχούμενος καὶ
4.3.3
αὐτὸς λευχείμων ἡγούμενος πομπῆς ἀνέτρεχεν ἐν τῷ Καπιτωλίῳ– τὸν δὲ τοιοῦτον
4.3.4
τρόπον τῆς πομπῆς πατρίως ὀβατίωνα ἐκάλουν ἐκ τῆς τῶν προβάτων θυσίας. καὶ τὸν
4.3.5
μὲν ἵππον προσέφερεν ὁ ὕπατος τῷ Διί– καὶ γὰρ Ἥλιος αὐτὸς κατὰ Φερεκύδην– εἶτ'
4.3.6
ἐκεῖθεν τὴν ὕπατον ἀναλαβὼν στολὴν προήρχετο. τοῦτο δὲ εἰς τιμὴν τοῦ Διὸς ὡσεὶ
4.3.7
καταγωνισθέντων ἐκείνῳ τῶν Γιγάντων, ἀντὶ τοῦ νικηθέντος τοῦ χείματος ὑπὸ τοῦ
4.3.8
ἡλίου. οἱ δὲ μυθικοὶ Βριάρεω τὸν χειμῶνα καλοῦσι πολύχειρά τινα, διὰ τὸ πολυσχιδῶς
4.3.9
τὸ ὑγρὸν ἐκχεῖσθαι κατ' αὐτόν. καὶ νῦν μὲν μάχεται ὁ Βριάρεως τῷ Διὶ οἱονεὶ τῷ ἡλίῳ,
4.3.10
καὶ σύμμαχος αὖθις αὐτῷ γίνεται διὰ τὸ τὴν ὑγρὰν οὐσίαν σύμμαχον εἶναι τῇ θερμῇ. 4. 4
4.3.11
Ἡλίου τοίνυν ἐπεκτείνοντος τὴν ἡμέραν πρόεισιν ὁ ὕπατος, καὶ ἡ μὲν ἡμέρα ἑορτῆς καὶ
4.3.12
ἐκεχειρίας. οἰωνοῦ δὲ χάριν οἱ ἄρχοντες ἐπὶ τῶν βημάτων ἐγίνοντο καὶ πάντα τὰ
4.3.13
στρατεύματα σὺν τοῖς ἐπισήμοις συνήγετο. καὶ πάλαι μὲν ἰσχάδας ἀλλήλοις ἐπεδίδοσαν,
4.3.14
ἀπὸ γλυκείας τροφῆς δῆθεν ἀπαρχόμενοι. φύλλα δὲ δάφνης ἐδίδοσαν ἅπερ ἐκάλουν
4.3.15
στρῆνα εἰς τιμὴν δαίμονός τινος οὕτω προσαγορευομένης, ἥτις ἔφορός ἐστι τῶν νικῶν.
4.3.16
τὸ δὲ στρῆνα καθ' Ἕλληνας τὸν εὐαρχισμὸν τὸν ἐπὶ ἐντρεχείας στρατιωτικῆς σημαίνει.
4.3.17
οὐ γὰρ– ὡς τὸ πλῆθος– ἀπάγεται παιγνίου καὶ ῥᾳστώνης χάριν. φασὶ δὲ Λατῖνον ἐκεῖνον
4.3.18
τοῦ Τηλεγόνου μὲν ἀδελφόν, Κίρκης δὲ παῖδα, πενθερὸν δὲ Αἰνείου, κτίζοντα τὴν τῆς
4.3.19
Ῥώμης ἀκρόπολιν πρὸ τῆς παρουσίας Αἰνείου εὑρεῖν ἐπὶ τοῦ τόπου δάφνην κατὰ τύχην
4.3.20
καὶ οὕτως πάλιν ἐᾶσαι αὐτὴν ἐκεῖσε διαμένειν· καὶ διὰ τοῦτο καὶ ἐνταῦθα Δάφνην
4.3.21
προσαγορεύουσι τὸ Παλάτιον. τὴν δάφνην δὲ οἱ παλαιοὶ τῷ Ἀπόλλωνι καθιεροῦσιν, ὅτι
4.3.22
πυρὸς πλῆρες τὸ φυτὸν ὥς φησιν ὁ Πλούταρχος καὶ ὁ Ἀπόλλων πῦρ· ὁ ἥλιος γάρ ἐστιν.
4.3.23
ὅθεν καὶ ἀπεχθάνεται δαίμοσι τοῦτο τὸ φυτὸν καὶ ἔνθεν ἂν εἴη δάφνη, ἐκποδὼν
4.3.24
δαίμονες, κἀν ταῖς μαντείαις καίοντες ταύτην οἱ ἄνθρωποι παράστασιν προφητείας
4.3.25
δοκοῦσιν εὑρηκέναι. οἱ παλαιότεροι δὲ τῷ Ἄρει τὴν δάφνην ἀνετίθησαν, οἱ δὲ μετ'
4.3.26
αὐτοὺς τῷ Ἡλίῳ, ὅθεν καὶ τοὺς νικητὰς τῶν πολεμίων δάφναις ἔστεφον, ὥσπερ τοὺς
4.3.27
σωτῆρας πάλιν τῇ δρυΐ, διὰ τὸ σωτηρίαν τοῖς πάλαι πρὸ τῆς εὑρήσεως τοῦ σίτου τὴν
4.3.28
δρῦν γεγενῆσθαι· βαλάνους γὰρ ἤσθιον οἱ παλαιοὶ ἀντὶ σίτου. ὁ δὲ Ἐλπιδιανὸς ἐν τῷ
4.3.29
περὶ ἑορτῶν στρήναν τὴν ὑγείαν τῇ Σαβίνων φωνῇ λέγεσθαί φησι, δι' ἣν φύλλα δάφνης
4.3.30
ἐπεδίδοτο τοῖς ἄρχουσι παρὰ τοῦ δήμου τῇ πρώτῃ τοῦ Ἰανουαρίου μηνός· ὑγείας γάρ
4.3.31
ἐστιν ἐργαστική. οὐδὲ γὰρ ἱερὰ νόσος ἢ δαίμων βαρὺς ἐνοχλήσει τῷ τόπῳ ἐν ᾧ δάφνη
4.3.32
ἐστίν, ὥσπερ οὐδὲ κεραυνὸς ὅπου συκῆ, ἀλλὰ καὶ σκεδαστικὴ φασμάτων ἐστί· ταύτῃ τοι
4.3.33
καὶ οἱ δι' ὀνείρων θείας τυχεῖν ἐπιφανείας ἱμειρόμενοι ἰσχάδων καὶ μόνων
4.3.34
μεταλαμβάνουσιν. ἐπεὶ δὲ καὶ φύλλα δάφνης μετὰ τῶν ἰσχάδων συνεπεδίδοντο,
4.3.35
ἐπεκράτησε μέχρι καὶ νῦν ἡ συνήθεια, ἐν τοῖς ἀγγείοις τῶν ἰσχάδων καὶ φύλλα δάφνης
4.3.36
ἐμβάλλεσθαι. διέμεινε δὲ ὅμως τὸ ἔθος ἐκ μόνης εὐπορίας ἐναλλαγέν· ἀντὶ μὲν γὰρ
4.3.37
ἰσχάδων ἐπιδίδωσι πόπανα, ἀντὶ δὲ τῶν φύλλων χρυσίον. πλακοῦντας δὲ Ῥωμαῖοι τὰ ἐκ
4.3.38
μέλιτος πόπανα καλοῦσι διὰ τὸ ἐν Πλακεντίᾳ τῇ πόλει τῆς Ἰταλίας πρῶτον ἐξ Ἑλλήνων
4.3.39
ἢ μᾶλλον ἐκ Σαμίων τὴν τοιαύτην ἐδωδὴν παρελθεῖν, καὶ διὰ τοῦτο οὕτως λέγεσθαι, ὡς
4.3.40
Ταραντῖνα ἀπὸ Τάραντος καὶ Κανουβικὰ ἀπὸ Κανούβου καὶ Κοπτὰ ἀπὸ Κοπτοῦ. Σάμιος
4.3.41
δέ τις πρῶτος μέλιτι φυράσας ἄρτον κατεσκεύασε Δίων καὶ τὴν λεγομένην σίσαμον
4.3.42
ἐξεῦρεν ἐν τῇ Σάμῳ· ὅθεν καὶ συγγενὲς προσηγορίᾳ τοῦ καρποῦ τὸ χωρίον.
4.5.1
Ἐδέχοντο δὲ ἐπὶ τῆς Ῥώμης οἱ αὐτοκράτορες φιλήματι τοὺς ἄρχοντας πρὸς
4.5.2
τιμὴν ἐλευθερίας, ἀπελαθέντων τῶν τυράννων διὰ Βρούτου τοῦ Ῥωμαίων ὑπάτου.
4.6.1
Ὅτι ἱερὸν κατὰ τὸν Ἰάμβλιχον ὁ δράκων ἐστί· λέγει γὰρ ὧδε· «θεῖον τὸ τοῦ
4.6.2
δράκοντος ζῶον, πνευματικώτατον πάντων ἑρπετῶν καὶ πυρῶδες· παρ' ὃ καὶ τάχος
4.6.3
αὐτῷ ἀνυπέρβλητον διὰ τοῦ πνεύματος, χωρὶς ποδῶν καὶ χειρῶν ἢ ἄλλου τινὸς τῶν
4.6.4
ἐκτός, δι' ὧν τὰ λοιπὰ ζῶα τὰς κινήσεις ποιεῖται· καὶ ποικίλων σχημάτων τύπους
4.6.5
ἀποτελεῖ καὶ κατὰ τὴν πορείαν ἑλικοειδεῖς ἔχει τὰς ὁρμὰς ἐφ' ὃ βούλεται τάχος.
4.6.6
πολυχρονιώτατος δέ ἐστι, καὶ οὐ μόνον ἐκδυόμενος τὸ γῆρας νεάζει, ἀλλὰ καὶ αὔξησιν
4.6.7
ἐπιδέχεσθαι μείζονα πέφυκε, καὶ ἐπειδὰν τὸ ὡρισμένον μέτρον πληρώσῃ, εἰς ἑαυτὸν
4.6.8
ἀναλίσκεται. διὸ καὶ ἱεροῖς τοῦτο τὸ ζῶον καὶ μυστηρίοις συμπαρείληπται.» ὀξύτατα δὲ
4.6.9
πάντων βλέπει, ὅθεν καὶ δράκων ὠνόμασται.
4.7.1
Ἐν ταύτῃ τῇ ἡμέρᾳ Τραιανὸς τῇ πάντων Τύχῃ καθιέρωσε ναόν, θεσπίσας
4.7.2
κατὰ τὸν ἱερὸν νόμον, μηδένα παρὰ τὸν θύσαντα γεύεσθαι τῆς θυσίας. ὅτι οὐδαμοῦ τοῦ
4.7.3
τῆς Τύχης ὀνόματος Ὅμηρος μέμνηται, Ἡσίοδος μέντοι. Εἱμαρμένη οἱονεὶ εἰρομένη διὰ
4.7.4
τὸ χρόνου δεῖσθαι καὶ διαστάσεως, ἵνα ὁ εἱρμὸς τῶν ὑποκειμένων σώζηται. ὅτι τὸ τῆς
4.7.5
Τύχης καὶ Εἱμαρμένης ἐπὶ τῆς γενέσεως προβέβληται ὄνομα· καὶ μάρτυς Ἑρμῆς ἐν τῷ
4.7.6
καλουμένῳ τελείῳ λόγῳ οὕτως εἰπών· «αἱ καλούμεναι ἑπτὰ σφαῖραι ἔχουσιν ἀρχὴν τὴν
4.7.7
καλουμένην τύχην ἢ εἱμαρμένην, ἥτις πάντα ἀλλοιοῖ καὶ ἐπὶ τῶν αὐτῶν οὐκ ἐᾷ μένειν.
4.7.8
ἡ δὲ εἱμαρμένη ἐστὶ καὶ ἡ εἱμαρτὴ ἐνέργεια ἢ αὐτὸς ὁ θεὸς ἢ ἡ μετ' ἐκείνην τεταγμένη
4.7.9
κατὰ πάντων οὐρανίων τε καὶ ἐπιγείων μετὰ τῆς ἀνάγκης τάξις. καὶ ἡ μὲν αὐτὰς κύει
4.7.10
τὰς ἀρχὰς τῶν πραγμάτων, ἣ δὲ καταναγκάζει καὶ τὰ τέλη γίνεσθαι· ταύταις δὲ
4.7.11
ἀκολουθεῖ τάξις καὶ νόμος καὶ οὐδὲν ἄτακτον». ὅτι κατὰ τὰ Ἑρμοῦ δόγματα μᾶλλον ὁ
4.7.12
Πορφύριος δοκεῖ λέγειν περὶ τύχης, λέγων οὕτω· «τὴν τύχην οἱ παλαιοὶ τῷ ἑπτὰ ἀριθμῷ
4.7.13
συνῆπτον, ὡς τὴν τῶν ἑπτὰ ἐπίκλωσιν ἔχουσαν, ὅσα εἰς τὸ ζῶον καὶ τὴν ἐκτὸς τούτου
4.7.14
ἐνέργειαν ἀπ' αὐτῆς ἐπικλώθεται ταύτης κυρίας πάντων γινομένης». καὶ τὸν καιρὸν δὲ
4.7.15
τῇ τύχῃ προσνέμουσι, διότι ὁ καιρὸς ἐν τοῖς πράγμασι καὶ εὐστοχία ἑκάστου πρὸς τὸ
4.7.16
ὑποκείμενον. ὁ δὲ Πρόκλος ἐν ὑποτυπώσει τῆς Πλατωνικῆς φιλοσοφίας περὶ τῶν τῆς
4.7.17
ψυχῆς δογμάτων ταῦτα λέγει· «οἱ μὲν ἡλιακοὺς ἔλαχον δαιμόνων ἡγεμόνας, οἱ δὲ
4.7.18
σεληνιακούς, ἄλλοι δὲ ἄλλους. πρὸς τοίνυν τὴν φύσιν τῶν ἡγεμόνων πρόεισιν
4.7.19
ἀνθρώποις τὰ εὐτυχήματα· διὰ γὰρ μέσων αὐτῶν ἀπὸ τῶν θείων εἰς ἡμᾶς διαπέμπεται
4.7.20
τὰ ἀγαθὰ κατ' ἀξίαν». καὶ μάρτυς ὁ Εὐριπίδου Πηλεύς· θεοῦ γὰρ ἐκτὸς οὐδεὶς εὐτυχεῖ
4.7.21
βροτός. Φεῦ τῶν βροτείων ὡς ἀνώμαλοι τύχαι; οἱ μὲν γὰρ εὖ πράσσουσι, τοῖς δὲ
4.7.22
συμφοραὶ σκληραὶ πάρεισιν εὐσεβοῦσι πρὸς θεοῦ. Ῥωμαῖοι δὲ μηδὲν ἕτερον παρὰ τὴν ἐν
4.7.23
ἀνθρώποις εὐδαιμονίαν εἶναι νομίζοντες αὐτὴν καὶ μόνην τῶν πάντων ἡγεῖσθαι
4.7.24
νενομίκασι, Φορτοῦναν αὐτὴν ἀπὸ τῆς φορᾶς ἐμφερῶς ὀνομάσαντες. δῆλον δὲ ὅτι ὁ μὲν
4.7.25
Πλάτων κατὰ τὴν ἔνθεον αὐτοῦ ἀφέλειαν μέμνηται ἀπολύτως τοῦ τύχης ὀνόματος, οὐ
4.7.26
μὴν θεολογῶν ἐν τάξει θεῶν τίθησι αὐτήν. Ἀριστοτέλης δὲ καὶ Θεόφραστος καὶ πάντες
4.7.27
οἱ κατ' αὐτοὺς οὐδὲ εἶναι αὐτὴν ἀξιοῦσι φάσκοντες· εἰ ἔστιν ἀρετή, οὐκ ἔστι τύχη· ἄνω
4.7.28
γὰρ καὶ κάτω τὰ τῆς τύχης ἐν τοῖς ἀνθρωπίνοις γυμνάζεται πράγμασι, πλούτῳ δὲ καὶ
4.7.29
δυνάμει καὶ διαφερόντως ἀδικίᾳ· οἱ δὲ πρὸς ἀρετὴν ἔχοντες καὶ θεοῦ μεμνημένοι καὶ
4.7.30
κρείττονας ἐπὶ τῶν ἀΰλων καὶ μακαρίων πραγμάτων ἐλπίδας σαλεύοντες
4.7.31
καταφρονοῦσι τῶν τῇδε καλῶν· οὐδὲν γὰρ ἀσφαλές ἐστι τῆς τύχης, ὡς Εὐριπίδης ἐν
4.7.32
Ὑψιπύλῃ. Ὦ θνητὰ παραφρονήματ' ἀνθρώπων· μάτην οἵ φασιν εἶναι τὴν τύχην ἀλλ' οὐ
4.7.33
θεούς· εἰ γὰρ τύχη μὲν ἔστιν, οὐδὲν δεῖ θεοῦ, εἰ δ' οἱ θεοὶ σθένουσιν, οὐδὲν ἡ τύχη.
4.7.34
εἰκαῖον γάρ τι καὶ ἀνούσιον τὸ τῆς τύχης ὄνομα. τὰ τῶν ἀνθρώπων πράγματα κλίμακι
4.7.35
πέφυκεν ἐξομοιοῦ σθαι διὰ τὴν ἀνώμαλον αὐτῶν φοράν· «ἐν μιᾷ γάρ», ὡς ἔφη τις,
4.7.36
ἡμέρᾳ τὸν μὲν καθεῖλεν ὑψόθεν, τὸν δ' ἦρ' ἄνω, μηδενὸς ἐν ὁμοίῳ πεφυκότος μένειν
4.7.37
τῶν παρ' ἡμῖν, ἀλλὰ παντοίαις μεταβάλλοντος τροπαῖς. ἢ οὐκ ἄρχοντες μὲν ἐξ ἰδιωτῶν,
4.7.38
ἰδιῶται δὲ ἐξ ἀρχόντων, πένητες δὲ ἐκ πλουσίων καὶ ἐκ πενήτων πολυχρήματοι, καὶ
4.7.39
ἔνδοξοι μὲν ἐξ ἠμελημένων, ἐπιφανέστατοι δὲ ἐξ ἀδόξων γίνονται; χείρους οἱ τοῦ
4.7.40
πλούτου παρὰ τὸ μέτρον ἐφιέμενοι, πλοῦτος γὰρ μᾶλλον κακίας ἢ καλοκἀγαθίας
4.7.41
ὑπηρέτης ἐστί, φησὶν Ἰσοκράτης ὁ ῥήτωρ· καὶ οἶμαι τούτοις προσσχόντα τὸν Πλάτωνα
4.7.42
φάναι, μηδένα γίνεσθαι μεγίστου πλούτου κύριον, εἰ μὴ τὸν προεζημιωμένον τὴν
4.7.43
ψυχήν. 4. 8 Τῇ πρώτῃ τοίνυν ὡς ἔφημεν τῶν Καλενδῶν ἐθέσπιζον οἱ ἱερεῖς κατὰ τοὺς
4.7.44
Σιβυλλίους χρησμοὺς ὑπὲρ ὑγείας χρῆναι πάντας ἀπὸ πρωῒ πρὸ πάσης ἑτέρας τροφῆς
4.7.45
ἀπογεύεσθαι ἀκράτου οἴνου εἰς ἀποτρόπαιον ποδαλγίας. ἰστέον δὲ κατὰ τὴν ἡμέραν τῶν
4.7.46
Καλενδῶν τὸν ἥλιον ἐφ' ὕψους γίνεσθαι, τὸν δὲ Στέφανον δύεσθαι ὄρθρου.
4.9.1
Τῇ δὲ ἑξῆς, ἥτις ἐστὶ πρὸ τεσσάρων Νωνῶν Ἰανουαρίων, ἐσχόλαζον διὰ τὰ
4.9.2
ἱερὰ τὰ ἱπποδρόμια. οἱ δὲ πρὸ τῆς ἐπὶ τὴν ἱπποδρομίαν προόδου, συμπαρόντων αὐτοῖς
4.9.3
τῶν ἀρχιερέων, ἐνήγιζον τοῖς δαίμοσιν, ἐπὶ δὲ τῶν ἀγυιῶν τὰ παρ' αὐτοῖς καλούμενα
4.9.4
μιλιαρίσια τῷ πλήθει ἐπεδίδοσαν εἰς τιμὴν Σκιπίωνος· πρῶτος γὰρ αὐτὸς ἐπὶ τῆς
4.9.5
ἑκατοστῆς ἐννάτης Ὀλυμπιάδος δι' ἔνδειαν χρυσίου τοῖς στρατιώταις τὰ μιλιαρίσια
4.9.6
κατασκευάσας ἐπιδέδωκεν, Ἀννίβου τοῖς πράγμασιν ἐπικειμένου. ὅτι κέρδος ἡ ἐπίκαιρος
4.9.7
δόσις λέγεται καὶ μιλιαρίσια ἀπὸ τῆς μιλιτίας οἱονεὶ τῆς στρατιᾶς ὠνομάσθησαν. ὁ δὲ
4.9.8
Δάρδανος ἐν τῷ περὶ σταθμῶν χιλίων ὀβολῶν λέγει πάλαι γενέσθαι τὸ μιλιαρίσιον, καὶ
4.9.9
ἀπὸ τῆς χιλιάδος τῶν ὀβολῶν οὕτως ὀνομασθῆναι.
4.10.1
Μετ' αὐτὴν βότα πούβλικα ὡσανεὶ δημοσίαι εὐχαί. ἱερούργουν δὲ καὶ οἱ
4.10.2
ὕπατοι ὑπὲρ τῆς πολιτείας καὶ τοῦ δήμου τοῦ Ῥωμαϊκοῦ, καὶ πάντες οἱ ἄρχοντες
4.10.3
ἐξώμνυντο τὰ δίκαια φυλάττειν τοῖς ὑπηκόοις. καὶ τοῦτ' ἔπραττον ὥσπερ ἐξ ἀνάγκης,
4.10.4
ἐπεὶ πολλάκις παρανομοῦντες οἱ ἄρχοντες ἢ ἐπὶ δεκασμοῦ ἁλόντες ἐν φρουρᾷ πρὸς τῶν
4.10.5
δημάρχων ἀπετέθησαν. καὶ ἀδεῶς τὸ πλῆθος ἀπέσκωπτεν εἰς τοὺς ἄρχοντας οὐ
4.10.6
ῥήμασιν, ἀλλὰ καὶ σχήμασιν ἐπὶ τὸ γελοιῶδες ἔχουσι· τοῦτο δὲ ἔπραττον εἰς τιμὴν
4.10.7
ἐλευθερίας, καὶ οἱ ἄρχοντες ἐνεδίδοσαν, ὡσανεὶ νόμῳ τῇ συνηθείᾳ παραχωροῦντες. καὶ
4.10.8
ἀνέφερον τὴν οἰωνοσκοπίαν οἱ ὕπατοι τοῖς αὐτοκράτορσι, δι' ἧς ἐγινώσκετο, ποταπὸς
4.10.9
ἄρα ἔσται ὁ ἐνιαυτός. ἐπειδὴ γὰρ οἱ φυσικοὶ τὴν μὲν πρώτην τῆς ἑβδομάδος ἡμέραν τῷ
4.10.10
Ἡλίῳ ἀναγράφουσι, τὴν δὲ δευτέραν τῇ Σελήνῃ, τὴν δὲ τρίτην Ἄρει, τὴν δὲ τετάρτην
4.10.11
Ἑρμῇ, τὴν πέμπτην δὲ τῷ Διί, τὴν δὲ ἕκτην τῇ Ἀφροδίτῃ, τὴν δὲ ἑβδόμην τῷ Κρόνῳ, εἰ
4.10.12
μὲν συνέβη ἡμέρᾳ Ἡλίου συνδραμεῖν τὴν ἑορτὴν τῶν Καλενδῶν ἤγουν τὴν πρώτην τοῦ
4.10.13
Ἰανουαρίου, πολέμους καὶ ἀρχόντων διαφορὰς καὶ τῶν ὑπηκόων δι' αὐτοὺς διχονοίας
4.10.14
ἀνέμενον, τοὺς δὲ ξηροὺς καρποὺς ἀφθόνους καὶ φήμας παραδόξους· εἰ δὲ Σελήνης,
4.10.15
τοιαῦτα μὲν οὐκέτι, φθορὰν δὲ βρεφῶν καὶ σπάνιν τῶν ἐπιτηδείων ἔαρ τε ψυχρόν, τὰ δ'
4.10.16
ἀκρόδρυα δαψιλῶς ἐπιδώσειν ᾤοντο· εἰ δ' Ἄρεος, ἐμπρησμοὺς μὲν καὶ νόσους, οἴνου δὲ
4.10.17
καὶ ἐλαίου καὶ ὀσπρίων ἀφθονίαν καὶ στάσιν ἐμφύλιον· ὅταν δὲ Ἑρμοῦ, φθορὰν μὲν
4.10.18
νηπίων καὶ νόσους ἐκ ῥύσεως γαστρὸς καὶ ταῖς μέσαις ἐν ἡλικίᾳ γυναιξὶ φθορὰν καὶ
4.10.19
λιμὸν ἀπευκταῖον καθόλου. ἐν δὲ τῇ Διὸς ἡμέρᾳ ἐμπιπτούσης τῆς τῶν Καλενδῶν ἑορτῆς
4.10.20
πάντα μὲν ἀγαθὰ ἐδίδοτο προσδοκᾶν, χιονώδη δὲ καὶ ὑετώδη τὸν καιρόν, ὡς μηδὲ τοὺς
4.10.21
ποταμοὺς ταῖς ἰδίαις ἀρκεσθῆναι κοίταις· ἐπὶ δὲ τῆς ἕκτης, ἥτις Ἀφροδίτης εἶναι
4.10.22
νομίζεται, τοῖς μὲν ἄρχουσι θόρυβον, τοῖς δὲ καρποῖς ἐπίδοσιν, καὶ τοῖς κοινοῖς
4.10.23
πολέμους βαρεῖς, φθοράν τε ἀνθρώπων καὶ διαφερόντως τῆς νεολαίας ἀνέμενον· κατὰ
4.10.24
δὲ τὴν ἑβδόμην χειμῶνα μὲν πάντως– καὶ γὰρ ψυχρὸς ὁ Κρόνος– εὐετηρίαν τε ὅσην, ἐπεὶ
4.10.25
ἔφορος τῶν καρπῶν αὐτὸς εἶναι ὑπείληπται, νόσους τε καὶ κινδύνους καὶ ἀνέμους τῷ
4.10.26
θέρει καὶ χαλάζης ἐπιφορὰν περὶ τὸν καρκῖνον καὶ φήμην τοῖς πράγμασιν ἀδόκητον
4.10.27
οἰωνίζοντο .
4.11.1
Ὅτι τὸν φοίνικά φασιν διὰ πεντακοσίων ἐτῶν εἴς τινα τόπον τῆς ἄνω
4.11.2
Ἰνδίας κατιέναι καὶ παρασκευάζειν ἑαυτῷ ἔκ τε κινναμώμου καὶ φύλλων νάρδου τε καὶ
4.11.3
μαράθου θημῶνα ἐπιβαίνειν τε τούτου· οὗ δῆθεν ἐξαπτομένου ὑπό τινος αἰφνιδίου
4.11.4
δαίμονος αὐτὸν μὲν ἀναλίσκεσθαι τῷ πυρὶ τὸν φοίνικα· μετ' οὐ πολὺ δὲ ἐξ αὐτοῦ
4.11.5
παραπλήσιον ἀναφύεσθαι σκώληκα, πτεροποιηθέντα δὲ παραχρῆμα ἐπὶ τὸν ἥλιον
4.11.6
ἀνίπτασθαι. πράττεται δὲ τοῦτο ἐπὶ τοῦ ἐν Ἡλίου πόλει βωμοῦ κατὰ τὸν Ἀπολλώνιον·
4.11.7
τοὐντεῦθεν δὴ τῶν ἐνδοξοτάτων κατὰ τὴν Αἴγυπτον συνελθόντων τινῶν μετέωρος
4.11.8
ἀρθεὶς μετὰ παραπομπῆς τῶν ἀθροισθέντων ἄπεισιν ὅθεν ἧκεν.
4.12.1
Ὅτι διοσημείας γινομένης παρὰ Ῥωμαίοις οὔτε στρατιὰ ἐκινεῖτο οὔτε
4.12.2
ἐκκλησία συνετελεῖτο, κἂν εἰ ὀλίγων ψεκάδων ἐπέψαυε κώλυμα.
4.13.1
Ὅτι ᾧ τρόπῳ ὁ τοῦ μάγνητος λίθος τὸν σίδηρον ἐφ' ἃ κινεῖται διὰ τὴν
4.13.2
ἐμφέρειαν τῆς κατὰ τὸν ἀσώματον λόγον ὁμοουσίου δυνάμεως μεταφέρει, τούτῳ τῷ
4.13.3
τρόπῳ τὰ ἐμφερῆ ἄψυχα τοῖς ἐμφερέσιν ἐμψύχοις ὑπακούει μεταφερόμενα. ὅτι δὲ
4.13.4
ἐμφερὴς τῷ μάγνητι λίθῳ κατά τινα δύναμιν ὁ σίδηρος εὐμαρὲς συνιδεῖν· ὁ γὰρ ἐξ
4.13.5
αὐτοῦ μεταλλευθεὶς σίδηρος οὐδὲν ἧττον τὸν ἐξ ἄλλης ὕλης μεταλλευθέντα σίδηρον εἰς
4.13.6
ὃ κινεῖται μεταφέρει, πλὴν εἰ μὴ χυλῷ κρομμύων ἀλιφῇ, ὡς τοῖς φυσικοῖς δοκεῖ. αὖθις
4.13.7
δὲ τραγείῳ αἵματι χριόμενος ὁ μάγνης τὴν ἑλκτικὴν ἀναδέχεται δύναμιν.
4.14.1
Ἡ γένεσις τοῦ πιπέρεως κατὰ τοὺς παλαιοὺς καὶ Κτησίαν τὸν Κνίδιον
4.14.2
τοιαύτη· ἔθνος ἐστὶ κατὰ τὴν Ἀζούμην, Βησσάδαι τοὔνομα, σώμασι σμικροῖς καὶ
4.14.3
ἀδρανεστάτοις κεχρημένοι, κεφαλαῖς μεγάλαις καὶ ἀκάρτοις καὶ παρὰ τὴν Ἰνδῶν φύσιν
4.14.4
ἁπλόθριξιν· σπηλαίοις δὲ ἐνοικοῦσιν ὑπογείοις καὶ κρημνοβατεῖν ἐπιστάμενοι διὰ τὴν
4.14.5
τοῦ τόπου συντροφίαν. οὗτοι ἀπὸ δενδρυφίων κολοβῶν ταῖς θάμνοις παραφυομένων τὸ
4.14.6
πέπερι δρεπόμενοι συνάγουσιν. ὁ δὲ Μάξιμός φησι· «φυτόν ἐστι ἐν τῇ Ἰνδίᾳ πρῶτον μὲν
4.14.7
ἀνάκανθον, φυτουργούμενον δὲ ὡς ἄμπελος ἀναδενδρὰς ἢ ὑπὸ χάρακα, φέρει δὲ τὸν
4.14.8
καρπὸν βοτρυώδη ὡς τερέβινθος, ἔχει δὲ φύλλον κισσῶδες ὑπόμακρον· φυτευόμενον δὲ
4.14.9
τριετὲς ἄρχεται καρποφορεῖν, θνήσκει δὲ ὀκταετές· τρυγηθὲν δὲ οὐ φρυγόμενον
4.14.10
μελαίνεται, ἀλλ' ἐκ τοῦ ἐν τῷ ἡλίῳ διατίθεσθαι· ὅθεν συμβαίνει τὸ σκιόψυκτον λευκὸν
4.14.11
διαμένειν .
4.15.1
Ὅτι ποντίφικες οἱ ἀρχιερεῖς παρὰ Ῥωμαίοις ἐλέγοντο, καθάπερ ἐν Ἀθήναις
4.15.2
τὸ πάλαι γεφυραῖοι πάντες οἱ περὶ τὰ πάτρια ἱερὰ ἐξηγηταὶ καὶ ἀρχιερεῖς– διοικηταὶ τῶν
4.15.3
ὅλων– ὠνομάζοντο, διὰ τὸ ἐπὶ τῆς γεφύρας τοῦ Σπερχειοῦ ποταμοῦ ἱερατεύειν τῷ
4.15.4
Παλλαδίῳ. πόντην γὰρ οἱ Ῥωμαῖοι τὴν γέφυραν καλοῦσι, καὶ ποντίλια τὰ γεφυραῖα
4.15.5
ξύλα. ὅθεν καὶ πραξιεργίαι δῆθεν ἐκαλοῦντο ὡσανεὶ τελεσταί. τοῦτο γὰρ σημαίνει τὸ
4.15.6
πόντιφεξ ἀπὸ τοῦ δυνατοῦ ἐν ἔργοις.
4.16.1
Τῇ πρὸ δέκα ὀκτὼ Καλενδῶν Φεβρουαρίων ἀνεμομαχίαν ὁ Βάρρων λέγει
4.16.2
γίνεσθαι, Δημόκριτος δὲ τὸν λίβα μετὰ ὄμβρου φησὶ γίνεσθαι.
4.17.1
Οἱ φιλόσοφοί φασι Διοσκόρους εἶναι τὸ ὑπὸ γῆν καὶ ὑπὲρ γῆν ἡμισφαίριον·
4.17.2
τελευτῶσι δὲ ἀμοιβαδὸν μυθικῶς, οἱονεὶ ὑπὸ τοὺς ἀντίποδας ἐξ ἀμοιβῆς φερόμενοι. οἱ
4.17.3
δὲ περὶ Ἐπιμενίδην ἄρρενα καὶ θήλειαν ἐμύθευσαν τοὺς Διοσκόρους, τὸν μὲν αἰῶνα,
4.17.4
ὥσπερ μονάδα, τὴν δὲ φύσιν, ὡς δυάδα, καλέσαντες· ἐκ γὰρ μονάδος καὶ δυάδος ὁ πᾶς
4.17.5
ζωογονικὸς καὶ ψυχογονικὸς ἐξεβλάστησεν ἀριθμός. ἰστέον δὲ κατὰ ταύτην τὴν ἡμέραν
4.17.6
τοὺς ἐρίφους δύεσθαι καὶ τροπὴν γίνεσθαι κατὰ Φίλιππον.
4.18.1
Πρὸ δεκαπέντε Καλενδῶν Φεβρουαρίων ὁ Δημόκριτος λέγει δύεσθαι τὸν
4.18.2
δελφῖνα καὶ τροπὴν ὡς ἐπὶ πολὺ γίνεσθαι. πρὸ δεκατριῶν Καλενδῶν Φεβρουαρίων ὁ
4.18.3
μὲν Εὐκτήμων τὸν καρκῖνον δύεσθαι, ὁ δὲ Κάλλιππος τὸν ὑδροχόον ἀνίσχειν λέγει, ὃν
4.18.4
Δευκαλίωνα Ἵππαρχος καλεῖ... βήσσαις καὶ χαράδραις τῶν ὀρῶν. πρὸ δεκαδύο
4.18.5
Καλενδῶν Φεβρουαρίων Εὔδοξος τὸν ὑδροχόον ἀνίσχειν λέγει. πρὸ δεκαμιᾶς Καλενδῶν
4.18.6
Φεβρουαρίων τὸν ἥλιον ἐν ὑδροχόῳ γενέσθαι ὁ Καῖσαρ λέγει, ὁ δὲ Εὔδοξος ἀνίσχειν
4.18.7
αὐτὸν καὶ βροχὰς σημαίνειν· τῇ δὲ πρὸ δέκα Καλενδῶν Φεβρουαρίων ὁ Δημόκριτος
4.18.8
ἄνεμον λίβα πνεῦσαι λέγει.
4.19.1
Ὅτι Φάβιος ὁ βουλευτὴς κατεδικάσθη ὑπὸ τῆς βουλῆς, ὅτι παρὰ τὸν
4.19.2
διωρισμένον τῷ νόμῳ ἄργυρον ἐδείκνυτο κεκτημένος. οὐδὲ γὰρ ἐφεῖτο παρὰ τὴν ἀξίαν
4.19.3
κεκτῆσθαί τινι, ἀλλ' οὐδὲ σηρικῇ χρῆσθαι ἐσθῆτι τοῖς τυχοῦσι, κἂν εὔποροι εἶεν, μόνοις
4.19.4
δὲ τοῖς πατρικίοις τοῦτο κατ' ἐξαίρετον ἀνενήνεκτο.
4.20.1
Τὸν Δομετιανὸν δεσπότην ἐκάλουν, ἀλλ' οὐ βασιλέα, διὰ τὸ τυραννικὸν
4.20.2
αὐτοῦ .
4.21.1
Τὴν Ἥραν ἔνιοι τῶν φυσικῶν τὸ ὕδωρ εἶναι ἀξιοῦσι, τὸν δὲ Δία τὸ πῦρ·
4.21.2
μίξει δὲ ὑγρότητος καὶ θερμότητος τίκτεσθαι τοὺς καρπούς. ἀλλὰ καὶ Σελήνην αὐτὴν
4.21.3
θεολογοῦσιν, οἷα ἐπὶ τῆς ὑγρᾶς οὐσίας τεταγμένην, καὶ τὸν Ἄρεα ἐξ αὐτῆς τεχθῆναι
4.21.4
λέγουσιν, ἀντὶ τοῦ ταῖς συνθλίψεσι τῶν νεφελῶν τὸ ἀέριον καὶ δραστικὸν πῦρ· καὶ
4.21.5
ταῶνα τὸν ὄρνιθα τοῖς ἱεροῖς τῆς Ἥρας οἱ φυσικοὶ διδόασιν οἱονεὶ τὸν ἀστερωπὸν ἀέρα
4.21.6
ἤτοι οὐρανόν.
4.22.1
Ὅτι τὴν Ἀθηνᾶν οἱ περὶ τὸν Κίγκιον πνεῦμα θεῖον εἶναι βούλονται καὶ
4.22.2
ἄφθαρτον· ὅθεν καὶ Ἀθάναν αὐτὴν παρὰ τὸ ἀθάνατον Εὐριπίδης καλεῖ· ταύτην τε ἐκ τῆς
4.22.3
κεφαλῆς τοῦ Διὸς προελθεῖν ὡσανεὶ ἐκ τοῦ οὐρανοῦ· κεφαλὴ γὰρ τοῦ παντὸς κόσμου
4.22.4
οὐρανὸς κατὰ τοὺς Δία τὸν ἅπαντα καλοῦντας κόσμον. Τριτογένειαν δὲ αὐτὴν καὶ
4.22.5
Τριτωνίδα καλοῦσιν, οὐ διὰ τὴν ἐκ Τρίτωνος κατὰ τοὺς ποιητὰς γένεσιν, ἀλλὰ διὰ τὸ
4.22.6
τρισσὰς εἶναι τὰς τῆς ψυχῆς ἐνεργείας. καὶ οἱ Χαλ δαῖοι δέ φασι τὴν ψυχὴν ἁπλῆν εἶναι
4.22.7
καὶ νοερὰν καὶ λογικὴν, προϊοῦσαν δὲ ἐκ τῶν νοητῶν ἐπὶ τὸν αἰσθητὸν κόσμον ἀπὸ μὲν
4.22.8
τοῦ αἰθέρος προσλαμβάνειν τὸ θυμικόν· καὶ γὰρ ἐμπύριος ὁ αἰθήρ· ἀπὸ δὲ τῆς
4.22.9
σεληνιακῆς σειρᾶς τὸ ἐπιθυμητικόν· καὶ γὰρ ὑγρὰ τὴν φύσιν ἡ σελήνη· ὅθεν καὶ αἱ περὶ
4.22.10
ἐρώτων μαγγανεῖαι πρὸς τὴν σελήνην οἷα δὴ Ἀφροδίτην ὥς φασι καταπράττονται. οἱ δὲ
4.22.11
Ἀθηνᾶν τὸν ἀέρα, Τριτογένειαν δὲ αὐτὴν διὰ τὸ τρισὶ μεταβολαῖς ἀλλοιοῦσθαι τὸν ἀέρα,
4.22.12
εἰς ἔαρ δῆλον, θέρος τε καὶ χειμῶνα· γλαυκῶπιν δὲ διὰ τὴν τοῦ ἀέρος ὄψιν ἔγγλαυκον
4.22.13
εἶναι. Περσέα δὲ τὸν ἥλιον καὶ Γοργόνα τὴν ἡμέραν ἐκ τοῦ τάχους, οἷον εἰπεῖν, ὅτι διὰ
4.22.14
τοῦ ἀέρος ὁ ἥλιος ἀποτρέχων ἀποτέμνει τὰς ἡμέρας, ὑπὸ τῆς Ἀθηνᾶς, οἱονεὶ τῆς
4.22.15
προνοίας, τὴν ἅρπην– ἀντὶ τῆς ὀξύτητος– λαβών· καὶ διὰ τοῦτο ἐν τοῖς ὡρολογίοις ἔθος
4.22.16
ἐγγλύφεσθαι Γοργόνα ἀντὶ τοῦ τὴν ἡμέραν. ὑγεία ἐστὶν ἡ τῶν ἐναντίων ποιοτήτων
4.22.17
κατὰ τὸν σωστικὸν λόγον ἐπικρατοῦσα δύναμις.
4.23.1
Οὔλπιος ἐκαλεῖτο ὁ Τραϊανὸς κατὰ τὴν τοῦ πατρὸς προσηγορίαν, Κρινῖτον
4.23.2
δὲ αὐτὸν οἱονεὶ εὐπλόκαμον τοῖς Ῥωμαίοις ἐδόκει καλεῖν διὰ τὴν περὶ τὰς τῆς κεφαλῆς
4.23.3
αὐτοῦ τρίχας σπουδήν. καὶ τὸ μὲν σῶμα ἦν βραχύς, τὰ δ' ἄλλα ἀγαθὸς τὸν τρόπον ἐν
4.23.4
συνασκήσει ὅπλων τε καὶ γυμνασίᾳ σώματος, οὐκ εὐγενοῦς τυγχάνων φαμιλίας·
4.23.5
τριβοῦνος γὰρ ἦν πρότερον ἤγουν φύλαρχος. συναισθανόμενος δὲ ὡς ἐραστής ἐστιν ὁ
4.23.6
Νερβᾶς........... τοῦ ὄντος αὐτῷ προαστείου– καὶ γὰρ ὅμοροι μᾶλλον περὶ τὴν κτῆσιν
4.23.7
ἀλλήλων ἐτύγχανον– συγγράψας αὐτίκα δωρεᾶς γραμματεῖον ἐπὶ τῷ προαστείῳ τῷ
4.23.8
Νερβᾷ προσεκόμισεν· ὁ δὲ ἀγασθεὶς τὸν Τραϊανὸν εἰς υἱοθεσίαν ἔλαβεν, ἔνθα γίνεται
4.23.9
αὐτῷ πάροδος ἐπὶ τὴν βασιλείαν, ἐπεὶ θᾶττον ὁ Νερβᾶς ἐτελεύτα. αἰσθόμενος δέ, ὅτι
4.23.10
διεβάλλετο ἐπὶ οἰνοφλυγίᾳ, παντελῶς οἰνοποσίας ἀπείχετο. τὸ Ἀδραμύττειον, πόλιν
4.23.11
Ἀσίας, ὁ Τραϊανὸς ἔκτισεν λεγομένην ἀπὸ Ἀδραμύττου τοῦ ἀδελφοῦ Κροίσου· ὄνομα δὲ
4.23.12
αὐτῇ τὸ πάλαι Ὑποπλάκιοι Θῆβαι.
4.24.1
Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει κύριος· πλήρης εἰμὶ
4.24.2
ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι,
4.24.3
οὐδ' ἂν ἔρχησθε ὀφθῆναί μοι· τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; πατεῖν τὴν
4.24.4
αὐλήν μου οὐ προσθήσεσθε. ἐὰν φέρητε σεμίδαλιν, μάταιον· θυμίαμα βδέλυγμά μοί ἐστι.
4.24.5
τὰς νουμηνίας ὑμῶν καὶ τὰ σάββατα καὶ ἡμέραν μεγάλην κλητὴν οὐκ ἀνέχομαι·
4.24.6
νηστείαν καὶ ἀργίαν καὶ τὰς νουμηνίας ὑμῶν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου·
4.24.7
ἐγενήθητέ μοι εἰς πλησμονήν.
4.25.1
Φεβρουάριος. Τῷ Φεβρουαρίῳ μηνὶ ἀπὸ Φεβρούας θεᾶς οὕτω
4.25.2
προσαγορευομένης τὸ ὄνομα γέγονεν· Φεβρούαν δὲ θεὰν ἔφορον καὶ καθαρτικὴν τῶν
4.25.3
πραγμάτων οἱ Ῥωμαῖοι παρέλαβον. Ἀνύσιος δὲ ἐν τῷ περὶ μηνῶν Φεβροῦον τὸν
4.25.4
καταχθόνιον εἶναι τῇ Θούσκων φωνῇ λέγει, θεραπεύεσθαι δὲ πρὸς τῶν Λουπερκῶν
4.25.5
ὑπὲρ ἐπιδόσεως τῶν καρπῶν. ὁ δὲ Λαβεὼν ἀπὸ τοῦ πένθους λέγει κληθῆναι τὸν
4.25.6
Φεβρουάριον· φέβερ γὰρ παρὰ Ῥωμαίοις τὸ πένθος προσαγορεύεται· κατ' αὐτὸν δὲ τοὺς
4.25.7
κατοιχομένους ἐτίμων· ἀλλὰ μὴν καὶ φεβρουᾶρε τὸ καθᾶραι τὰ ποντιφικάλια βιβλία
4.25.8
καλεῖ, Φέβρον τὸν Πλούτωνα. ὅτι τὸ ὑπὸ σελήνην δαιμόνιον φῦλον τριχῆ διῄρηται
4.25.9
κατὰ τὸν Ἰάμβλιχον· καὶ τὸ μὲν πρόσγειον αὐτοῦ τιμωρόν, τὸ δὲ ἀέριον καθαρτικόν, τὸ
4.25.10
δὲ πρὸς τῇ σεληνιακῇ ζώνῃ σωτήριόν ἐστιν, ὃ δὴ καὶ ἡρωϊκὸν ἴσμεν· ἡγεῖσθαι δὲ λέγεται
4.25.11
παντὸς τούτου μέγιστός τις δαίμων· οὗτος δ' ἂν εἴη μᾶλλον ὁ Πλού των, ὥς φησιν ὁ
4.25.12
αὐτὸς Ἰάμβλιχος. τὸν Φεβρουάριον μῆνα Ἥρᾳ ἀνατεθῆναι ἀξιοῦσι διὰ τὸ τὴν Ἥραν
4.25.13
παρὰ τοῖς φυσικοῖς δοκεῖν εἶναι τὸν ὕπτιον ἀέρα· ὁ δὲ καθαρμὸς ἄντικρυς τῷ ἀέρι
4.25.14
ἁρμόδιος. ἐκαθαίροντο δὲ οἱ ναοὶ καὶ τὰ ἱερὰ σκεύη ἐπὶ τούτου τοῦ μηνός· ὁμοίως δὲ καὶ
4.25.15
ἐπὶ τῶν ἰδιωτικῶν πάντες τοῦ καθαρμοῦ ἀντείχοντο. ὅτι δὲ ἐν τῷ Φεβρουαρίῳ αἱ χοαὶ
4.25.16
τῶν κατοιχομένων ἐτελοῦντο, διὰ τοῦτο ὁ Νουμᾶς αὐτὸν ἠλάττωσεν, ἀνόσιον εἶναι
4.25.17
κρίνων ἴσα τοῖς ἄλλοις τιμᾶσθαι τὸν τοῖς γε τὸ πᾶν ἐλαττοῦσι χθονίοις ἐγκείμενον. οὐ
4.25.18
μόνον δὲ Φεβρουάριος ἀλλὰ καὶ Φεβρουάτος λέγεται, διὰ τὴν τούτου ἔφορον καὶ
4.25.19
Φεβρουάταν καὶ Φεβρουάλεμ τοῖς ἱεροῖς ἀναφέρεσθαι. 4. 26 Οἱ τῶν Ῥωμαίων τὴν
4.25.20
φυσικὴν ἱστορίαν συγγράφοντές φασι, σπέρμα τῇ μήτρᾳ καταβαλλόμενον ἐπὶ μὲν τῆς
4.25.21
τρίτης ἡμέρας ἀλλοιοῦσθαι εἰς αἷμα, καὶ πρώτην διαζωγραφεῖν τὴν καρδίαν, ἥτις πρώτη
4.25.22
μὲν διαπλάττεσθαι, τελευταία δὲ ἀποθνήσκειν λέγεται· εἰ γὰρ ἀρχὴ ἀριθμῶν ὁ τρεῖς,
4.25.23
περιττὸς δέ ἐστιν ἀριθμός, ἄρα καὶ ἀρχὴ γενέσεως ἐξ αὐτοῦ. ἐπὶ δὲ τῆς ἐννάτης
4.25.24
πήγνυται καὶ εἰς σάρκα καὶ μυελοὺς συγγλοιοῦται· ἐπὶ δὲ τῆς τεσσαρακοστῆς εἰς ὄψιν
4.25.25
τελείαν καὶ διατύπωσιν ἀποτελεῖσθαι καὶ ἁπλῶς εἰπεῖν τέλειον ἄνθρωπον. ὁμοίως κατὰ
4.25.26
ἀναλογίαν τῶν ἡμερῶν καὶ ἐπὶ μηνῶν· ἐπὶ τοῦ τρίτου μηνὸς ἐγκινεῖσθαι ἐχόμενον τῇ
4.25.27
μήτρᾳ, ἐπὶ δὲ τοῦ ἐννάτου μηνὸς παντελῶς ἀπαρτίζεσθαι καὶ πρὸς ἔξοδον σπεύδειν. καὶ
4.25.28
εἰ μέν ἐστι θῆλυ, κατὰ τὸν ἔννατον μῆνα, εἰ δὲ κρεῖττον, κατὰ τὸν δέκατον ἀρχόμενον,
4.25.29
διὰ τὸ τὸν μὲν ἔννατον ἀριθμόν, θῆλυν ὄντα καὶ Σελήνης οἰκεῖον, πρὸς τὴν ὕλην
4.25.30
ἀναφέρεσθαι, τὸν δὲ δέκατον παντέλειον εἶναι καὶ ἄρρενα. θῆλυ δὲ καὶ ἄρρεν γίνεται
4.25.31
κατὰ τὴν τοῦ θερμοῦ ἐπικράτειαν· πλεονάζοντος μὲν τοῦ κατὰ τὸ σπέρμα θερμοῦ, ἅτε
4.25.32
τῆς πήξεως ταχείας γινομένης, ἀρρενοῦται τε καὶ διαμορφοῦται ταχέως, ἐλαττουμένης
4.25.33
δὲ κατισχύεται ὑπὸ τῆς ἐπιρροῆς καὶ καταγωνιζόμενον θηλύνεται, βράδιον δὲ
4.25.34
πηγνύμενον βράδιον καὶ μορφοῦται. ὅτι δὲ ἀληθὴς ὁ λόγος, τὰ μὲν ἄρρενα καὶ τῶν
4.25.35
τεσσαράκοντα ἡμερῶν ἐντὸς ἐκτιτρωσκόμενα μεμορφωμένα προπίπτει, τὰ δὲ θήλεα καὶ
4.25.36
μετὰ τὰς τεσσαράκοντα ἡμέρας σαρκώδη τε καὶ ἀδιατύπωτα. μετὰ δὲ τὴν κύησιν ἐπὶ τῆς
4.25.37
τρίτης τεχθὲν ἀποσπαργανοῦσθαι τὸ βρέφος φασίν, ἐπὶ δὲ τῆς ἐννάτης ἰσχυροποιεῖσθαι
4.25.38
καὶ ἁφὴν ὑπομένειν· ἐπὶ δὲ τῆς τεσσαρακοστῆς προσλαμβάνειν τὸ γελαστικὸν καὶ
4.25.39
ἄρχεσθαι ἐπιγινώσκειν τὴν μητέρα. ἐπὶ δὲ τῆς ἀναστοιχειώσεως τοὺς ἴσους φασὶν
4.25.40
ἀριθμοὺς αὖθις ἐξ ὑποστροφῆς παραφυλάττειν τὴν φύσιν, καὶ δι' ὧν συνέστη, δι' αὐτῶν
4.25.41
αὖθις ἀναλύεσθαι. τελευτήσαντος γοῦν ἀνθρώπου, ἐπὶ μὲν τῆς τρίτης ἀλλοιοῦται
4.25.42
παντελῶς καὶ τὴν ἐπίγνωσιν τῆς ὄψεως διαπόλλυσι τὸ σῶμα· ἐπὶ δὲ τῆς ἐννάτης διαρρεῖ
4.25.43
σύμπαν, ἔτι σωζομένης αὐτῷ τῆς καρδίας· ἐπὶ δὲ τῆς τεσσαρακοστῆς καὶ αὕτη
4.25.44
συναπόλλυται τῷ παντί. διὰ τοῦτο τρίτην ἐννάτην καὶ τεσσαρακοστὴν ἐπὶ τῶν
4.25.45
τεθνηκότων φυλάττουσιν οἱ ἐναγίζοντες αὐτοῖς, τῆς τέ ποτε συστάσεως τῆς τε μετ'
4.25.46
ἐκείνην ἐπιδόσεως καὶ τὸ δὴ πέρας τῆς ἀναλύσεως ἐπιμιμνησκόμενοι. 4. 27 Ὅτι Γάλλων
4.25.47
παραλαβόντων τὴν Ῥώμην ὁ Κάμιλλος συναγείρας πλῆθος ἀθρόον ἐμπίπτει τοῖς
4.25.48
πολεμίοις· καὶ μάχης κρατερᾶς γενομένης κλασθέντων αὐτοῖς τῶν ξιφῶν σὺν καὶ τοῖς
4.25.49
ὅπλοις– οὔπω γὰρ σιδηροῖς ἐχρῶντο Ῥωμαῖοι θώραξι, χαλκοῖς δὲ κατὰ τὴν παλαιότητα–
4.25.50
τὸ λοιπὸν εἰς χεῖρας ἐλθεῖν ἕλκειν τε ἀλλήλους ἔκ τε τῶν λοφιῶν τῶν περικεφαλαιῶν
4.25.51
καὶ ἐξ αὐτῶν μέντοι τῶν τοῦ πώγωνος τριχῶν· τέλος δὲ τοὺς βαρβάρους ἀπήλασε καὶ
4.25.52
Ῥώμην ἐρρύσατο καὶ δεύτερος Ῥωμύλος ὠνομάσθη. καὶ οὕτως ἀποκείρειν τε τοὺς
4.25.53
πώγωνας ἐπ' ἄκρου καὶ σιδηροῦς τοὺς θώρακας κατασκευάζειν τέτακται καὶ ἄνευ
4.25.54
λοφιῶν τὰς περικεφαλαίας ἔχειν.
4.25.55
4. 28.... ἐν τῇ πρὸς δῆμον ὀρατίωνι οἱονεὶ προσ φωνήσει. ὅτι σπαθάριος ὁ
4.25.56
σωματοφύλαξ ἐστίν, καὶ φαυρικίσιοι οἱ τῶν ὅπλων δημιουργοί.
4.29.1
Εἰδοῖς Φεβρουαρίαις· ἀπὸ ταύτης τῆς ἡμέρας ἀπὸ ὥρας ἕκτης διὰ τὰς τῶν
4.29.2
κατοιχομένων χοὰς τὰ ἱερὰ κατησφαλίζοντο, καὶ οἱ ἄρχοντες ἐν σχήματι ἰδιωτῶν
4.29.3
προῄεσαν ἄχρι τῆς πρὸ ὀκτὼ Καλενδῶν Μαρτίων. αἱ δὲ σώφρονες γυναῖκες– ματρώνας
4.29.4
δὲ αὐτὰς οἱ Ῥωμαῖοι καλοῦσιν, οἱ δὲ Ἕλληνες οἰκοδεσποίνας– τοσοῦτον τῆς αἰδοῦς
4.29.5
ἐφρόντιζον, ὡς μηδὲ ταῖς πολλαῖς τῶν γυναικῶν ὁμιλεῖν, ἀλλὰ καὶ τόπους τινὰς
4.29.6
ἡσυχίους ἐν τοῖς βαλανείοις ἔξω τοῦ πλήθους ἑαυταῖς ἀφορίζειν, οὓς ἔτι καὶ νῦν
4.29.7
ματρωνίκια καλοῦσιν. αὗται τοίνυν αἱ σώφρονες τοῖς Βρούτου δαίμοσιν ἐνήγιζον δι'
4.29.8
αἰτίαν τοιαύτην· Λουκρητία, γυνή τις Ῥωμαία περιττῶς εὐπρεπής τε καὶ σώφρων,
4.29.9
λέγεται βιασθῆναί ποτε ὑπὸ Ταρκυνίου τοῦ τελευταίου τῶν ῥηγῶν ἢ τοῦ αὐτοῦ παιδός·
4.29.10
Σούπερβον δὲ αὐτὸν ἡ ἱστορία καλεῖ οἱονεὶ ἀλαζόνα· πρῶτος γὰρ αὐτὸς ὄργανα ποινῶν
4.29.11
καὶ μέταλλα ἐξεῦρεν· ὅπως δὲ μὴ μαλάττοιτο τοῖς αἰκισμοῖς τῶν τιμωρουμένων,
4.29.12
βοτάνην αὐτοῖς ἐπεδίδου, ἣ γέλωτα ἐνεποίει παρὰ σκοπὸν τοῖς πάσχουσι. γίνεται δὲ καὶ
4.29.13
νῦν ἐπὶ Σαρδοῦς τῆς νήσου ἡ τοιαύτη βοτάνη, ὅθεν καὶ Σαρδόνιον γέλωτά φασιν. ἔνθεν
4.29.14
τὸν Ταρκύνιον Σούπερβον ἀντὶ τοῦ ἀπηνῆ καὶ ὠμὸν ἐκάλουν· οὐδὲν δὲ ἂν τέκοι μῖσος
4.29.15
ὡς ταῦτα. ἐκείνη τοίνυν ἡ Λουκρητία, κρείττονα τὴν σωφροσύνην τῆς βασιλικῆς ὁμι
4.29.16
λίας ἡγησαμένη, καὶ οὐκ αὐτῆς μόνης ἀλλὰ καὶ ζωῆς αὐτῆς, μεταπεμψαμένη τοὺς
4.29.17
ἑαυτῆς ἀφηγησαμένη τε τήν, εἴγε ἄρα ἐβούλετο, λανθάνειν δυναμένην ἁμαρτίαν,
4.29.18
ἑαυτὴν παρόντων τῶν τῆς σωφροσύνης μαρτύρων ἀπέσφαξε. κινεῖται οὖν ὁ δῆμος πρὸς
4.29.19
τοῦτο καὶ τὸ μῖσος τοῦ τυράννου προσεποιεῖτο,........ ὃς δραξάμενος καιροῦ ἡγεῖται τοῦ
4.29.20
Ῥωμαϊκοῦ δήμου καὶ παρωθεῖται τῆς βασιλείας τὸν Ταρκύνιον. ἐτιμήθη οὖν, ὡς
4.29.21
ἐλέγομεν, παρὰ ταῖς Ῥωμαίων γυναιξὶν ὁ Βροῦτος μετὰ θάνατον δημοσίῳ πένθει, οἷα
4.29.22
ἔκδικος τῆς σωφροσύνης· καὶ Βρούτας ἑαυτὰς ἠξίουν ὀνομάζεσθαι πρὸς τιμὴν Βρούτου.
4.30.1
Βέρνακλον τὸν δημόσιον οἰκέτην οἱ Ῥωμαῖοι καλοῦσιν. ἐπειδὴ εἰς τρεῖς
4.30.2
μοίρας ὁ Ῥωμαϊκὸς διῄρητο δῆμος, τρίβους ἡ φυλὴ παρ' αὐτοῖς ὠνομάσθη, καὶ
4.30.3
τριβοῦνοι οἱ δήμαρχοι. φροντὶς δὲ ἦν αὐτοῖς τῆς ἱπποδρομίας, ὡς ἐπιτελοῖτο
4.30.4
προσηκόντως· καὶ διὰ τοῦτο τριβοῦνος ἔτι καὶ νῦν ἡγεῖται τῶν βολουπτάτων, ἀντὶ τοῦ
4.30.5
τῶν τέρψεων. ὅτι ἀγὼν καὶ ἀγωνία ὁ τόπος λέγεται διὰ τὸ κυκλοτερές, παρὰ τὸ μὴ ἔχειν
4.30.6
γωνίαν, ἧς εἰς τύπον καὶ στέφανοι κυκλοτερεῖς τοῖς νικῶσιν ἐπετίθεντο. οἱ δὲ τρεῖς
4.30.7
ὀβελοὶ τὴν τρίστοιχον φύσιν δηλοῦσιν, ὕδατος πυρὸς γῆς· ἐπ' αὐτῶν γὰρ καὶ μόνων ὁ
4.30.8
θάνατος τὴν ἐνέργειαν ἔχει. ὅθεν καὶ τρικάρηνον ὁ μῦθος δίδωσι τῷ Πλούτωνι κύνα,
4.30.9
ἀντὶ τοῦ τρίστοιχον· ὁ γὰρ ἀὴρ ζωοποιός ἐστι. διὰ τῶν ὀβελῶν οὖν δηλοῦται, ὡς πρὸς
4.30.10
τιμὴν τῶν ὑπὲρ πατρίδος ἀποθνησκόντων τὴν ἀγωνίαν ἐπετέλουν, τριῶν ἁρμάτων καὶ
4.30.11
οὐ τεττάρων ἁμιλλωμένων ἐπὶ τῆς ἱπποδρομίας· οἱ μὲν ῥουσσάτοι οἱονεὶ ἐρυθροί, οἱ δὲ
4.30.12
ἀλβᾶτοι οἱονεὶ λευκοί, οἱ δὲ βίριδες οἱονεὶ ἀνθηροί, πρασίνους δὲ αὐτοὺς νῦν
4.30.13
προσαγορεύουσι. καὶ οἱ μὲν ῥουσσάτοι ἠξίουν τοῦ Ἄρεως εἶναι, οἱ δὲ λευκοὶ τοῦ Διός, οἱ
4.30.14
δὲ ἀνθηροὶ τῆς Ἀφροδίτης. ὕστερον δὲ καὶ τὸ βένετον· βενέτους δὲ αὐτοὺς ἐπιχωρίως
4.30.15
καλοῦσι σιδηροβάφους ἀπὸ τῶν περὶ τὴν Ἀδρίαν Ἑνετῶν τοιαύταις ἐσθῆσι χρωμένων·
4.30.16
βένετον δὲ οἱ Ῥωμαῖοι τὸ παρ' ἡμῖν καλλάϊνον χρῶμα προσαγορεύουσιν. οἱ Γάλλοι
4.30.17
τοίνυν ἴδιόν τινα τόπον ἐν τῷ ἱππικῷ θεωροῦντες ἐπλήρουν, καὶ Βενέτους αὐτοὺς ἐκ
4.30.18
τῶν ἐσθημάτων ὠνόμαζον, καὶ Βενετίαν τὴν χώραν, διὰ τὸ μηδένα ποτὲ κατ' ἐκείνην
4.30.19
εὐπορῆσαι στολῆς. διὰ δὲ τὰ τέσσαρα στοιχεῖα ἐποίησαν τέσσαρας τοὺς ἀγῶνας· τὸ
4.30.20
ἀνθηρὸν ἀντὶ πυρός, εἰς τὴν τῆς Ῥώμης τιμήν– Φλῶραν δὲ αὐτὴν ὠνόμαζον, ὥσπερ
4.30.21
ἡμεῖς Ἄνθουσαν– δεύτερον τὸ λευκὸν διὰ τὸν ἀέρα, τρίτην τάξιν Ἄρει, καὶ τετάρτην
4.30.22
ἄρτι προσληφθεῖσαν Κρόνῳ ἢ Ποσειδῶνι· ἑκατέροις γὰρ τὸ κυανοῦν προσνενέμηται.
4.30.23
ῥούσιοι μὲν ἀνέκειντο πυρὶ διὰ τὸ χρῶμα, ὁμοίως πράσινοι γῇ διὰ τὰ ἄνθη, βένετοι
4.30.24
Ἥρᾳ, λευκοὶ δὲ ὕδατι. οἱ δέ φασι πράσινον μὲν τὸ ἔαρ, ῥούσιον δὲ τὸ θέρος, βένετον δὲ
4.30.25
τὸ φθινόπωρον, λευκὸν δὲ τὸν χειμῶνα. κακοδαιμονίαν οὖν οἰωνίζοντο τὴν χείρονα
4.30.26
ψῆφον τὸν ἀνθηρὸν ἀπενέγκασθαι, ὡς αὐτῆς Ῥώμης ἡττηθείσης. τοῦ γὰρ δυτικοῦ
4.30.27
κέντρου εἰς τὸ τῆς γῆς στοιχεῖον ἀναφερομένου εἰκὸς ἦν αὐτοῖς μέλειν αὐτῆς. ὅθεν καὶ
4.30.28
Ἑστίαν πρὸ πάντων φαίνονται τιμήσαντες Ῥωμαῖοι, ὥσπερ τὸν πετρογενῆ Μίθραν οἱ
4.30.29
Πέρσαι διὰ τὸ τοῦ πυρὸς κέντρον, καὶ τὴν ὑγρὰν οὐσίαν οἱ ὑπὸ τὴν Ἄρκτον διὰ τὸ
4.30.30
κέντρον τοῦ ὕδατος, καὶ Ἶσιν Αἰγύπτιοι, ἀντὶ τοῦ τὴν Σελήνην, τὴν τοῦ παντὸς ἀέρος
4.30.31
ἔφορον .
4.31.1
Καθάπερ ἐν τῇ μήτρᾳ τυγχάνον τὸ βρέφος οὐ δεῖται ἑτέρας τροφῆς, ἀλλ' ἐξ
4.31.2
αἵματος εἰλικρινοῦς τρέφεται, οὕτως οὐδὲ τοῖς τελευτήσασι κατὰ τὸν πρότερον, ὡς
4.31.3
ἐλέγομεν, ἐνιαυτὸν ἐπεχόαζον, ὥσπερ ἐν μήτρᾳ παρὰ τῇ φύσει λανθάνουσιν. αἱ γὰρ
4.31.4
χοαὶ παραψυχή τις εἰσεφέρετο τοῖς εἰδώλοις τῶν τετελευτηκότων, γάλα, αἷμα καὶ οἶνος,
4.31.5
καὶ σεμίδαλις, καὶ κόγχος, καὶ ἕτερά τινα. χοὰς δὲ αὐτὰς ὠνόμαζον ἐκ τοῦ ἐπεκχεῖσθαι
4.31.6
τοῖς τάφοις. σώζεται δὲ καὶ νῦν ἴχνος· ἐν γὰρ τοῖς ἱεροῖς ἄρτον καὶ οἶνον προσφέρομεν.
4.32.1
Ὅτι ὁ Αἰγύπτιος Ἑρμῆς ἐν τῷ λόγῳ αὐτοῦ τῷ καλουμένῳ τελείῳ φησὶ τοὺς
4.32.2
μὲν τιμωροὺς τῶν δαιμόνων ἐν αὐτῇ τῇ ὕλῃ παρόντας τιμωρεῖσθαι τὸ ἀνθρώπειον κατ'
4.32.3
ἀξίαν, τοὺς δὲ καθαρτικοὺς ἐν τῷ ἀέρι πεπηγότας τὰς ψυχὰς μετὰ θάνατον ἀνατρέχειν
4.32.4
πειρωμένας ἀποκαθαίρειν περὶ τὰς χαλαζώδεις καὶ πυρώδεις τοῦ ἀέρος ζώνας, ἃς οἱ
4.32.5
ποιηταὶ καὶ αὐτὸς ὁ Πλάτων ἐν Φαίδωνι Τάρταρον καὶ Πυριφλεγέθοντα ὀνομάζουσι·
4.32.6
τοὺς δὲ σωτηρικοὺς πρὸς τῷ σεληνιακῷ χώρῳ τεταγμένους ἀποσώζειν τὰς ψυχάς.
4.33.1
Μάρτιος. Τὸν Μάρτιον, καθὰ καὶ τοῦτο προείπομεν, ἀρχὴν ἐνιαυτοῦ
4.33.2
ἐνόμιζον οἱ Ῥωμαῖοι· ἀνετίθουν δὲ αὐτὸν τῷ Ἄρει· οὗτος δὲ πρότερον Ζεφυρίτης
4.33.3
ὠνομάζετο καὶ Πρῖμος· ὁ γὰρ τὴν Ῥώμην κτίσας Ῥῶμος καὶ τέμενος τοῦ Ἄρεος ἐν αὐτῇ
4.33.4
τῷ μηνὶ τούτῳ ἀπαρτίσας Μαρτίου αὐτὴν μετωνόμασεν, τουτέστιν Ἄρεος κατὰ τὴν
4.33.5
πάτριον ἐκείνου φωνήν.
4.34.1
Οἱ μυθικοί φασιν· ὁ Ζεὺς συνελθὼν τῇ ἀδελφῇ Ἥρᾳ ἔτεκεν Ἄρεα, οἱονεὶ ὁ
4.34.2
αἰθὴρ συναπτόμενος τῷ ἀέρι ἀποθλίβει τὸ ἀέριον πῦρ. οἱ δὲ φυσικοὶ Ἄρεα μὲν οὐχ ὡς οἱ
4.34.3
γραμματικῶν παῖδες ἐκ τῆς ἄρσεως καὶ ἀναιρέσεως αὐτὸν ὀνομασθῆναί φασιν, ἀλλ' ἐκ
4.34.4
τοῦ ἀρήγειν καὶ συλλαμβάνειν τοῖς κατὰ βίαν καὶ μάχην συμπτώμασιν, ἢ ὡς ἀρκτικὸν
4.34.5
καὶ μεταβολῆς αἴτιον· διδόασι δὲ αὐτῷ ὕψωμα τὸν Αἰγόκερων. ὅτι τὸν Μάρ τεμ οἱ
4.34.6
Ῥωμαῖοι μόρτεμ ἐκάλουν, οἱονεὶ θάνατον, ἢ κινητὴν τῶν τεχνῶν ἢ Ἄρεα τὸν παρ'
4.34.7
ἀρρένων καὶ μόνων τιμώμενον ἢ ἐκ τοῦ μάρνασθαι κατὰ Φιλόξενον, καλεῖται δὲ
4.34.8
Αἰγυπτιαστὶ Ἐρτωσί· τοῦτο δὲ σημαίνει παντὸς γένους ζωογονίαν καὶ πάσης οὐσίας καὶ
4.34.9
ὕλης κατὰ φύσιν καὶ δύναμιν διατακτικὴν ζωογονικήν. ὁ Ἄρης χαλκοῦ καὶ σιδήρου
4.34.10
εὑρέτης ἐγένετο. τὴν δὲ Ἀφροδίτην οἱ φυσικοί, ποτὲ μὲν αὐτῷ, ποτὲ δὲ Ἡφαίστῳ
4.34.11
συνάπτουσιν οἱονεὶ τῇ ὑγρᾷ οὐσίᾳ τὴν πυρώδη, ἐξ ὑγροῦ δήπουθεν καὶ θερμοῦ προιέναι
4.34.12
τὴν γένεσιν αἰνιττόμενοι· ἢ καί, ἐπειδὴ κοινὸς αὐτοῖς ὁ σκόρπιος, Ἄρεος μὲν ὄντος τοῦ
4.34.13
κέντρου, τῶν δὲ χηλῶν Ἀφροδίτης. ἀποστρέφεται δέ, ὥσπερ κατὰ τὸν μῦθον, Ἀφροδίτη
4.34.14
τὸν Ἄρην, ἐπειδὴ ὁ χειμὼν ἀκολουθεῖ τῷ τοῦ Ἄρεος ἰδίῳ καταστήματι, ἡ δὲ Ἀφροδίτη
4.34.15
εὔκρατος. ὥστε ἐναντίως ἔχουσι πρὸς ἑαυτούς, ἀλλ' οὐ καθόλου· καὶ γὰρ ἀλλήλοις κατὰ
4.34.16
τὸ τοῦ καιροῦ προσεχὲς συνάπτεσθαι δοκοῦσι, μετὰ γὰρ χειμῶνα τὸ ἔαρ ἀναφέρεται.
4.34.17
θεραπεύεται δὲ ὁ Ἄρης ἤχοις ὅπλων καὶ σάλπιγξι, καὶ διὰ τοῦτο αὐτῷ τὴν πρώτην
4.34.18
ἑορτὴν ἐπετέλουν οἱ Ῥωμαῖοι, καλοῦντες αὐτὴν Ἀρμιλούστριον οἱονεὶ καθαρμὸν
4.34.19
ὅπλων, μὴ χείματος μὴ ἑτέρας τινὸς περιστάσεως εἰργούσης τὴν κίνησιν τῶν ὅπλων ἐπὶ
4.34.20
τῷ τοῦ Ἄρεος πεδίῳ. ὄνομα δὲ αὐτῷ κατ' Αἰγυπτίους Πυρόεις, ὅθεν καὶ Ξανθικὸς παρὰ
4.34.21
Μακεδόσιν· Ἕλληνες δὲ αὐτόν, ὡς εἴρηται, Ἄρεα ἐκ τῶν πραγμάτων προσηγόρευον.
4.34.22
οὐδὲ γὰρ ἄν τις εὕρῃ κυρίαν θεοῦ προσηγορίαν κατὰ τὸν Ἀπολλόδωρον, ἀλλ' οὐδὲ
4.34.23
φύσεως γνώρισμα, ἐπεὶ νῦν μὲν ἄρρενας, νῦν δὲ θηλείας τὰς ἰδέας εἰσάγουσιν οἱ
4.34.24
φιλοσοφοῦντες· ἀλλ' ἐκ τῶν ἀποτελεσμάτων ὀνομασίας αὐτοῖς ἔθεντο, ἄρρενας μὲν
4.34.25
θεοὺς τὰς δημιουργικὰς δυνάμεις, θηλείας δὲ τὰς ζωογόνους εἰσάγοντες.
4.35.1
Ὅτι ἀγαθὸς μάλιστα ὁ Ἄρεος ἀστὴρ καὶ ὁ τοῦ Κρόνου, εἴγε ἀγαθὰ πάντα καὶ
4.35.2
φλαῦρον οὐδὲν κατὰ Πλάτωνα, ἀλλὰ τὴν τούτων θειότητα τὰ ὑπὸ σελήνην μὴ φέροντα
4.35.3
φθείρεται, ὥς φησιν Ἰάμβλιχος. ὅτι κακοποιὸν τὸν Ἄρην οἱ ἀστρολόγοι φασίν, οὐχ ὅτι
4.35.4
τοιοῦτος τὴν φύσιν, ἀλλ' ἐπειδὴ κατιούσαις ταῖς ψυχαῖς ἐπὶ τὴν γένεσιν τῷ τῆς δίκης
4.35.5
νόμῳ παρέπεται, κατ' ἀξίαν πράττων ἐπ' αὐταῖς τὰ δίκαια· ἀγαθὸς δὲ ἄρα ὁ τῇ δίκῃ
4.35.6
συμμαχῶν. ὅτι πρὸς τοῦ Διαδόχου Πρόκλου ἔστι μαθεῖν, ὅτι οὐκ ἐν ὑπάρξει οὐδὲ οὐσίᾳ
4.35.7
τὸ κακόν, λέγοντος ὅτι οὐδὲ εἶναι τὸ κακόν ἐστι δυνατόν, μήτε ἐναντίον φανταζόμενον
4.35.8
ὡς ἀγαθόν. ὅτι τοῦ ἀγαθοῦ ἕνεκα καὶ αὐτὸ τὸ κακόν· ἀλλὰ πάντα γε ἕνεκα τοῦ ἀγαθοῦ·
4.35.9
καὶ τὸ θεῖον ἀναίτιον τοῦ κακοῦ· οὐ γὰρ τὸ κακὸν εἴη κακὸν ἐκεῖθεν, ἀλλ' ἐξ ἄλλων
4.35.10
αἰτίων, καὶ οἷς τὸ γεννᾶν οὐ κατὰ δύναμιν ἀλλὰ κατ' ἀσθένειαν ὑπάρχει· διό μοι δοκεῖ
4.35.11
καὶ ὁ Πλάτων περὶ τὸν πάντων βασιλέα τὰ πάντα θέμενος, καὶ αὐτὸ διδοὺς εἶναι τὸ
4.35.12
κακὸν ὥσπερ ἀγαθὸν φανταζόμενον· εἰ γὰρ αὐτὸ τῶν ὄντων ἐστίν, οὕτω τε ἂν αὐτὸ
4.35.13
ἁπάντων αἴ τιον προσειπεῖν χρεών· καὶ οὐχ ἁπλῶς ἁπάντων οὐδὲ τῶν κακῶν, ἀλλὰ καὶ
4.35.14
τούτων ἀναίτιον καὶ παντὸς τοῦ ὄντος αἴτιον· ὥστε οὐ ποιοῦσιν οἱ θεοὶ τὸ κακόν, ἀλλ'
4.35.15
ὡς ἀγαθόν, καὶ ἀναιροῦσιν αὐτὸ ὡς κακόν. ὅρος γάρ ἐστι κακοῦ οὐκ οὐσία ζῶσα καὶ
4.35.16
ἔμψυχος ἀλλὰ διάθεσις ἐν ψυχῇ ἐναντίως ἔχουσα πρὸς ἀρετὴν διὰ τὴν τοῦ καλοῦ
4.35.17
ἀπόπτωσιν ταῖς ῥᾳθυμίαις ἐγγινομένη. λάβοι οὖν ἄν τις εὐσεβῶς καὶ τοὺς λεγομένους
4.35.18
κακοποιοὺς τῶν πλανήτων, οὐκ ὄντας μὲν τοιούτους τὴν φύσιν, συντελοῦντας δὲ εἰς
4.35.19
τὴν τοῦ παντὸς διοίκησιν· εἰ γὰρ ψύχει μὲν ὁ Κρόνος, ὁ δὲ Ἄρης θερμαίνει, ἄρα
4.35.20
συντελοῦσι τῇ γενέσει, καὶ καθ' ἑαυτὰ μὲν φθαρτικά ἐστι, κιρνώμενα δὲ σωτήρια.
4.36.1
Ὅτι ὁ Πτολεμαῖος ἐν τῇ ἁρμονικῇ· ὡρισμένοι, φησίν, εἰσὶν οἱ ἀριθμοί, δι' ὧν
4.36.2
ἐν πᾶσι τοῖς πρὸς ἄλληλα συμβαίνουσι καὶ ἁρμοζομένοις ὁμολόγος γίνεται συμφωνία·
4.36.3
καὶ οὐδ' ὁτιοῦν δύναταί τινι, εἰ μὴ διὰ τούτων τῶν ἀριθμῶν συνελθεῖν. εἰσὶ δ' οὗτοι·
4.36.4
ἐπίτριτος ἡμιόλιος σπονδεῖος διπλάσιος τριπλάσιος τετραπλάσιος.
4.37.1
Ὅτι τὸ μὲν αἰσθητὸν ἐξ ἡλίου, τὸ δὲ φυσικὸν ἐκ τῆς σεληνιακῆς σφαίρας
4.37.2
πρὸς ἡμᾶς παραγίνεται, καὶ τῇ τῶν φώτων ἑκατέρων εὐποιΐᾳ κατ' ἐξαίρετον ἥδε
4.37.3
συνέστηκεν ἡμῖν ἡ ζωὴ ἢ μέντοι ἡμετέρα ἀναστροφὴ καὶ αἱ τῶν πράξεων προκοπαὶ
4.37.4
τοῦτο μὲν πρὸς τὰ δύο ταυτὶ φῶτα, τοῦτο δὲ καὶ πρὸς τοὺς πέντε πλάνητας
4.37.5
ἀναφέρονται· ἀλλὰ τούτων τῶν ἀστέρων ἄλλους μὲν ἡ μεσιτεία τῶν ἀνωτέρω
4.37.6
μνημονευθέντων ἀριθμῶν καλῶς μετὰ τῶν φώτων ἑνοῖ καὶ συνάπτει. ἄλλος δὲ οὐδεὶς
4.37.7
ἀριθμοῦ σύνδεσμος συμβιβάζει μετὰ τῶν φώτων· οὐκοῦν οἱ μὲν τῆς Ἀφροδίτης καὶ τοῦ
4.37.8
Διὸς ἀστέρες διὰ τούτων τῶν ἀριθμῶν ἑκατέρῳ τῶν φώτων συνάπτονται, ἀλλ' ὁ μὲν
4.37.9
τοῦ Διὸς τῷ ἡλίῳ διὰ πάντων, τῇ δὲ σελήνῃ διὰ πλειόνων, ὁ δὲ τῆς Ἀφροδίτης τῇ μὲν
4.37.10
σελήνῃ διὰ πάντων, τῷ δ' ἡλίῳ διὰ πλειόνων ἁρμόζεται ἀριθμῶν. ἐντεῦθεν εἰ καὶ τὰ
4.37.11
μάλιστα τούτων ἑκάτερον ἀγαθοποιόν, ὁ τοῦ Διὸς ὅμως ἀστὴρ σὺν ἡλίῳ λυσιτελέστερός
4.37.12
ἐστι, καὶ ὁ τῆς Ἀφροδίτης σὺν τῇ σελήνῃ· οἱ δὲ τοῦ Κρόνου καὶ Ἄρεος ἀστέρες οὕτως
4.37.13
οὐκ ἔχουσι πρὸς τὰ φῶτα σύμβασιν, ὥς τινι μέντοι ἐσχάτῃ ἀριθμῶν ἐμφάσει τὸν μὲν
4.37.14
Κρόνον πρὸς τὸν ἥλιον ἀφορᾶν, τὸν δὲ Ἄρην πρὸς τὴν σελήνην. καὶ διὰ ταῦτα ἧττον
4.37.15
ὠφέλιμοι τῇ ἀνθρωπίνῃ δοκοῦσι ζωῇ· τί δὲ δήποτε καὶ αὐτοὶ ἔσθ' ὅτε καὶ πλοῦτον καὶ
4.37.16
περιφάνειαν τοῖς ἀνθρώποις παρέχειν πιστεύονται, ἑτέρᾳ τοῦτο ἐξετάσει προσήκει. ὅ γε
4.37.17
μὴν Πλωτῖνος ἐν βιβλίῳ τῷ ἐπιγραφομένῳ «ὅπως ποιεῖ τὰ ἄστρα» περὶ τούτου
4.37.18
ἀποφαινόμενός φησι, μηδὲν ἢ δυνάμει ἢ ἐξουσίᾳ τούτων τοῖς ἀνθρώποις συμβαίνειν,
4.37.19
ἀλλ' ἅπερ ἡ τῆς θείας οἰκονομίας ἀνάγκη ἑκάστοις ἐκύρωσεν, οὕτω διὰ τοῦ τῶν ἑπτὰ
4.37.20
τούτων προποδισμοῦ ἢ στηριγμοῦ ἢ ὑποποδισμοῦ δείκνυσθαι, ὥσπερ καὶ οἰωνοὶ ἤτοι
4.37.21
περιπτάμενοι ἢ ἀτρεμοῦντες τὰ μέλλοντα ταῖς πτέρυξιν ἢ ταῖς φωναῖς σημαίνουσιν
4.37.22
εἰδότες. τοῦ Πλωτίνου ἐκ τοῦ αὐτοῦ λόγου· «σημαίνει– ἤγουν τὰ ἄστρα– μὲν οὖν πάντα
4.37.23
ὅσα ἐν αἰσθητῷ, ποιεῖ δὲ ἄλλα, ὅσα φανερῶς ποιεῖ· ἡμεῖς δὲ ψυχῆς ἔργα κατὰ φύσιν
4.37.24
ποιοῦμεν, ἕως μὴ ἐσφάλημεν ἐν τῷ πλήθει τοῦ παντός· σφαλέντες δὲ ἔχομεν δίκην.»
4.38.1
Ὅτι ὡς αὐτός φησι Πλωτῖνος· «Πλάτωνι δὲ ὁ ἀτρακτός ἐστι τό τε πλανώμενον καὶ
4.38.2
τὸ ἀπλανὲς τῆς περιφορᾶς· καὶ αἱ Μοῖραι δὲ καὶ ἡ Ἀνάγκη μήτηρ οὖσα στρέφουσι καὶ ἐν
4.38.3
τῇ γενέσει ἑκάστου ἐπικλώθουσι καὶ δι' αὐτῆς εἶσιν εἰς γένεσιν τὰ γεννώμενα· ἔν τε
4.38.4
Τιμαίῳ θεὸς μὲν ὁ ποιήσας τὴν ἀρχὴν τῆς ψυχῆς δίδωσιν· οἱ δὲ φερόμενοι θεοὶ τὰ δεινὰ
4.38.5
καὶ ἀναγκαῖα πάθη, θυμοὺς καὶ ἐπιθυμίας, καὶ ἡδονὰς καὶ λύπας αὖ, καὶ ψυχῆς ἄλλο
4.38.6
εἶδος, ἀφ' οὗ τὰ παθήματα ταυτί. οὗτοι γὰρ οἱ λόγοι συνδέουσιν ἡμᾶς τοῖς ἄστροις, παρ'
4.38.7
αὐτῶν ψυχὴν κομιζομένους καὶ ὑποτάττουσι τῇ ἀνάγκῃ ἐνταῦθα ἰόντας· καὶ ἤθη τοίνυν
4.38.8
παρ' αὐτῶν καὶ κατὰ τὰ ἤθη πράξεις, καὶ πάθη ἀπὸ ἕξεως παθητικῆς οὔσης· ὥστε τί
4.38.9
λοιπὸν ἡμεῖς, ἢ ὅπερ ἐσμὲν κατ' ἀλήθειαν ἡμεῖς, οἷς καὶ κρατεῖν τῶν παθῶν ἔδωκεν ἡ
4.38.10
φύσις· καὶ γὰρ ὅμως ἐν τούτοις τοῖς κακοῖς διὰ τοῦ σώματος ἀπειλημμένοις ἀδέσποτον
4.38.11
ἀρετὴν θεὸς ἔδωκεν. οὐ γὰρ ἐν ἡσύχῳ οὖσιν ἀρετῆς δεῖ ἡμῖν, ἀλλ' ὅταν κίνδυνος ἐν
4.38.12
κακοῖς εἶναι ἀρετῆς οὐ παρούσης. διὸ καὶ φεύγειν ἐντεῦθεν δεῖ καὶ χωρίζειν αὑτοὺς ἀπὸ
4.38.13
τῶν προσγεγενημένων καὶ μὴ τὸ σύνθετον εἶναι σῶμα ἐψυχωμένον, ἐν ᾧ κρατεῖ
4.38.14
μᾶλλον ἡ σώματος φύσις ψυχῆς τι ἴχνος λαβοῦσα, ὡς τὴν ζωὴν τὴν κοινὴν μᾶλλον τοῦ
4.38.15
σώματος εἶναι. πάντα γὰρ σωματικὰ ὅλα ταύτης, τῆς δὲ ἑτέρας τῆς ἔξω ἡ πρὸς τὸ ἄνω
4.38.16
φορὰ καὶ τὸ καλὸν καὶ τὸ θεῖον, ὧν οὐδεὶς κρατεῖ, ἀλλ' ἢ προσχρῆται, ἵν' ᾖ ἐκεῖνο καὶ
4.38.17
κατὰ τοῦτο ζῇ ἀναχωρήσας, ἢ ἔρημος ταύτης τῆς ψυχῆς γενόμενος ζῇ ἐν εἱμαρμένῃ· καὶ
4.38.18
ἐνταῦθα τὰ ἄστρα αὐτῷ οὐ μόνον σημαίνει, ἀλλὰ καὶ γίνεται αὐτὸς οἷον μέρος καὶ τῷ
4.38.19
ὅλῳ συνέπεται, οὗ μέρος. διττὸς γὰρ ἕκαστος· ὁ μὲν τὸ συναμφότερόν τι, ὁ δὲ αὐτὸς καὶ
4.38.20
πᾶς ὁ κόσμος δὲ, ὁ μὲν τὸ ἐκ σώματος καὶ ψυχῆς τινος δεθείσης σώματι, ὁ δὲ ἡ τοῦ
4.38.21
παντὸς ψυχὴ ἡ μὴ ἐν σώματι, ἐλλάμπουσα δὲ ἴχνη τῇ ἐν σώματι, καὶ ἥλιος δὴ καὶ τἄλλα
4.38.22
διττὰ οὕτω». 4. 39 Ὅτι ἐπειδὴ τόδε τὸ πᾶν ἀρρήτῳ τέχνῃ πεποίκιλται ἁρμονίας τε πλῆρες
4.38.23
εὐδαίμονός ἐστιν, ἀνάγκη δήπουθεν ἐξ ὀξέων καὶ βαρέων, προσηνῶν τε καὶ αὐστηρῶν
4.38.24
φθόγγων καὶ ῥυθμῶν καὶ τόνων, ἵν' οὕτως εἴπω, συνηρμόσθαι τὴν φύσιν. 4. 40 Ὅτι οἱ
4.38.25
παλαιοὶ μετὰ τελευτὴν ἔκαιον τὰ σώματα, συναποθεοῦντες ὥσπερ τῇ ψυχῇ καὶ τὸ σῶμα·
4.38.26
καθάπερ γὰρ ἐκείνη πυρώδης τὴν φύσιν καὶ πρὸς τὰ ἄνω σπεύδουσα, οὕτω βαρὺ τὸ
4.38.27
σῶμα καὶ ψυχρὸν καὶ πρὸς τὰ κάτω ῥέπον. ἐδόκουν τοίνυν καὶ αὐτὸ τὸ εἴδωλον
4.38.28
ἐκκαθαίρειν τοῦ σώματος τῇ τοῦ πυρὸς ἁγιστείᾳ· οὐ γὰρ ἀληθὴς ὁ λόγος ὁ κατὰ τὸν
4.38.29
Ἀναξίμαν δρον, ὃς ἐκ τοῦ πυρὸς εἶναι τόδε τὸ πᾶν ἀπεφήνατο, καὶ διὰ τοῦτο πυρὶ
4.38.30
παραδοθῆναι πρὸς τῶν ἀρχαίων τὰ σώματα· ἢ κατὰ τοὺς Στωϊκούς, οἳ καθολικὴν
4.38.31
ἐκπύρωσιν ἀναμένοντες προαπετέφρουν τοὺς θνήσκοντας· πολλῷ γὰρ πρεσβυτάτῳ τῶν
4.38.32
ἐν φιλοσοφίᾳ δογμάτων ἡ τοιαύτη τῶν σωμάτων ἀναστοιχείωσις. τοὺς μέντοι ὀδόντας
4.38.33
οὐκ ἔχοντας φύσεως ἢ πυρὶ ἢ χρόνῳ γοῦν μακρῷ καταναλίσκεσθαι, κατελίμπανον ἐπ'
4.38.34
αὐτῆς τῆς πυρᾶς ὡς τὸ λοιπὸν ἀχρήστους πρὸς τὸν τῆς παλιγγενεσίας λόγον
4.38.35
ἀποβλέποντες· σφόδρα γὰρ καὶ αὐτοὶ τὸν περὶ αὐτῆς παρεδέχοντο λόγον διὰ τὸ αὖθις ὡς
4.38.36
ἐδόκει παλιγγενησόμενον ἄνθρωπον μὴ χρῄζειν ἐπὶ τῆς μητρῴας γαστρὸς ὀδόντων.
4.41.1
Ὅτι οὔκ εἰσιν ἀστέρες κακοποιοί, ἀλλὰ πάντες ἀγαθοί· ἀλλ' ἐπεὶ καθ'
4.41.2
ἁρμονίαν τὸ πᾶν συνίσταται, οἱ μὲν αὐτῶν εἰσι ξηροί, οἱ δὲ ὑγραίνουσιν, οἱ δὲ ἄλλο τι
4.41.3
ἔχουσι πρὸς τὰς κράσεις αὐτῶν· τοίνυν δοκοῦσι βλάπτειν κατὰ τὴν ἐνέργειαν, οὐ κατὰ
4.41.4
τὴν πρόθεσιν, καὶ ὅτι τὰς ἀκράτους αὐτῶν ἐνίοτε δυνάμεις οὐχ ὑπομένοντα τὰ ἐν τῇ γῇ
4.41.5
βλάπτονται, ὡς καὶ ὀφθαλμοὶ ὑπὸ σφοδρότητος φωτός.
4.42.1
Κατὰ δὲ τὴν πρώτην τοῦ Μαρτίου μηνὸς Ἥραν ἐτίμων οἱονεὶ τὴν σελήνην
4.42.2
διὰ τὴν νεομηνίαν· ἀνεκήρυττε δὲ ὁ ἱερεὺς χρῆναι γλυκέσι πόμασί τε καὶ σιτίοις χρῆσθαι
4.42.3
ἅπαντας πρὸς φυλακὴν ὑγείας. ἐκίνουν δὲ τὰ ὅπλα Ῥωμαῖοι ἐπὶ τῷ τοῦ Ἄρεος πεδίῳ ἢ
4.42.4
τεμέ νει. ἐν ταύτῃ τῇ ἡμέρᾳ καὶ πόνων ἀνεπαύοντο, καὶ αἱ λεγόμεναι παρ' αὐτοῖς
4.42.5
Ματρῶναι, τουτέστιν εὐγενεῖς, τοὺς οἰκέτας εἱστίων, καθάπερ ἐν τοῖς Κρονίοις τουτὶ
4.42.6
πράττειν ἔθος ἦν τοῖς δούλους κεκτημένοις· ὧν αἱ μὲν δι' Ἄρεος τιμὴν δουλεύουσι τοῖς
4.42.7
ἄρρεσι τῶν οἰκετῶν διὰ τὴν κρείττονα φύσιν· οἱ δ' ἀποτρόπαιον ὥσπερ θεραπείαν
4.42.8
εἰσάγοντες τῷ Κρόνῳ τοῖς ἑαυτῶν δούλοις ἐδούλευον, ὅπως μὴ ταῖς ἀληθείαις
4.42.9
νεμεσητόν τι παθόντες εἰς δουλείαν πολεμίων καταπέσωσιν. πάντες δὲ κατὰ τὸν
4.42.10
Μάρτιον τροφὴν τὴν ἐκ κυάμων ἐλάμβανον· Ἄρεος δὲ ὁ κύαμος, παρὰ τὸ κύειν αἷμα·
4.42.11
ἔχριόν τε τὰς ἀλλήλων ὄψεις ἀντὶ αἵματος τὸ χρίσμα τοῦ κυάμου λαμβάνοντες, ταύτῃ
4.42.12
γε τὸν Ἄρεα θεραπεύοντες. ὅτι ὁ Πυθαγόρας πάνυ τὸν κύαμον ἀπεστρέφετο·
4.42.13
διαφερόντως γὰρ παρὰ τοὺς ἄλλους καρποὺς διεγείρει τὰ σώματα πρὸς συνουσίαν
4.42.14
ἐσθιόμενος, καὶ ταύτῃ καθέλκει τὰς ψυχὰς ἐπὶ τὴν γένεσιν. ὁ δὲ Ποντικὸς Ἡρακλείδης
4.42.15
φησίν, ὡς εἴ τις τὸν κύαμον ἐν καινῇ θήκῃ ἐμβαλὼν ἀποκρύψει τῇ κόπρῳ ἐπὶ
4.42.16
τεσσαράκοντα πάσας ἡμέρας, εἰς ὄψιν ἀνθρώπου σεσαρκωμένου μεταβαλόντα τὸν
4.42.17
κύαμον εὑρήσει, καὶ διὰ τοῦτο τὸν ποιητὴν φάναι· ἶσόν τοι κυάμους τε φαγεῖν κεφαλάς
4.42.18
τε τοκήων. Διογένης δὲ ἐν τρισκαιδεκάτῃ ἀπίστων ταῦτά φησιν· τότε ἀπὸ τῆς αὐτῆς
4.42.19
σηπεδόνος ἄνθρωπον συστῆναι καὶ κύαμον βλαστῆσαι. τούτου δὲ φανερὰ ἐπῆγε
4.42.20
τεκμήρια· εἰ γάρ τις διατραγὼν κύαμον καὶ τοῖς ὀδοῦσι λεάνας ἐν ἀλέᾳ τῆς τοῦ ἡλίου
4.42.21
βολῆς καταθείη πρὸς ὀλίγον, εἶτα ἀναστὰς ἐπανέλθοι μετ' οὐ πολύ, εὕροι ἂν ὀδωδότα
4.42.22
ἀνθρωπείου φόνου· εἰ δὲ καὶ ἀνθοῦντος ἐν τῷ βλαστάνειν τοῦ κυάμου λαβών τις
4.42.23
περκάζοντος τοῦ ἄνθους βραχὺ ἐνθείη ἀγγείῳ κεραμεῷ καὶ ἐπίθεμα ἐπιθεὶς ἐν τῇ γῇ τε
4.42.24
κατορύξειε καὶ ἐννενήκοντα παραφυλάξειεν ἡμέρας μετὰ τὸ κατορυχθῆναι, εἶτα μετὰ
4.42.25
ταῦτα ὀρύξειε καὶ λάβοι καὶ ἀφέλοι τὸ πῶμα, εὕροι ἂν ἀντὶ τοῦ κυάμου ἢ παιδὸς
4.42.26
κεφαλὴν συνεστῶσαν ἢ γυναικὸς αἰδοῖον. ὥστε ἀφεκτέον κατὰ Πυθαγόραν κυάμου, ὡς
4.42.27
καὶ τῶν λεγομένων χρυσολαχάνων, ἐπειδὴ καὶ αὐτῶν ἡ γένεσις ἐξ ἐμμήνων γυναικῶν
4.42.28
ἐστι. τούτου χάριν εἰς τοὺς τάφους κύαμοι ῥίπτονται ὑπὲρ σωτηρίας ἀνθρώπων. ὅτι δὲ
4.42.29
κύαμος ἀπὸ τοῦ αἵματος εἴρηται, δυνατὸν τῇ πείρᾳ παραλαβεῖν· εἴ τις γὰρ αὐτὸν
4.42.30
ἀποβρέξει ἐπὶ νυχθήμερον, τὸ ἐν αὐτῷ ὕδωρ λύθρον εὑρήσει.
4.43.1
Οἱ δὲ μάγγιπες, οἱονεὶ τεχνῖται τοῦ ἀνδραπο δώδους ἄρτου, ἔπεμπον τοῖς ἐν
4.43.2
λόγῳ Ῥωμυλίας ἀννώνας· οὕτω δὲ ταύτας ἐκάλουν, διὰ τὸ κατὰ τὴν ἐννάτην ὥραν
4.43.3
ἐπιδίδοσθαι πρὸς τοῦ Ῥωμύλου τὴν τροφὴν τοῖς στρατιώταις.... καὶ γὰρ
4.43.4
Οὐαλεντινιανὸς ἀπαίδευτος ἦν καὶ μόνον.... βαρύμηνις.
4.44.1
Τῇ πρὸ τεσσάρων Νωνῶν Μαρτίων ἄνεμον βιαιότερον ὡς ἐπίπαν πνεῖν
4.44.2
προλέγει ὁ Εὔδοξος. 4. 45 Τῇ πρὸ τριῶν Νωνῶν Μαρτίων ὁ πλοῦς τῆς Ἴσιδος ἐπετελεῖτο,
4.44.3
ὃν ἔτι καὶ νῦν τελοῦντες καλοῦσι πλοιαφέσια. ἡ δὲ Ἶσις τῇ Αἰγυπτίων φωνῇ παλαιὰ
4.44.4
σημαίνεται, τουτέστιν ἡ σελήνη· καὶ προσηκόντως αὐτὴν τιμῶσιν ἐναρχόμενοι τῶν
4.44.5
θαλαττίων ὁδῶν, διὰ τὸ αὐτήν, ὡς ἐλέγομεν, τῇ φύσει τῶν ὑδάτων ἐφεστάναι. φασὶ δὲ
4.44.6
ταύτην καὶ ὑγείας εἶναι δότειραν, καθάπερ ἡμεῖς τὸν Ἀσκληπιόν. ταὐτὸν δ' ἂν εἴη·
4.44.7
ὥσπερ γὰρ ἡμεῖς τὸν ἥλιον εἰς τὸν Ἀσκληπιὸν λαμβάνοντες μετὰ τὰς ἐκείνου δυσμὰς
4.44.8
τῆς νυκτὸς ἐπιγινομένης αἴτιον αὐτὸν τοῦ ὕπνου καὶ νυκτὸς καὶ ἀναπαύσεως, αἴτιον
4.44.9
καὶ δοτῆρα τῆς ὑγείας.... μυθεύουσιν. ὁ δὲ Χαιρωνεὺς Ἶσιν μὲν τὴν γῆν εἶναι βούλεται
4.44.10
καὶ Ὄσιριν τὸν Νεῖλον, Τυφῶνα δὲ τὴν θάλατταν, εἰς ἣν ὁ Νεῖλος ἐμπίπτων ἀφανίζεται.
4.46.1
Τὴν Τύχην οἱ Ἕλληνες γράφουσι βουπρόσωπον· ἐγὼ δ' οἶμαι τὴν ὑγρὰν
4.46.2
εἶναι οὐσίαν, ὅθεν καὶ ἄκουαν αὐτὴν Ῥωμαίοις ἔθος καλεῖν ἀπὸ τῆς ἰσότητος, τὸ δ'
4.46.3
ὕδωρ ὁμοιομερὲς καὶ ἶσον τὴν φύσιν. καὶ καλῶς ἄκουα πρὸς αὐτῶν ὠνόμασται, ἐπειδὴ
4.46.4
τὴν ἰσότητα ἤτοι ὁμοιομέρειαν ἀπὸ τοῦ ἄκουα κατὰ παραγωγὴν ἐπικαλοῦσιν.
4.47.1
Τὸ σίβυλλα Ῥωμαϊκὴ λέξις ἐστὶν ἑρμηνευομένη προφῆτις ἤγουν μάντις,
4.47.2
ὅθεν ἑνὶ ὀνόματι αἱ θήλειαι μάντιδες ὠνομάσθησαν Σίβυλλαι· γεγόνασι δὲ Σίβυλλαι
4.47.3
δέκα ἐν διαφόροις τόποις καὶ χρόνοις. πρώτη ἡ καὶ Χαλδαία ἡ καὶ Περσὶς ἡ καὶ πρός
4.47.4
τινων Ἑβραία ὀνομαζομένη, ἧς τὸ κύριον ὄνομα Σαμβήθη, ἐκ τοῦ γένους τοῦ
4.47.5
μακαριωτάτου Νῶε, ἡ περὶ τῶν κατὰ Ἀλέξανδρον τὸν Μακεδόνα λεγομένη
4.47.6
προειρηκέναι, ἧς μνημονεύει Νικάνωρ ὁ τὸν Ἀλεξάνδρου βίον ἱστορήσας, ἡ περὶ τοῦ
4.47.7
δεσπότου θεοῦ μυρία προθεσπίσασα καὶ τῆς αὐτοῦ παρουσίας· ἀλλὰ καὶ αἱ λοιπαὶ
4.47.8
συνᾴδουσιν αὐτῇ, πλὴν ὅτι ταύτης εἰσὶ βιβλία εἰκοσιτέσσαρα περὶ παντὸς ἔθνους καὶ
4.47.9
χώρας περιέχοντα. ὅτι δὲ οἱ στίχοι αὐτῆς ἀτελεῖς εὑρίσκονται καὶ ἄμετροι, οὐ τῆς
4.47.10
προφήτιδός ἐστιν ἡ αἰτία ἀλλὰ τῶν ταχυγράφων, οὐ συμφθασάντων τῇ ῥύμῃ τῶν
4.47.11
λεγομένων ἢ καὶ ἀπαιδεύτων γενομένων καὶ ἀπείρων γραμματικῶν· ἅμα γὰρ τῇ
4.47.12
ἐπιπνοίᾳ ἐπέπαυτο ἐν αὐτῇ ἡ τῶν λεχθέντων μνήμη, καὶ διὰ τοῦτο εὑρίσκονται στίχοι
4.47.13
ἀτελεῖς καὶ διάνοια σκάζουσα, εἴτε κατ' οἰκονομίαν θεοῦ τοῦτο γέγονεν, ὡς μὴ
4.47.14
γινώσκοιντο ὑπὸ τῶν πολλῶν καὶ ἀναξίων οἱ χρησμοὶ αὐτῆς. δευτέρα Σίβυλλα ἡ
4.47.15
Λίβυσσα, τρίτη Σίβυλλα ἡ Δελφίς, ἡ ἐν Δελφοῖς τεχθεῖσα· γέγονε δὲ αὕτη πρὸ τῶν
4.47.16
Τρωϊκῶν καὶ ἔγραψε χρησμοὺς δι' ἐπῶν ἐν τοῖς χρόνοις τῶν κριτῶν, ὁπηνίκα Δεβώρα
4.47.17
προφῆτις ἦν παρὰ Ἰουδαίοις. τετάρτη Ἰταλικὴ ἡ ἐν Κιμμερίᾳ τῆς Ἰταλίας, πέμπτη
4.47.18
Ἐρυθραία ἀπὸ πόλεως Ἐρυθρᾶς καλουμένης ἐν Ἰωνίᾳ, ἡ περὶ τοῦ Τρωϊκοῦ προειρηκυῖα
4.47.19
πολέμου. ἕκτη Σαμία, ἧς τὸ κύριον ὄνομα Φυτώ, περὶ ἧς ἔγραψεν Ἐρατοσθένης, καὶ
4.47.20
αὕτη ἐν τοῖς χρόνοις τῶν παρὰ Ἰουδαίοις κριτῶν ἦν. ἑβδόμη Κυμαία ἡ καὶ Ἀμάλθεια ἢ
4.47.21
Ἡροφίλη· ἡ δὲ Κύμη πόλις ἐστὶν Ἰταλική, ἧς πλησίον ἄντρον ἐστὶ συνηρεφὲς καὶ
4.47.22
γλαφυρώτατον, ἐν ᾧ διαιτωμένη ἡ Σίβυλλα αὕτη τοὺς χρησμοὺς ἐδίδου τοῖς
4.47.23
πυνθανομένοις. ὀγδόη ἡ Γεργιθία· πολίχνη δὲ περὶ τὸν Ἑλλήσποντον τὸ Γεργίθιον.
4.47.24
ἐννάτη Φρυγία, δεκάτη ἡ Τιβουρτία ὀνόματι Ἀλβουναία. ὅτι ἡ Ἰουδαία Σίβυλλα καὶ
4.47.25
Χαλδὶς ἐκαλεῖτο· καὶ γὰρ ὁ Φίλων τὸν Μωυσέως βίον ἀναγράφων Χαλδαῖον εἶναι αὐτὸν
4.47.26
λέγει, γεγενῆσθαι δὲ ἐν Αἰγύπτῳ, ὡς τῶν προγόνων αὐτοῦ ἐκεῖσε κατελθόντων διὰ
4.47.27
λιμὸν κατασχόντα Βαβυλῶνά τε καὶ τὰς πλησιοχώρους. καὶ ὡς ἔοικεν, ἀπ' ἀρχῆς οἱ
4.47.28
Χαναναῖοι οὕτως ἐκαλοῦντο, ἢ διὰ τὸ τὸν Ἀβραὰμ ἐκεῖθεν ὡρμῆσθαι. λέγει δὲ ὁ αὐτὸς
4.47.29
Φίλων καὶ περὶ τῶν συγγραμμάτων τοῦ Μωυσέως, ὅτι ὑπ' αὐτοῦ μὲν τῇ Χαλδαϊκῇ
4.47.30
γλώττῃ ἐγράφη, ὕστερον δὲ ὑπὸ Πτολεμαίου εἰς τὴν Ἑλλάδα μετεφράσθη, ὃς τρίτος ἦν
4.47.31
τῶν ἀπ' Ἀλεξάνδρου τὴν Αἴγυπτον παραλα βόντων, Φιλάδελφος ἐπικεκλημένος. ταύτης
4.47.32
δὲ τῆς Ἑβραίας Σιβύλλης βίβλῳ ἐνέτυχον ἐν Κύπρῳ, ἐν ᾗ πολλὰ καὶ τῶν ἑλληνικῶν
4.47.33
προφητεύσασα διαλαμβάνει· καὶ μέντοι καὶ περὶ Ὁμήρου, ὅτι ἀναστήσει ὁ θεὸς
4.47.34
ἄνθρωπόν τινα σοφόν, ὃς τὸν τῶν ἡρώων πόλεμον ἀναγράψεται καὶ τοὺς
4.47.35
γενναιοτάτους τούτων ὑμνήσει· προλέγει δὲ καὶ περὶ Χριστοῦ καὶ τῶν μετὰ τὴν Χριστοῦ
4.47.36
παρουσίαν γεγενημένων· καὶ μέντοι καὶ περὶ τῶν γενησομένων ἕως τῆς συντελείας, ἐν
4.47.37
οἷς καὶ περὶ Κύπρου καὶ Ἀντιοχείας παλίμφημά τινα προφητεύει, τῆς μὲν ὡς πολέμῳ
4.47.38
πεσουμένης καὶ μηκέτ' ἀναστησομένης, τῆς δὲ νήσου ὑποβρυχίου γενησομένης· φησὶ
4.47.39
γάρ· Τλήμων Ἀντιόχεια, σὲ δὲ πτόλιν οὔποτ' ἐροῦσιν, εὖτε κακοφροσύνῃσι τεαῖς περὶ
4.47.40
δούρασι πίπτεις, καὶ ἑξῆς αἲ αἲ Κύπρε τάλαινα, σὲ δὲ μέγα κῦμα καλύψει ἥμασι
4.47.41
χειμερίῃσιν ὀρινομένη τε θάλασσα. προέλαβε δὲ τὴν τοῦ Χριστοῦ παρουσίαν αὕτη ἡ
4.47.42
Σίβυλλα ἔτη δισχίλια, ἧς ἐστι καὶ τοῦτο τὸ ἔπος τὸν τίμιον σταυρὸν προμηνύον· ὦ ξύλον
4.47.43
ὦ μακαριστόν, ὑφ' οὗ θεὸς ἐξετανύσθη. ὅτι τέταρτος ἀπὸ Ῥώμου τοῦ οἰκιστοῦ βασιλεὺς
4.47.44
ἐν Ῥώμῃ γέγονε Ταρκύνιος Πρίσκος· γυνὴ δέ τις Ἀμάλθεια ἦλθε πρὸς αὐτὸν
4.47.45
ἐπιφερομένη τρεῖς βίβλους, χρη σμοὺς Σιβύλλης τῆς Κυμαίας, καὶ ἐζήτει αὐτῷ δοῦναι
4.47.46
εἰς τριάκοντα χρυσοῦς· τοῦ δὲ καταφρονήσαντος ἀγανακτήσασα ἡ γυνὴ ἔκαυσε τὸ ἓν
4.47.47
τῶν βιβλίων, καὶ αὖθις προσελθοῦσα ἠξίου καὶ ὑπὲρ τῶν λειπομένων δύο τοὺς
4.47.48
τριάκοντα λαβεῖν χρυσοῦς· τοῦ δ' ἔτι μᾶλλον αὐτὴν ὑπεριδόντος καὶ τὸ ἕτερον ἔκαυσε·
4.47.49
λοιπὸν οὖν ὑπὲρ τοῦ ἑτέρου ἑνὸς τὴν αὐτὴν ἐπεζήτει τιμήν. στοχασάμενος οὖν ὁ
4.47.50
βασιλεὺς ἀναγκαῖον αὐτὸ εἶναι τῇ βασιλείᾳ λαμβάνει δοὺς τοὺς τριάκοντα χρυσοῦς· καὶ
4.47.51
εὑρὼν ἐν αὐτῷ τὰς Ῥωμαίων τύχας κατ' ἐξαίρετον καὶ μόνας ἐγγεγραμμένας, ἑξήκοντα
4.47.52
πατρικίων συστήματι τὴν τούτων παρέδωκε φυλακήν.
4.48.1
Νώναις Μαρτίαις ὁ Βάρρων ὄρθρου τὸν στέφανον δύεσθαι λέγει καὶ πνεῖν
4.48.2
τὸν βορρᾶν.
4.49.1
Εἰδοῖς Μαρτίαις ἑορτὴ Διὸς διὰ τὴν μεσομηνίαν καὶ εὐχαὶ δημόσιαι ὑπὲρ τοῦ
4.49.2
ὑγιεινὸν γενέσθαι τὸν ἐνιαυτόν. ἱεράτευον δὲ καὶ ταῦρον ἑξέτη ὑπὲρ τῶν ἐν τοῖς ὄρεσιν
4.49.3
ἀγρῶν, ἡγουμένου τοῦ ἀρχιερέως καὶ τῶν κανηφόρων τῆς Μητρός. ἤγετο δὲ καὶ ἄν
4.49.4
θρωπος περιβεβλημένος δοραῖς αἰγείαις, καὶ τοῦτον ἔπαιον ῥάβδοις λεπταῖς ἐπιμήκεσι
4.49.5
Μαμούριον αὐτὸν καλοῦντες. οὗτος δὲ τεχνίτης ἐν ὁπλοποιΐᾳ γενόμενος, διὰ τὸ μὴ τὰ
4.49.6
διοπετῆ ἀγκίλια συνεχῶς κινούμενα φθείρεσθαι, ὅμοια ἐκείνων κατεσκεύασε τῶν
4.49.7
ἀρχετύπων· ὅθεν παροιμιάζοντες οἱ πολλοὶ ἐπὶ τοῖς τυπτομένοις διαγελῶντές φασιν, ὡς
4.49.8
τὸν Μαμούριον αὐτῷ παίζοιεν οἱ τύπτοντες· λόγος γὰρ, καὶ αὐτὸν ἐκεῖνον Μαμούριον
4.49.9
δυσχερῶν τινων προσπεσόντων ἐπὶ τῇ τῶν ἀρχετύπων ἀγκιλίων ἀποσχέσει τοῖς
4.49.10
Ῥωμαίοις παιόμενον ῥάβδοις ἐκβληθῆναι τῆς πόλεως. ταύτην τὴν ἡμέραν ὁ
4.49.11
Μητρόδωρος κακὴν παραδίδωσιν. 4. 50 Ἡ πρὸ δεκαεπτὰ Καλενδῶν Ἀπριλίων ἄπρακτος.
4.49.12
ἐν ταύτῃ τῇ ἡμέρᾳ Εὔδοξος τοὺς ἰχθύας ἀνίσχειν καὶ βορρᾶν πνεῖν παραδίδωσιν.
4.51.1
Λίβερ παρὰ Ῥωμαίοις ὁ Διόνυσος οἱονεὶ ἐλεύθερος, τουτέστιν Ἥλιος.
4.51.2
μυστήρια ἀπὸ τῆς στερήσεως τοῦ μύσους ἀντὶ τοῦ ἁγιωσύνης. Διόνυσος, δι' ὃν ἡ νύσσα–
4.51.3
ὁ καμπτήρ– καὶ ἡ περικύκλησις τοῦ χρόνου. Τέρπανδρός γε μὴν ὁ Λέσβιος Νύσσαν λέγει
4.51.4
τετιθηνηκέναι τὸν Διόνυσον τὸν ὑπό τινων Σαβάζιον ὀνομαζόμενον, ἐκ Διὸς καὶ
4.51.5
Περσεφόνης γενόμενον, εἶτα ὑπὸ τῶν Τιτάνων σπαραχθέντα. φέρεται δὲ καί τις μῦθος
4.51.6
περὶ αὐτοῦ κατὰ τὸν Ἀπολλόδωρον, ὡς εἴη γεγονὼς ἐκ Διὸς καὶ Γῆς, τῆς δὲ Γῆς Θεμέλης
4.51.7
προσαγορευομένης διὰ τὸ εἰς αὐτὴν πάντα καταθεμελιοῦσθαι, ἣν κατὰ συναλλαγὴν
4.51.8
ἑνὸς στοιχείου, τοῦ σ, Σεμέλην οἱ ποιηταὶ προσηγορεύκασι. κατὰ δὲ τοὺς ποιητὰς
4.51.9
Διόνυσοι πέντε· πρῶτος Διὸς καὶ Λυσιθέας, δεύτερος ὁ Νείλου, ὁ καὶ βασιλεύσας Λιβύης
4.51.10
καὶ Αἰθιοπίας καὶ Ἀραβίας· τρίτος Καβείρου παῖς, ὅστις τῆς Ἀσίας ἐβασίλευσε, ἀφ' οὗ ἡ
4.51.11
Καβειρικὴ τελετή· τέταρτος ὁ Διὸς καὶ Σεμέλης, ᾧ τὰ Ὀρφέως μυστήρια ἐτελεῖτο, καὶ
4.51.12
ὑφ' οὗ οἶνος ἐκεράσθη· πέμπτος ὁ Νίσου καὶ Θυώνης, ὃς κατέδειξε τριετηρίδα. καὶ ταῦτα
4.51.13
μὲν οἱ Ἕλληνες· οἱ δέ γε Ῥωμαῖοι τὸν Διόνυσον Βακχευτὴν τοῦ Κιθαιρῶνός φασιν,
4.51.14
οἱονεὶ βακχευτὴν καὶ ἀνατρέχοντα ἀνὰ τὸν οὐρανόν, ὃν ἐκ τῆς τῶν ἑπτὰ συμφωνίας
4.51.15
ἀστέρων Κιθάρωνα ὠνόμασαν· ὅθεν Ἑρμῆς κιθάραν δίδωσι μυστικῶς τῷ Ἀπόλλωνι,
4.51.16
οἷον ὁ λόγος τῷ ἡλίῳ τὴν τοῦ παντὸς ἁρμονίαν. ἐν ἀπορρήτῳ δὲ τῷ Διονύσῳ τὰ
4.51.17
μυστήρια ἐτελεῖτο, διὰ τὸ πᾶσιν ἀπόκρυφον εἶναι τὴν τοῦ ἡλίου πρὸς τὴν τοῦ παντὸς
4.51.18
φύσιν κοινωνίαν. καὶ φαλλοὺς ἐν τοῖς ἱεροῖς αὐτοῦ παρελάμβανον, οἱονεὶ τὰ γεννητικὰ
4.51.19
ὄργανα, καὶ εἴσοπτρον οἱονεὶ τὸν διαυγῆ οὐρανόν, σφαῖραν δὲ οἱονεὶ τὴν γῆν· ὁ γὰρ
4.51.20
Πλάτων ἐν τῷ Τιμαίῳ φησίν· «γῇ μὲν τὸ σφαιρικὸν εἶδος.» διὸ δὴ καὶ ὁ Πυθαγόρας ἐν
4.51.21
ταῖς δέκα σφαίραις οὕτως καὶ αὐτῇ ψυχὰς ἐνεσπάρθαι φησί. Πυριγενέα δὲ αὐτὸν καὶ
4.51.22
Παγκρατῆ ἐν τοῖς ἱεροῖς ἐκάλουν, ὅτι τὴν μὲν φύσιν πυρώδης ἐστὶν ὁ ἥλιος, τοῦ δὲ
4.51.23
παντὸς ἐπάρχει καὶ κρατεῖ. καὶ πάνθηρα δὲ παρ' αὐτοῦ τοὔνομα ποιοῦσιν
4.51.24
ἀποδεχόμενον, οἱονεὶ τὴν πάνθηρον γῆν ἐξ αὐτοῦ λαμβάνουσαν τὴν ζωοποιὸν καὶ
4.51.25
εὐφραντικὴν τροφήν. καὶ Βάκχας αὐτῷ καὶ Νύμφας οἱονεὶ τὰ ὕδατα ποιοῦσι
4.51.26
πειθαρχοῦντα, τῇ δὲ τοῦ ἡλίου κινήσει ἡ τῶν ὑδάτων φύσις ζωογονεῖται· κύμβαλα δὲ
4.51.27
καὶ θύρσους αὐταῖς διδόασι τὸν τῶν ὑδάτων ἦχον· καὶ ὑπὸ Σατύρων ἐλαυνομένας τὰς
4.51.28
Μαινάδας, οἷον ὑπὸ τῶν ἀνέμων ὠθουμένης τῆς τῶν ὑδάτων φύσεως βροντὰς καὶ
4.51.29
κτύπους ἀποτελεῖσθαι. Διόνυσον δὲ ὡσανεὶ τὸν τοῦ Διὸς νοῦν οἱονεὶ τὴν τοῦ κόσμου
4.51.30
ψυχήν· πολλαχοῦ γὰρ εὑρίσκομεν, ὡς ὁ σύμπας κόσμος Ζεὺς ὀνομάζεται διὰ τὸ ἀείζωον
4.51.31
καὶ ἀτελεύτητον. Σεμέλης δὲ αὐτὸν ποιοῦσιν υἱόν, ὡς ὑπὸ γῆν κρυπτόμενον καὶ διὰ τοῦ
4.51.32
Ἑρμοῦ, τουτέστι τοῦ λόγου, προϊόντα· καὶ τῷ μηρῷ τοῦ Διὸς ἐντρεφόμενον, οἱονεὶ ἐν
4.51.33
τοῖς ἀπορρήτοις τοῦ κόσμου λανθάνοντα· καὶ Διθύραμβον καὶ Διμήτορα τὸν δύο
4.51.34
προόδους λαχόντα, τὴν μὲν ἀνατολικὴν πρὸς νότον ἐν χειμῶνι, τὴν δὲ βορείαν πρὸς
4.51.35
δυσμὰς ἐν τῷ θέρει. καὶ ταῦτα μὲν περὶ Διονύσου. Ἐν δὲ τῇ ἡμέρᾳ τῶν Βακχαναλίων
4.51.36
Δημόκριτος δύεσθαι τοὺς ἰχθύας λέγει, ὁ δὲ Βάρρων ἀνεμομαχίαν ἔσεσθαι παραδίδωσιν.
4.51.37
οὕτως μὲν ἡ παλαιότης περὶ τὰ Διονύσια.
4.52.1
Ὅτι ἐν τῷ Καπιτωλίῳ ταραχῆς γενομένης ὑπὸ τῶν στασιαστῶν λέγεται
4.52.2
τηνικαῦτα ποιμένος ἐπιφανῆναι δόξαντος τῷ τόπῳ καὶ κρίναντος ὡς αὐτὸν συναχθῆναι
4.52.3
τὸν δῆμον, συνδραμεῖν δὲ τὸ πλῆθος· κἀκεῖσε πρὸς τοῦ ποιμένος τῶν βαναύσων
4.52.4
χωρισθέντων εἰρήνην μὲν τῷ δήμῳ γενέσθαι, αὐτὸν δὲ ἀφανισθῆναι. 4. 53 Ὅτι πολλὴ
4.52.5
τοῖς θεολόγοις διαφωνὴ περὶ τοῦ παρ' Ἑβραίων τιμωμένου θεοῦ καὶ γέγονε καὶ ἔστιν·
4.52.6
Αἰγύπτιοι γὰρ καὶ πρῶτος Ἑρμῆς Ὄσιριν τὸν ὄνταθεολογοῦσιν αὐτόν, περὶ οὗ Πλάτων
4.52.7
ἐν Τιμαίῳ λέγει· «τί τὸ ὂν μὲν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, τί δὲ τὸ γινόμενον, ὂν δὲ
4.52.8
οὐδέποτε;» Ἕλληνες δὲ τὸν Ὀρφέως Διόνυσον, ὅτι, ὡς αὐτοί φασι, πρὸς τῷ ἀδύτῳ τοῦ
4.52.9
ἐν Ἱεροσολύμοις ναοῦ ἐξ ἑκατέρων σταθμῶν τὸ πρὶν ἄμπελοι ἀπὸ χρυσοῦ πεποιημένοι
4.52.10
ἀνέστελλον τὰ παραπετάσματα ἐκ πορφύρας καὶ κόκκου πεποικιλμένα, ἐξ ὧν καὶ
4.52.11
ὑπέλαβον Διονύσου εἶναι τὸ ἱερόν· Λίβιος δὲ ἐν τῇ καθόλου Ῥωμαϊκῇ ἱστορίᾳ ἄγνωστον
4.52.12
τὸν ἐκεῖ τιμώμενόν φησι· τούτῳ δὲ ἀκολούθως ὁ Λούκανος ἀδήλου θεοῦ τὸν ἐν
4.52.13
Ἱεροσολύμοις ναὸν εἶναι λέγει, ὁ δὲ Νουμήνιος ἀκοινώνητον αὐτὸν καὶ πατέρα πάντων
4.52.14
τῶν θεῶν εἶναι λέγει, ἀπαξιοῦντα κοινωνεῖν αὐτῷ τῆς τιμῆς τινα· καὶ Ἰουλιανὸς δὲ ὁ
4.52.15
βασιλεύς, ὅτε πρὸς Πέρσας ἐστρατεύετο, γράφων Ἰουδαίοις οὕτω φησίν· «ἀνεγείρω γὰρ
4.52.16
μετὰ πάσης προθυμίας τὸν ναὸν τοῦ ὑψίστου θεοῦ»· δι' ἣν αἰτίαν καί τινες τῶν
4.52.17
ἀπαιδεύτων, ἔτι δὲ καὶ διὰ τὴν περιτομὴν Κρόνον αὐτὸν εἶναι νομίζουσιν· ὑψηλότερος
4.52.18
γάρ φασι τῶν πλανήτων ὁ Κρόνος· οὐ συνορῶντες ὅτι ἡ περιτομὴ σύμβολόν ἐστι τοῦ
4.52.19
καθαρμοῦ τῆς νοερᾶς ψυχῆς, ὡς τοῖς μυστικοῖς τῶν Ἑβραίων δοκεῖ, ὅτι δὲ οὐ Κρονία
4.52.20
τελετὴ ἡ περιτομή· καὶ Ἀράβων οἱ λεγόμενοι Σκηνῖται ἐπὶ τοῦ τρισκαιδεκάτου ἐνιαυτοῦ
4.52.21
τοὺς ἑαυτῶν παῖδας περιτέμνουσιν ὡς Ὠριγένης λέγει, καίτοι Ἀστάρτην ἀλλ' οὐ Κρόνον
4.52.22
τιμῶντες· καὶ Αἰθίοπες δὲ τὰς κόγχας τῶν γονάτων τῶν νέων σιδηρῷ καυστικῷ
4.52.23
σφραγίζουσι τῷ Ἀπόλλωνι. ὁ μέντοι Πορφύριος ἐν τῷ ὑπομνήματι τῶν λογίων τὸν δὶς
4.52.24
ἐπέκεινα τουτέστι τὸν τῶν ὅλων δημιουργὸν τὸν παρὰ Ἰουδαίων τιμώμενον εἶναι ἀξιοῖ,
4.52.25
ὃν ὁ Χαλδαῖος δεύτερον ἀπὸ τοῦ ἅπαξ ἐπέκεινα, τουτέστι τοῦ ἀγαθοῦ, θεολογεῖ. οἱ
4.52.26
μέντοι περὶ Ἰάμβλιχον καὶ Συριανὸν καὶ Πρόκλον δημιουργὸν αὐτὸν τοῦ αἰσθητοῦ
4.52.27
κόσμου νομίζουσιν εἶναι καλοῦντες αὐτὸν τῆς τετραστοίχου θεόν· ὁ δὲ Ῥωμαῖος
4.52.28
Βάρρων περὶ αὐτοῦ διαλαβών φησι παρὰ Χαλδαίοις ἐν τοῖς μυστικοῖς αὐτὸν λέγεσθαι
4.52.29
Ἰάω ἀντὶ τοῦ φῶς νοητὸν τῇ Φοινίκων γλώσσῃ, ὥς φησιν Ἑρέννιος. καὶ Σαβαὼθ δὲ
4.52.30
πολλαχοῦ λέγεται, οἷον ὁ ὑπὲρ τοὺς ἑπτὰ πόλους, τουτέστιν ὁ δημιουργός. πολλαὶ μὲν
4.52.31
οὖν οὕτω περὶ αὐτοῦ δόξαι, κρείττους δὲ μᾶλλον οἱ ἄγνωστον αὐτὸν καὶ ἄδηλον
4.52.32
θεολογοῦντες. ὅτι δὲ σφάλλονται οἱ Διόνυσον αὐτὸν εἶναι νομίζοντες ἀπό τε τῶν
4.52.33
εἰρημένων ἀμπέλων, αἳ τὰ παραπετάσματα ἀνέστελλον καὶ ἔτι οὐκ οἶδ' ὅθεν
4.52.34
ἀναπεισθέντες ἀνοινεῖν τοὺς Ἑβραίων βεβήλους, ἐξ αὐτῶν ἄν τις τῶν παρ' αὐτοῖς
4.52.35
νομίμων λάβοι· οὐ γὰρ τοὺς βεβήλους, ἀλλὰ τοὺς ἱερουμένους τουτὶ πράττειν
4.52.36
θεσπίζουσιν οὕτω λέγοντες· «οἶνον καὶ σίκερα οὐ πίεσθε ἡνίκα ἂν εἰσπορεύησθε εἰς τὴν
4.52.37
σκηνήν . »
4.54.1
Πρὸ δεκαπέντε Καλενδῶν Ἀπριλίων ὁ Εὐκτήμων ποικίλους ἀνέμους πνέειν
4.54.2
λέγει. κεφαλαίαν δὲ Ἀθηνᾶν τὴν φρόνησιν ἄν τις εἴποι· καὶ γὰρ ἐπὶ τοῦ βρέγματος κατὰ
4.54.3
τὸ ἀντικέφαλον ἐναποκεῖσθαι λέγεται πρὸς ταῖς ῥίζαις τοῦ ἐγκεφάλου τοῖς ἀνθρώποις ἡ
4.54.4
φρόνησις· ὅθεν ὀργιζόμενον Ἀχιλλέα Ὅμηρος ἐκ τοῦ βρέγματος πιεζόμενον ὑπὸ τῆς
4.54.5
Ἀθηνᾶς ἐποίησε λέγων· ξανθῆς δὲ κόμης ἕλε Πηλείωνα. καὶ γλαυκῶπιν αὐτὴν διὰ τὸ
4.54.6
πυρῶδες γράφουσι καὶ γλαῦκα αὐτῇ τὸ ὄρνεον προσνέμουσιν, ὅπερ ἐγρήγορε διὰ πάσης
4.54.7
τῆς νυκτός, ὡς ἄν τις εἴποι, ἡ ἀνθρωπίνη ψυχὴ κατὰ μηδένα καιρὸν ἀργοῦσα· καὶ γὰρ
4.54.8
ἀθάνατος καὶ ἀεικίνητος τὴν φύσιν· τὸ γὰρ παῦλαν ἔχον κινήσεως παῦλαν ἔχει ζωῆς
4.54.9
κατὰ Πλάτωνα. 4. 55 Ὅτι κατὰ τὴν πρὸ τεσσαρεσκαίδεκα καλενδῶν Ἀπριλίων ἔθος ἦν
4.54.10
τοὺς Σαλίους ἀποτίθεσθαι τὰ διοπετῆ ὅπλα, ἅτινα ἐκάλουν ἀγκίλια, οὓς κατέστησεν ὁ
4.54.11
Νουμᾶς. ταῦτα δὲ εἰς τιμὴν Ἄρεος πολεμικοῦ εἰώθη κινεῖσθαι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ἐν ᾗ
4.54.12
λέγεται φωνὴν ἐκ τοῦ οὐρανοῦ ἀκουσθῆναι λέγουσαν, ἕως τότε σώζεσθαι τὴν πόλιν,
4.54.13
ἕως ἂν σώζηται τὰ ἀγκίλια.
4.56.1
Ὅτι καὶ ἐν Ῥώμῃ τὰς τῶν πολιτῶν ἁμαρτάδας ἐπὶ ἁμαξῶν διέπαιζον καὶ
4.56.2
λανθανούσας ἐξῆγον κατὰ τὴν Ἀθηναίων συνήθειαν, οἳ τοῖς ἁμαρτάνουσιν ἠπείλουν
4.56.3
λέγειν τὰ ἐξ ἁμάξης.
4.57.1
Πρὸ δεκατεσσάρων Καλενδῶν Ἀπριλίων ἑορτὴ παρὰ Ῥωμαίοις τιμωμένη
4.57.2
οὐχ ὡς Ῥωμαϊκὴ ἀλλ' ὡς μεγίστην παρ' Αἰγυπτίοις ἔχουσα τιμὴν δι' αἰτίαν τοιαύτην·
4.57.3
τοῦ Νείλου τὴν ἐτήσιον ἐπίδοσιν τῶν ὑδάτων ἀρνουμένου ποτὲ καὶ ταύτῃ τῶν
4.57.4
Αἰγυπτίων ἀπολλυμένων, δαίμων τις ἀγαθὸς εἰς ἄνθρωπον φανείς, ὅλον τὸ σῶμα
4.57.5
πεπηλωμένος, ἐξεβόα τοῖς Αἰγυπτίοις ἀναβλύ σαι τὸν Νεῖλον, καὶ αὐτὸν ἐμπεσεῖν τοῖς
4.57.6
ὕδασι· τῶν δὲ ἀπιστησάντων, ἔργῳ δὲ τἀληθὲς εὑρόντων, ἑορτὴ παρ' αὐτοῖς τε καὶ παρὰ
4.57.7
τοῖς Ἕλλησιν ὡρίσθη λεγομένη Πηλούσιον. 4. 58 Ὅτι τὴν ἐν Λυδίᾳ Φιλαδέλφειαν
4.57.8
Αἰγύπτιοι ἐπόλισαν. ὅτι οἱ περὶ τὸν φιλόσοφον Πρόκλον μικρὰς Ἀθήνας ἐκάλουν τὴν
4.57.9
Φιλαδέλφειαν διὰ τὸν πρὸς ἐκείνας ζῆλον διά τε τὰς ἑορτὰς καὶ τὰ ἱερὰ τῶν εἰδώλων.
4.59.1
Τῇ πρὸ δεκαμιᾶς Καλενδῶν Ἀπριλίων δένδρον πίτυς παρὰ τῶν δενδροφόρων
4.59.2
ἐφέρετο ἐν τῷ Παλατίῳ. τὴν δὲ ἑορτὴν Κλαύδιος ὁ βασιλεὺς κατεστήσατο, ἀνὴρ οὕτω
4.59.3
δίκαιος περὶ τὰς κρίσεις, ὡς μητέρα τὸν ἑαυτῆς παῖδα ἀρνουμένην κελεῦσαι ὡσανεὶ
4.59.4
ξένην γαμηθῆναι αὐτῷ, τὴν δὲ ἀπειποῦσαν κρῖναι μητέρα. 4. 60 Τῇ πρὸ δέκα Καλενδῶν
4.59.5
Ἀπριλίων καθαρμὸς σάλπιγγος καὶ κίνησις τῶν ὅπλων, καὶ τιμαὶ Ἄρεος καὶ Νερίνης,
4.59.6
θεᾶς οὕτω τῇ Σαβίνων γλώσσῃ προσαγορευομένης, ἣν ἠξίουν εἶναι τὴν Ἀθηνᾶν ἢ καὶ
4.59.7
Ἀφροδίτην· νερίνη γὰρ ἡ ἀνδρία ἐστὶ καὶ νέρωνας τοὺς ἀνδρείους οἱ Σαβῖνοι καλοῦσιν.
4.59.8
αὐτὴν δὲ μετὰ Ἄρεος ἡγεῖσθαι τῶν πολέμων καὶ Ὅμηρος δείκνυσι λέγων· ταῦτα δ' Ἄρηι
4.59.9
θοῷ καὶ Ἀθηνᾷ πάντα μελήσει. οἱ γὰρ Ἀφροδίτην εἶναι νομίζοντες τὴν Νερίνην
4.59.10
πλανῶνται, καὶ μάρτυς κἀνταῦθα Ὅμηρος· οὔ τοι, τέκνον ἐμόν, δέδοται πολεμήϊα ἔργα.
4.61.1
Ὁ Φίλιππος δύεσθαι τῇ πρὸ ἐννέα Καλενδῶν Ἀπριλίων τὰς ὑάδας μετὰ
4.61.2
νότου, ἀνίσχειν δὲ λέγει ὁ Μητρόδωρος. τῇ πρὸ ὀκτὼ Καλενδῶν ἰσημερία ἐαρινή. 4. 62
4.61.3
Ὅτι ψαλίς ἐστιν οἰκοδομῆς εἶδος ἡμικυλίνδρου τὸ σχῆμα ἐχούσης.
4.63.1
Ὅτι ἡ Δημήτηρ πόλεώς ἐστι καταρκτικὴ οἱονεὶ ἡ γῆ· ὅθεν καὶ πυργοφόρον
4.63.2
αὐτὴν γράφουσι. λέγεται δὲ καὶ Κυβέλη ἀπὸ τοῦ κυβικοῦ σχήματος κατὰ γεωμετρίαν ἡ
4.63.3
γῆ, διὰ τὸ βάσιμόν τε καὶ στάσιμον· εἰ καὶ σφαιρικὴν οἱ Στωϊκοὶ ταύτην ὁρίζονται. 4. 64
4.63.4
Ἀπρίλιος. Τοῦ πρώτου μηνός, ὡς ἐλέγομεν, κατὰ τὴν τῆς μονάδος ἐξοχὴν ταῖς τιμαῖς
4.63.5
τῶν νοητῶν ἀνατεθέντος, εἰκότως ὁ μετ' αὐτὸν τουτέστιν ὁ δεύτερος, ὃν πατρίως
4.63.6
Ῥωμαῖοι Φεβρουάριον καλοῦσι, κατὰ τὸ ἄπειρον τοῦ ἀριθμοῦ Πλούτωνι καὶ τοῖς
4.63.7
καταχθονίοις ἀφωρίσθη. Ἀΐδην δὲ αὐτὸν καλοῦσιν· ἡ γὰρ δυὰς ὡς ἀνείδεος καὶ ἀοριστός
4.63.8
ἐστιν, ὅθεν αὐτὸς τῶν ἀειδῶν καὶ ἀπόστασιν ἀπὸ τῶν θείων ἐσχηκότων βασιλεὺς εἶναι
4.63.9
λέγεται. ὀρθῶς οὖν ὁ Φιλόλαος τὴν δυάδα Κρόνου σύνευνον εἶναι λέγει, ὃν κατὰ τὸ
4.63.10
προφανὲς χρόνον ἄν τις εἴποι. συνάπτεται δὲ τῷ χρόνῳ ἡ δυὰς ὡς τῆς φθορᾶς αἰτίῳ·
4.63.11
μήτηρ δὲ αὐτὴ τυγχάνει τῆς ῥευστῆς οὐσίας. τὸν δὲ τρίτον, τουτέστι τὸν Μάρτιον, εἴτε
4.63.12
κατὰ τὸν πρῶτον περιττόν, εἴτε ὡς πάτριον θεὸν τὸν Ἄρην, εἰς τοῦτο τάξεως ἀριθμοῦ
4.63.13
ἀνέθεντο· ἡ γὰρ τριὰς ἀρχὴ ἀριθμοῦ· ὥστε οὐκ ἔξω φιλοσοφίας τὸν Ἄρεα ζευγνύουσι τῇ
4.63.14
Ἀφροδίτῃ· τῇ γὰρ δυάδι συνελθούσης μονάδος πρῶτος ἀριθμὸς ἐτέχθη, ὃς καλεῖται ὑπ'
4.63.15
ἐνίων τέλειος, ὅτι πρῶτος τὰ πάντα σημαίνει, καὶ πρῶτος ἔδειξεν ἀρχὴν μέσα τέλος·
4.63.16
εἰκὼν γάρ ἐστιν ἐπιπέδου καὶ πρώτη ὑπόστασις ἐν τριγώνοις· τρία γὰρ αὐτῶν γένη·
4.63.17
ἰσόπλευρον ἰσοσκελὲς σκαληνόν. τὸν δὲ τέταρτον, ὅν Ἀπρίλιον ὀνομάζουσι, κατὰ τὴν
4.63.18
τῶν στοιχείων φύσιν τῷ τετάρτῳ ἀριθμῷ ἀνέθεντο, τουτέστιν Ἀφροδίτῃ· ἡ γὰρ τοῦ
4.63.19
παντὸς αἰσθητοῦ φύσις ἐκ τεσσάρων ἐστὶ στοιχείων, αὕτη δ' ἂν εἴη κατὰ τοὺς
4.63.20
φυσιολόγους Ἀφροδίτη. πρῶτος οὖν τετράγωνος ἀριθμὸς οὗτος καὶ τετρακτύς, ἀλλὰ
4.63.21
μὴν καὶ πρῶτος ἔδειξε τὴν στερεὰν φύσιν· σημεῖον γάρ, εἶτα γραμμή, εἶτα ἐπιφάνεια,
4.63.22
εἶτα στερεόν, ὅ ἐστι σῶμα. ἐκ τεσσάρων δὲ ἡ τοῦ..... τέταρτον ἀριθμὸν Ἀφροδίτῃ
4.63.23
τουτέστι τῇ φύσει τῶν πραγμάτων ἀνέθεντο. ἀνθ' ὅτου δὲ οὕτως ἔδοξε Ῥωμαίοις τὸν
4.63.24
τέταρτον ὀνομάσαι μῆνα, διὰ βραχέων ἐρῶ· τέως δὲ κατὰ τὸ πρόσθεν ἐπηγγελμένον
4.63.25
ὀλίγα ἄττα περὶ τῆς κατὰ Ἀφροδίτην θεωρίας διαλήψομαι. οἱ φυσικοὶ τοιγαροῦν τὸν
4.63.26
ἐαρινὸν εἶναι καιρὸν τὴν Ἀφροδίτην βούλονται· οὗτος δ' ἂν εἴη ὁ ἐν ταύρῳ ἥλιος· καὶ
4.63.27
ἀποστρεφομένην αὐτὴν τὸν Ἄρεα ποιοῦσιν, ὡς ἐλέγομεν, τὸν Ἄρεος μῆνα– οὗτος δ' ἂν
4.63.28
εἴη ὁ Μάρτιος–, προστιθεμένην δὲ τῷ Ἀδώνιδι, τουτέστι τῷ Μαΐῳ, καθ' ὃν ἤδη καὶ
4.63.29
ἐαρίζει τὰ ὄρνεα· τοῦτον δὲ ἀναιρεθῆναι ὑπὸ τοῦ Ἄρεος μεταβληθέντος εἰς ὗν, οἱονεὶ τὸ
4.63.30
ἔαρ ὑπὸ τοῦ θέρους ἀναιρεῖσθαι· θερμὴ γὰρ ἡ φύσις τοῦ ὑὸς καὶ ἀντὶ τοῦ θέρους αὐτὸν
4.63.31
οἱ μυθικοὶ λαμβάνουσιν. ἢ ὡς ἄλλοις δοκεῖ, Ἄδωνις μέν ἐστιν ὁ καρπός, Ἄρης δὲ ὁ σῦς·
4.63.32
πολέμιον δὲ τὸ ζῶον τοῖς καρποῖς, ὥσπερ σωτήριος βοῦς· καὶ διὰ τοῦτο Αἰγύπτιοι ἔτι καὶ
4.63.33
νῦν βοῶν μὲν ὡς ἐπίπαν ἀπέχονται, τοῖς δὲ ὑείοις ὡς μάλιστα πρὸς ἐδωδὴν
4.63.34
κατακέχρηνται. Εὐριπίδης δὲ Ἀφροδίτην αὐτὴν ἀξιοῖ ὀνομασθῆναι ἐκ τοῦ ἄφρονας τοὺς
4.63.35
ἐρῶντας ἀποτελεῖν. ὁ δὲ Χρύσιππος οὐ Διώνην ἀλλὰ Διδόνην αὐτὴν ὀνομάζεσθαι ἀξιοῖ
4.63.36
παρὰ τὸ ἐπιδιδόναι τὰς τῆς γενέσεως ἡδονάς, Κύπριν δὲ ὀνομασθῆναι παρὰ τὸ κύειν
4.63.37
παρέχειν, καὶ Κυθηρείην ὁμοίως, παρὰ τὸ μὴ μόνον ἀνθρώποις ἀλλὰ καὶ θηρίοις τὸ
4.63.38
κύειν ἐπιδιδόναι. ἔνθεν Ἑρμῆς ἐν τῇ κοσμοποιΐᾳ τὰ μὲν ὑπὲρ ὀσφὺν ἄρρενα τῆς
4.63.39
Ἀφροδίτης, τὰ δὲ μετ' αὐτὴν θήλεα παραδίδωσιν· ὅθεν Πάμφυλοι καὶ πώγωνα ἔχουσαν
4.63.40
ἐτίμησαν Ἀφροδίτην ποτέ· τεχθῆναι δ' αὐτὴν ἀξιοῦσιν ἀπὸ τῶν Κρόνου μηδέων,
4.63.41
τουτέστιν ἀπὸ τοῦ αἰῶνος, ἡ δὲ φύσις τῶν πραγμάτων ἀΐδιος καὶ ἄφθαρτος. βενίσαι τὸ
4.63.42
ἀφροδισιάσαι παρὰ τῷ πλήθει λέγεται. ὁ δὲ Πλάτων δύο παραδίδωσιν Ἀφροδίτας,
4.63.43
Οὐρανίαν καὶ Πάνδημον· καὶ τὴν μὲν τοῖς θεοῖς, τὴν δὲ τοῖς ἀνθρώποις παρέπεσθαι· οἱ
4.63.44
δὲ ἄλλοι τῶν ποιητῶν τέσσαρας παραδιδόασι· μίαν μὲν ἐξ Οὐρανοῦ καὶ Ἡμέρας
4.63.45
τεχθεῖσαν, ἑτέραν δὲ ἐξ ἀφροῦ, ἐξ ἧς καὶ Ἑρμοῦ Ἔρως ἐτέχθη· τρίτην Διὸς καὶ Διώνης,
4.63.46
ἐξ ἧς καὶ Ἄρεος τεχθῆναί φασιν Ἀντέρωτα· τετάρτην τὴν Συρίας καὶ Κύπρου, τὴν
4.63.47
λεγομένην Ἀστάρτην. ἄλλοι δέ φασι, πρώτην μὲν τοῦ Οὐρανοῦ καὶ Ἡμέρας Οὐρανίαν
4.63.48
καλουμένην, δευτέραν δὲ Ἀφροῦ καὶ Εὐρυνόμης τῆς Ὠκεανοῦ, καὶ τρίτην τὴν
4.63.49
συναφθεῖσαν Ἑρμῇ τῷ Νείλου, ἐξ ἧς καὶ ὁ δεύτερος Ἔρως ὁ ὑπόπτερος, τετάρτην Διὸς
4.63.50
καὶ Διώνης, ἣν ἔγημεν Ἥφαιστος, λάθρᾳ δὲ αὐτῇ συνελθὼν Ἄρης ἔτεκε τὸν Ἀντέρωτα.
4.63.51
καλεῖται δὲ πολλαχοῦ καὶ Πασιφάη, ἡ πᾶσιν ἐπαφιεῖσα τὴν ἡδονήν· καὶ Ἐρυκίνη παρὰ
4.63.52
τὸ τοὺς ἔρωτας κινεῖν. ἀπ' αὐτῆς δὲ καὶ Ἑρμοῦ τὸν Ἑρμαφρόδιτον τεχθῆναι λόγος, οἷον
4.63.53
τὸν εὐφραδῆ καὶ ἀστεῖον λόγον, τὸν ἐξ ἡδονῆς τὸ τραχὺ θηλύνοντα. τὸν δὲ ταύτης
4.63.54
ἀστέρα τῇ σελήνῃ παρέπεσθαί φασι διὰ τὰς νυκτερινὰς συναφείας, ὅθεν καὶ σκιὰν αὐτὸν
4.63.55
ἀποτελεῖν διὰ τὸ σωμάτων εἶναι παρεκτικόν. ἱερούργουν δὲ αὐτῇ χῆνας καὶ πέρδικας,
4.63.56
ὅτι αἱ μὲν τοῖς ὕδασι χαίρουσι– πελαγία δὲ ἡ Ἀφροδίτη– οἱ δὲ ταῖς φωναῖς τῶν θηλείων
4.63.57
ἀγόμενοι ἁλίσκονται. τοσαῦται μὲν τοῖς παλαιοῖς αἱ περὶ Ἀφροδίτης κατὰ μυθικὴν καὶ
4.63.58
φυσικὴν θεωρίαν δόξαι. οἱ δὲ φιλόσοφοι Διώνην τὴν Ἀφροδίτην εἶναί φασι τὴν διὰ
4.63.59
πάντων οὖσαν τῶν ὄντων φύσιν· τεχθῆναι δὲ αὐτὴν ἐκ τῶν Οὐρανοῦ μηδέων καὶ τῆς
4.63.60
θαλάσσης, τουτέστιν ἐξ ἀρτίου ἀριθμοῦ καὶ περιττοῦ· καὶ περιττοῦ μὲν ἐκ τοῦ εἴδους,
4.63.61
ἀρτίου δὲ ἐκ τῆς θαλάσσης, τουτέστι τῆς ἀπείρου ὕλης. Κίγκιος δὲ ὁ Ῥωμαῖος σοφιστής
4.63.62
φησι τὴν Ἀφροδίτην ἐξ ἀφροῦ τεχθῆναι, οἱονεὶ ἐκ τοῦ χιονώδους ἀέρος καὶ τῆς ψυχρᾶς
4.63.63
οὐσίας τὸ ἔαρ ἀποτεχθῆναι. τοσαῦτα περὶ Ἀφροδίτης. ὅτι τὸν Ἀπρίλιον παρ' Αἰνείου
4.63.64
πρὸς τιμὴν τῆς μητρὸς αὐτοῦ οἱονεὶ ἀφροδίσιον, τινὲς δὲ παρὰ τοῦ Ῥωμύλου οὕτως
4.63.65
ὀνομασθῆναι βούλονται· τοῦ πρώτου γὰρ μηνὸς δῆθεν ἀνατεθέντος Ἄρει εἰκὸς ἦν τὸν
4.63.66
δεύτερον Ἀφροδίτῃ ἀνατεθῆναι. οὕτως μὲν οὖν Ἕλληνες, οἱ δὲ Ῥωμαῖοι Ἀπρίλιον
4.63.67
ὡσανεὶ Ἀπερίλιον ἀντὶ τοῦ ἀνοικτικὸν τοῦ καιροῦ φασιν· ἐγκεκλεισμένης γὰρ ὥσπερ τῷ
4.63.68
χείματι τῆς φύσεως τὸ ἔαρ ἐξανοίγειν τὰ πράγματα πέφυκεν. εἰκὸς δὲ ἦν τῷ τοῦ Ἄρεος
4.63.69
μηνὶ συζευχθῆναι τὸν τῆς Ἀφροδίτης ὡς εἴρηται· διότι, ὥς φασιν Αἰγύπτιοι, διὰ τῆς
4.63.70
πραότητος τῆς Ἀφροδίτης πραύνεται ὁ τοῦ Ἄρεος ἀστήρ. ἐν δὲ τοῖς ὕμνοις ἐγγὺς
4.63.71
τριακοσίοις ὀνόμασιν εὑρίσκομεν καλουμένην τὴν Ἀφροδίτην. οἱ δὲ Φοίνικες
4.63.72
Ἀστάρτην, τὴν σφῶν πολιοῦχον– οἱονεὶ τὴν ἀστερίαν ἢ τὴν τοῦ ἄστεος ἀρετήν– εἶναι
4.63.73
τὴν Ἀφρο δίτην βούλονται. ἐκ γὰρ τοῦ Λιβάνου– ὄρος δέ ἐστιν ἐκεῖ ἐκ τῆς πρὸς λίβα
4.63.74
νεύσεως οὕτω καλούμενον– δύο ποταμοὶ ἐκπίπτουσιν ἐπὶ τὴν θάλασσαν, ὧν ὁ μὲν
4.63.75
μείζων καὶ διειδέστερος Ἄδωνις, ὁ δὲ ἐλάσσων καὶ γεωδέστερος Ἄρης προσαγορεύεται.
4.63.76
ἐμπίπτων δὲ ὁ Ἄρης τῷ Ἄδωνι οὐ διασώζει τὴν οἰκείαν προσηγορίαν ἄχρι θαλάσσης.
4.63.77
ἐπεὶ οὖν Ἄδωνις ὅλος ἐμμίγνυται τῷ πελάγει, δοκεῖ μᾶλλον αὐτὸς ἀγαπᾶσθαι πρὸς τῆς
4.63.78
Ἀφροδίτης ἀντὶ τοῦ τῆς θαλάσσης. 4. 65 Ταῖς τοίνυν Καλένδαις Ἀπριλίαις αἱ σεμναὶ
4.63.79
γυναικῶν ὑπὲρ ὁμονοίας καὶ βίου σώφρονος ἐτίμων τὴν Ἀφροδίτην· αἱ δὲ τοῦ πλήθους
4.63.80
γυναῖκες ἐν τοῖς τῶν ἀνδρῶν βαλανείοις ἐλούοντο πρὸς θεραπείαν αὐτῆς μυρσίνῃ
4.63.81
ἐστεμμέναι, ἢ ὅτι μυρσίνη ἐπιτηδεία τοῖς βρέφεσίν ἐστι– ῥώννυσι γὰρ τὰ σώματα τῶν
4.63.82
ἀρτιγενῶν, καὶ παρὰ τὰ ἄλλα δὴ τῶν ἀειθαλῶν φυτῶν εὐωδεστάτη τυγχάνει ἡ
4.63.83
μυρσίνη– ἢ ὅτι μόνη ἐν φυτοῖς χαίρει τῇ θαλάσσῃ. ἐτιμᾶτο δὲ ἡ Ἀφροδίτη τοῖς αὐτοῖς,
4.63.84
οἷς καὶ ἡ Ἥρα· ἐν δὲ τῇ Κύπρῳ πρόβατον κωδίῳ ἐσκεπασμένον συνέθυον τῇ Ἀφροδίτῃ–
4.63.85
ὁ δὲ τρόπος τῆς ἱερατείας ἐν τῇ Κύπρῳ ἀπὸ τῆς Κορίνθου παρῆλθέ ποτε– εἶτα δὲ καὶ σύας
4.63.86
ἀγρίους ἔθυον αὐτῇ διὰ τὴν κατὰ Ἀδώνιδος ἐπιβουλήν, τῇ πρὸ τεσσάρων Νωνῶν ἤγουν
4.63.87
τῇ δευτέρᾳ ἡμέρᾳ τοῦ Ἀπριλίου. 4. 66 Ὅτι οἱ φυσικοί φασι τὰς θηλείας τὰς κατ' εὐθὺ τὴν
4.63.88
ἀναστόμωσιν τῶν ἀγγείων ἐχούσας τοκάδας εἶναι, τὰς δὲ ἐκ πλαγίου στείρας.
4.67.1
Τῇ πρὸ τριῶν Νωνῶν Ἀπριλίων Ἡρακλῆς ἐπινίκιος ἐτιμᾶτο οἷα ὑγείας
4.67.2
δοτήρ. καὶ ῥαφάνων νόμος κατὰ τὸν μῆνα τοῦτον ἀπέχεσθαι Ῥωμαίοις. Ἡρακλῆς δὲ ὁ
4.67.3
χρόνος παρὰ τῷ Νικομάχῳ εἴρηται, ἀλλὰ μὴν καὶ ἥλιος, λέγοντι οὕτως· «Ἡρακλῆς μὲν
4.67.4
οὖν ὁ τὴν περὶ τὸν ἀέρα κλάσιν τῇ τῶν ὡρῶν περιτροπῇ ποιούμενος, τουτέστιν ἥλιος.»
4.67.5
διὸ δὴ καὶ ἐν τοῖς τούτου μυστηρίοις τοὺς ἄρρενας γυναικείαις στολαῖς κοσμοῦσιν, ἅτε
4.67.6
δὴ ἐξ ἀγριότητος καὶ ἀγονίας τῆς κατὰ τὸν χειμῶνα ἀρχομένου τοῦ σπερματικοῦ τόκου
4.67.7
θηλύνεσθαι. καὶ ταῦτα μὲν τῷ ἔαρι ἐτέλουν. τρία δὲ αὐτῷ μῆλα ἐν τῇ λαιᾷ ταῖν χεροῖν
4.67.8
τῆς χρόνου δι' αὐτοῦ ἀναμερίσεως σύμβολον· μῆλον μὲν γὰρ διὰ τὴν πρὸς τὸν κριὸν
4.67.9
αὐτοῦ συμπάθειαν, ἀρχὴ δὲ χρόνου ἐαρινὴ τροπή. καὶ ἄλλως δὲ τρία, ὅτι τριμερὴς ὁ
4.67.10
χρόνος. ἀνάγειν δὲ λέγεται τὸν κύνα τὸν τρικέφαλον ἐκ τοῦ Ἅιδου, ὅτι φρουρητικὸς καὶ
4.67.11
λυμαντικὸς ὁ χρόνος, ὥσπερ δὴ καὶ ὁ κύων· τρεῖς δὲ αὐτῷ κεφαλαί, ὅ τε παρελθὼν καὶ ὁ
4.67.12
ἐνεστὼς καὶ ὁ μέλλων καιρός. καὶ ἄλλως δὲ τὰ τρία μῆλα ληπτέον ἐπὶ Ἡρακλέους κατὰ
4.67.13
φιλόσοφον δόγμα, ὅτι τὰς τρεῖς περιόδους ὁ ἥρως ἀνύσας τοῦ πρακτικοῦ βίου τέλειος
4.67.14
εἶναι δοκεῖ. ταύτῃ καὶ τριέσπερος λέγεται κατὰ Λυκόφρονα, φησὶ γάρ· τριεσπέρου
4.67.15
λέοντος, ὅν ποτε γνάθοις Τρίτωνος ἠμάλαψε κάρχαρος κύων. τὸ γὰρ τρισὶ νυξὶν
4.67.16
ἐσπάρθαι τὸν Ἡρακλέα μυθικόν ἐστιν. Ἥβην δὲ καλλίσφυρον αὐτῷ δίδωσιν, οἱονεὶ τὴν
4.67.17
δημιουργικὴν δύναμιν, καὶ τὸ καλὸν τὸ ἐγκόσμιον. ὁ δὲ στέφανος τελειότητος δεῖγμά
4.67.18
ἐστι· διὸ δὴ θεοῖς καὶ βασιλεῦσι καὶ ἱερεῦσιν ἐδίδοτο πρώτως. τῆς δὲ τύχης ἀφελομένης
4.67.19
παρὰ τῆς ἀρετῆς τὸν στέφανον, οἱ ἱερεῖς τὸ λοιπὸν ἀποκειρόμενοι τὴν κόμην κύκλον
4.67.20
τινὰ τριχῶν ἀντὶ στεφάνου τῇ κεφαλῇ περιποιοῦσι. δωδεκάμοχθόν γε μὴν αὐτόν φασι,
4.67.21
διὰ τὸ τὰ δώδεκα ζωδία ἐκτρέχειν. καὶ τὴν Ἄλκηστιν δὲ τῷ Ἀδμήτῳ ἀναψυχώσας
4.67.22
ἀποδίδωσιν, οἷον τῷ κόσμῳ τὴν ζωογόνον φύσιν ἐν τῷ χειμῶνι κατανεκρωθεῖσαν ὁ
4.67.23
ἥλιος ἀποκαθιστῶν· Ἄδμητος γὰρ ὁ κόσμος παρὰ τὸ ἀκάμαντα εἶναι καὶ ἀείζωον.
4.67.24
Αὐγείαν δὲ διαφθεῖραι λέγεται· καὶ γὰρ ἀνίσχων ὁ ἥλιος τὸν ὄρθριον διασκορπίζει
4.67.25
καιρόν, ὃν οἱ πολλοὶ αὐγὴν ὀνομάζουσιν. ὑπὸ δὲ Εὐρυσθέως προστάττεται ὁ Ἡρακλῆς
4.67.26
τοὺς δυοκαίδεκα ἄθλους ἐκτελεῖν, ἀντὶ τοῦ ὁ ἥλιος κελεύσει τοῦ μεγάλου θεοῦ,
4.67.27
ἀντιβαινούσης τῆς Ἥρας– οἱονεὶ τῆς σφαίρας– ἀντίρροπος αὐτῇ τὸν δωδεκαζώδιον
4.67.28
διαφεύγει οὐρανόν. οὕτως μὲν οἱ φιλόσοφοι. ἀπὸ δὲ τῶν ἱστοριῶν εὑρίσκομεν ἑπτὰ
4.67.29
Ἡρακλεῖς γενέσθαι, πρῶτον Διὸς τοῦ Αἰθέρος καὶ Λυσιθόης τῆς Ὠκεανοῦ, δεύτερον
4.67.30
Νείλου παῖδα, τρίτον Ἕλληνος τοῦ Διὸς καὶ νύμφης Ἀγχιάλης, τέταρτον Διὸς καὶ Θήβης
4.67.31
τῆς Αἰγυπτίας, πέμπτον τὸν Λιβάνου καὶ Νύσσης τὸν ἐν Ἰνδοῖς γενόμενον, ἕκτον Διὸς
4.67.32
καὶ Ἀλκμήνης, ἕβδομον Διὸς καὶ Μαίας τῆς Ἄτλαντος. 4. 68 Ὅτι ὁ Ἀπελλῆς γράφων τὰς
4.67.33
Χάριτας τρεῖς οὔσας, Ἀγλαΐαν Εὐφροσύνην Θάλειαν, μίαν μὲν ποιεῖ ἀπιοῦσαν, δύο δὲ
4.67.34
ἐρχομένας· μιᾶς γὰρ διδομένης χάριτος πλείους ἐπανίασι τοῖς δεδωκόσιν.
4.69.1
Ὅτι πῦρ... ῥησσομένων πνευμάτων τοῖς νέφεσιν ἀποθλίβονται οἱ κεραυνοί.
4.70.1
Ἡ δὲ Μίλητος τὸ πρὶν ἐκαλεῖτο Ἀνακτορία.
4.71.1
Ἀμάλθειαν δὲ τροφὸν Διός, τὴν ἅμα καὶ ἀθρόως καὶ ἑνὶ χρόνῳ τὰ ὄντα τῷ
4.71.2
Διὶ αὔξουσαν· ἄλθειν γὰρ τὸ αὔξειν. Κράτης δὲ ἀπὸ τοῦ διαίνειν τουτέστι πιαίνειν τὴν
4.71.3
γῆν βούλεται ὀνομασθῆναι τὸν Δία, τὸν εἰς πάντα διήκοντα· Ποσειδώνιος τὸν Δία τὸν
4.71.4
πάντα διοικοῦντα· Χρύσιππος δὲ διὰ τὸ δι' αὐτὸν εἶναι τὰ πάντα. ἄλλοι τὸν Δία
4.71.5
βούλονται ὀνομασθῆναι ἀπὸ τοῦ δεῖν, τουτέστι δεσμεύειν καὶ συνέχειν τὸ σύμπαν
4.71.6
αἰσθητόν· ἄλλοι ἀπὸ τοῦ ζῆν. τινὲς δὲ κατὰ τὸν ἡρωϊκὸν καὶ μεριστὸν λόγον τρεῖς Δίας
4.71.7
εἶναι βούλονται, ἕνα μὲν Αἰθέρος, τὸν δὲ ἕτερον ἐν Ἀρκαδίᾳ τεχθῆναι, ἐξ οὗ φασιν
4.71.8
Ἀθηνᾶν, τρίτον δὲ τὸν Κρῆτα. οἱ δὲ Φοίνικες βασιλέα φασὶν αὐτὸν γενέσθαι
4.71.9
δικαιότατον, ὥστε τὴν περὶ αὐτοῦ δόξαν κρείττονα γενέσθαι τοῦ χρόνου· ταύτῃ Κρόνον
4.71.10
ἐκβαλεῖν τῆς βασιλείας λέγεται, οἱονεὶ τὸν χρόνον καὶ τὴν ἐξ αὐτοῦ λήθην ὑπερβαλεῖν.
4.71.11
ὁ δὲ† Μηλίας ὑπὸ Ἀμαλθείας αὐτὸν τραφῆναι, οἷον ἐκ τῆς δυνάμεως, τουτέστιν ἐκ τῆς
4.71.12
ἀμαλακιστίας. ὁ δὲ Κράτης τὸν Κρόνον φησὶ Σικελίας καὶ Ἰταλίας καὶ τοῦ πλείστου
4.71.13
μέρους τῆς Λιβύης βασιλεῦσαι ἀπηνῶς, τὸν δὲ τούτου υἱὸν ἐπιθέσθαι τῷ πατρὶ καὶ
4.71.14
αὐτὸν μὲν εἰς ἔσχατον ἐλάσαι τῆς δύσεως, ἡμερώτατα δὲ τῆς βασιλείας ἀντιλαβέσθαι,
4.71.15
καὶ διὰ τοῦτο τιμηθῆναι ὡς θεόν. Ἐρατοσθένης γε μὴν τὸν Δία ἐν τῇ Κρήτῃ τεχθῆναι
4.71.16
λέγει, κἀκεῖθεν διὰ τὸν Κρόνου φόβον μετενεχθῆναι εἰς Νάξον. Εὔμηλος δὲ ὁ Κορίνθιος
4.71.17
τὸν Δία ἐν τῇ καθ' ἡμᾶς Λυδίᾳ τεχθῆναι βούλεται, καὶ μᾶλλον ἀληθεύει ὅσον ἐν ἱστορίᾳ·
4.71.18
ἔτι γὰρ καὶ νῦν πρὸς τῷ δυτικῷ τῆς Σαρδιανῶν πόλεως μέρει ἐπ' ἀκρωρείας τοῦ Τμώλου
4.71.19
τόπος ἐστίν, ὃς πάλαι μὲν Γοναὶ Διὸς ὑετίου, νῦν δὲ παρατραπείσης τῷ χρόνῳ τῆς
4.71.20
λέξεως Δεύσιον προσαγορεύεται. φύλακες ἦσαν οἱ Κούρητες. ἄλλοι Προμηθέως φασὶν
4.71.21
εἶναι υἱὸν οἱονεὶ τῆς προνοίας. οἱ δὲ πλεῖστοι τῶν φυσικῶν τὸν Δία Ἰδαῖον εἶναι
4.71.22
βούλονται καὶ τεχθῆναι ἐν τῇ Ἴδῃ, τουτέστιν ἐν τῷ παρὰ Ἴδῃ ὁρωμένῳ οὐρανῷ. τῆς δὲ
4.71.23
Κόρης πατέρα αὐτόν φασιν, τουτέστι τοῦ κόρου καὶ τῆς εὐωχίας αἴτιον αὐτὸν γενέσθαι·
4.71.24
πρῶτος γὰρ βασιλεύσας λέγεται τοὺς ἀνθρώπους διδάξαι γεωργεῖν. πολλοὶ δὲ ἐκ τοῦ
4.71.25
ὅλου Διὸς Δίοι, ὥσπερ Ἀπόλλωνες ἢ Διόνυσοι.
4.72.1
Τῇ πρὸ δεκαεπτὰ Καλενδῶν Μαΐων οἱ ἀρχιερεῖς ἐπὶ τὸ θέατρον γενόμενοι
4.72.2
ἄνθη ἐπὶ τὸν δῆμον ἐρρίπτουν καὶ περὶ τὰ σπόριμα δὲ ὑπὲρ εὐετηρίας ἱεράτευον, καὶ
4.72.3
ἔξωθεν τῆς πόλεως ἐπὶ ὡρισμένους σταθμοὺς ηὔχοντο ἱερατεύοντες Δήμητρι· ὄνομα δὲ
4.72.4
τῇ θυσίᾳ Φορδικάλια. τούς γε μὴν σταθμοὺς μίλια πατρίως ἐκάλουν, ἀπὸ τῆς χιλιάδος
4.72.5
τῶν βημάτων. ὅθεν καὶ μίλιτες οἱ στρατιῶται παρ' αὐτοῖς· χιλίους γὰρ ὑπασπιστὰς ὁ
4.72.6
Ῥωμύλος μόνους ἔταξε καὶ μίλιτας αὐτοὺς ἀπὸ τοῦ ἀριθμοῦ ἐκάλεσεν οἱονεὶ χιλίους, τὸ
4.72.7
πρὶν σατέλλιτας προσαγορευομένους· καὶ γὰρ ἐν χιλιάσι τὸ πλῆθος, οὐ μυριάσιν ἡ
4.72.8
παλαιότης ἠρίθμησεν, ὡς αὐτὸς Ὅμηρος· ὅσσον τ' ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι. ὁ
4.72.9
γὰρ μυρία ἀριθμὸς ἀοριστίας ἐστὶ δεκτικός.
4.73.1
Τῇ πρὸ δεκαμιᾶς Καλενδῶν Μαΐων ὁ Ῥωμύλος τὴν Ῥώμην ἐπόλισε, πάντας
4.73.2
τοὺς πλησιοχώρους συγκαλεσάμενος ἐντειλάμενός τε αὐτοῖς ἐκ τῆς ἑαυτῶν χώρας
4.73.3
βῶλον ἐπικομίσασθαι, ταύτῃ πάσης χώρας δεσπόσαι τὴν Ῥώμην οἰωνιζόμενος· αὐτός τε
4.73.4
ἱερατικὴν σάλπιγγα ἀναλαβών– λίτουον δ' αὐτὴν πατρίως Ῥωμαίοις ἔθος καλεῖν ἀπὸ
4.73.5
τῆς λιτῆς– ἐξεφώνησε τὸ τῆς πόλεως ὄνομα, πάσης ἱερατικῆς τελετῆς ἡγησάμενος.
4.73.6
ὀνόματα δὲ τῇ πόλει τρία, τελεστικὸν ἱερατικὸν πολιτικόν· τελεστικὸν μὲν οἱονεὶ Ἔρως,
4.73.7
ὥστε πάντας ἔρωτι θείῳ περὶ τὴν πόλιν κατέχεσθαι, διὸ καὶ Ἀμαρυλλίδα τὴν πόλιν ὁ
4.73.8
ποιητὴς αἰνιγματωδῶς βουκολιάζων καλεῖ· ἱερατικὸν δὲ Φλῶρα οἱονεὶ ἄνθουσα, ὅθεν
4.73.9
κατὰ ταύτην ἡ τῶν Ἀνθεστηρίων ἑορτή· πολιτικὸν δὲ Ῥῶμα. καὶ τὸ μὲν ἱερατικὸν πᾶσιν
4.73.10
ἦν δῆλον καὶ ἀδεῶς ἐξεφέρετο, τὸ δὲ τελεστικὸν μόνοις τοῖς ἀρχιερεῦσιν ἐξάγειν ἐπὶ
4.73.11
τῶν ἱερῶν ἐπετέτραπτο· καὶ λόγος, ποινὰς ὑποσχεῖν τινα τῶν ἐν τέλει ποτέ, ἀνθ' ὧν ἐπὶ
4.73.12
τοῦ πλήθους τὸ τελεστικὸν ὄνομα τῆς πόλεως ἀναφανδὸν ἐθάρρησεν ἐξειπεῖν. μετὰ δὲ
4.73.13
τὴν ἐπὶ τῇ ἀναγορεύσει τῆς πόλεως τελετὴν ζεύξας ταῦρον μετὰ δαμάλεως περιῆλθε τὸ
4.73.14
τεῖχος, τὸν μὲν ἄρρενα ἐπὶ τὴν τοῦ πεδίου πλευρὰν ζεύξας, τὴν δὲ θήλειαν ἐπὶ τὸ τῆς
4.73.15
πόλεως μέρος, ὥστε τοὺς μὲν ἄρρενας τοῖς ἔξω γίνεσθαι φοβερούς, τὰς δὲ θηλείας τοῖς
4.73.16
ἔνδον γονίμους· καὶ λαβὼν βῶλον ἐκ τῶν ἔξω τῆς πόλεως μερῶν σὺν καὶ ταῖς πρὸς τῶν
4.73.17
ἄλλων ἐπικομιζομέναις ἐπὶ τὴν πόλιν ἠκόντιζε, ταύτῃ οἰωνισάμενος, διὰ παντὸς αὐτὴν
4.73.18
ἐκ τῆς τῶν ἔξωθεν ἐπαυξηθῆναι συνδόσεως, καὶ μετ' ὀλίγα. πολλῶν δὲ ξένων
4.73.19
συνελθόντων ἐν αὐτῇ, οἱ τοῦ Ῥωμύλου λογάδες τὴν ἡμίσειαν τῆς ἑαυτῶν κτήσεως τοῖς
4.73.20
ἐπήλυσι παρεχώρησαν, οἰκῆσαι τὴν Ῥώμην αὐτοὺς πείσαντες· οὓς ὁ Ῥω μύλος
4.73.21
πατρικίους πρώτους ἀνηγόρευσε διὰ τὸ εὐπατρίδας γενέσθαι, καὶ τὴν ἑαυτῶν
4.73.22
περιουσίαν τοῖς ξένοις ὑπὲρ τῆς πατρίδος ἐπιδοῦναι. Ἰλία, ἡ τοῦ Ῥωμύλου μήτηρ.
4.74.1
Ὅτι πρὸς τοὺς ἀντιλέγοντας τῇ προνοίᾳ καὶ μεμφομένους τουτοισὶ τοῖς
4.74.2
ζωϋφίοις, ἀκρίσι λέγω καὶ ἐρυσίβαις καὶ ὡς οὐ προσηκόντως φαίνονται παρηγμένα,
4.74.3
φησὶν ὁ Ἀπολλώνιος, ὅτι γελοῖόν ἐστιν ἐγκαλεῖν τῇ προνοίᾳ, μᾶλλον δὲ καταγέλαστον,
4.74.4
εἰ ψύλλαι γεγόνασι καὶ κόρεις· ἔδει γὰρ ἵνα μὴ ψύλλαι γένωνται ζῶον μηδ' ὅλως
4.74.5
γενέσθαι, μηδ' ἵνα κόρεις ἀνθρώπους· ἐπειδὴ ἐκ μὲν τῆς ἀνθρώπου πρὸς ἔνια τῶν
4.74.6
ξύλων παρατρίψεως κόρεις γίνονται, ἐκ δὲ παντὸς οὔρου ψύλλαι, μυῖαι δὲ ἐξ ἀποπάτου
4.74.7
ἢ καὶ ἄλλης θερμῆς ὑγρασίας.
4.75.1
Ῥώμη Φλῶρα καὶ ἡ Κωνσταντίνου πόλις ἤγουν Ἄνθουσα.
4.76.1
Μάϊος. Οὐ μικρὰν ἐν ἀριθμοῖς ἐδείκνυμεν τὴν τῆς τετράδος δύναμιν, ἣν ἄν
4.76.2
τις καὶ τετρακτὺν καὶ πυραμίδα καλέσοι· τετρακτὺν μὲν κατὰ τὸν τῶν στοιχείων ὅρον,
4.76.3
πυραμίδα δὲ κατὰ τὸν ἐν θεωρίᾳ λόγον· ἡ γὰρ πυραμὶς ὑπὸ τεσσάρων βασέων καὶ
4.76.4
τεσσάρων γωνιῶν μόνη περιεχομένη, καὶ πρώτη τριχῆ διαστάτη κατὰ τὸ
4.76.5
στοιχειωδέστατον τοῦ τριγώνου ἐπίπεδον, ὡς ὁ Πλά των ἐν Τιμαίῳ φησίν, ἐμφερῆ τὴν
4.76.6
συνεκτικὴν τοῦ παντὸς ἐνδείκνυται τάξιν. λείπεται ὁ πέμπτος, Μάϊον δὲ αὐτὸν οἱ
4.76.7
Ῥωμαῖοι καλοῦσιν. ἐπειδὴ δέ, ὡς πολλάκις εἰρήκαμεν, ὁ τῆς πεντάδος ἀριθμὸς τῶν
4.76.8
θειοτέρων κατὰ τὸν Ἡσίοδον κεχώρισται, εἰκὸς ἦν αὐτὸν τοῖς κατοιχομένοις
4.76.9
ἀπονεμηθῆναι. ἡ γὰρ πεντὰς τῇ αἰσθητῇ φύσει ἀνάκειται, σφαῖρα γάρ ἐστιν· ὁσάκις γὰρ
4.76.10
ἂν τὸν πέντε πολυπλασιάσῃ τις ἀριθμόν, εἰς ἑαυτὸν ἀποκαταστήσεται· καὶ γὰρ ὁ πέντε
4.76.11
παρεπόμενος τοῖς ἐν πλήθει ἀριθμοῖς εἰς τὴν αὐτὴν καὶ πολυπλασιαζόμενος καταλήγει
4.76.12
ποσότητα. καὶ ἄλλως δὲ φαίνεται φυσικήν τινα δύναμιν ἐν ἑαυτῷ ὁ πέντε περιλαβὼν
4.76.13
ἀριθμός· τῶν γὰρ ἐν γενέσει ἐξ ἀρτίου καὶ περιττοῦ συνεστώτων, αὐτὸς εἶναι τοιοῦτος
4.76.14
πέφυκεν ἐκ τριάδος καὶ δυάδος συναγόμενος. ταύτῃ γοῦν ταῖς τῶν προγόνων τιμαῖς οἱ
4.76.15
Ῥωμαῖοι τὸν πέμπτον ἀνέφερον μῆνα, τῷ μὲν ἀρτίῳ τοὺς κατοιχομένους τιμῶντες, τῷ
4.76.16
δὲ περιττῷ τοὺς ἔτι σωζομένους· μετὰ γὰρ θεοὺς οὐχ ἥττονα τιμὴν τοῖς ἑαυτῶν
4.76.17
προγόνοις εἰσέφερον οἱ πάλαι· μαίορες δὲ τοὺς προγόνους πατρίως καλοῦντες Μάϊον
4.76.18
τὸν μῆνα ἐκ τῆς ἐκείνων τιμῆς ὠνόμασαν. οἱ δὲ ἀπὸ τῆς Μαίας τῆς Ἄτλαντος τῆς Ἑρμοῦ
4.76.19
μητρὸς ἀξιοῦντες ὀνομασθῆναι τὸν Μάϊον πρὸς ἕτερον βλέποντες οὕτω φασίν, ἀλλὰ
4.76.20
μὴν καὶ διὰ τὸ ἱερὸν αὐτῆς, ὅτι κατὰ τοῦτον τὸν μῆνα ἱερωθῆναι λέγεται. περὶ δὲ αὐτῆς
4.76.21
ὁ Πρόκλος φησὶν οὕτως· «ἡ Μαῖά ἐστιν ἡ τὰ ἐν ἀφανεῖ κεκρυμμένα εἰς τὸ ἐμφανὲς
4.76.22
προάγουσα παραπλησίως ταῖς τῇδε μαίαις, Ἑρμῆς δὲ ἐκείνης παῖς ὁ λόγος ἥκων διὰ
4.76.23
πάντων, ὃς τὴν ἐν τῷ ἀφανεῖ τῶν ὄντων περιοχὴν ἐν διαστάσει καὶ προνοίᾳ λόγων
4.76.24
ἀϊδίως πρώτως ἐξέφηνεν, εἱρμὸν καὶ συνέχειαν καὶ ἀλληλουχίαν ποιήσας ὡς
4.76.25
ἐκφαντικὸς τῶν παρ' ἡμῖν τῆς ψυχῆς ἀδήλων παθημάτων.» ὁ δὲ Ἀκυλῖνος ἐν τῷ
4.76.26
ὑπομνήματι τῶν ἀριθμῶν οὕτω φησίν· «ἡ Μαῖα ἀντὶ τῆς εἰς τοὐμφανὲς προόδου ἐστὶ,
4.76.27
κυρίου μὲν τοῦ λόγου τοῦ διὰ πάντων πεφυκότος διατακτικοῦ τῶν ὄντων, διὸ δὴ καὶ
4.76.28
Ἑρμοῦ μητέρα φασί. τοιαύτη δὲ ἡ νοητὴ ὕλη, τὸ κατακοσμεῖν τὴν εἰς τὸ ἐμφανὲς
4.76.29
πρόοδον καὶ γένεσιν ἀπεργάζεσθαι τῶν ὄντων· ἐκ γὰρ ὕλης καὶ εἴδους τὰ ὄντα.» οὕτως
4.76.30
μὲν κατὰ θεολογίαν, κατὰ δὲ τὸν τῆς φυσιολογίας τρόπον τὴν Μαῖαν οἱ πολλοὶ τὸ ὕδωρ
4.76.31
εἶναι βούλονται· καὶ γὰρ παρὰ τοῖς Σύροις βαρβαρίζουσιν οὕτως ἔτι καὶ νῦν τὸ ὕδωρ
4.76.32
προσαγορεύεται, ὡς καὶ μηΐουρι τὰ ὑδροφόρα καλεῖσθαι. καὶ οὐκ ἔξω λόγου ὁ Βάρρων
4.76.33
φαίνεται ὡς καὶ μῆνα ἀναθέμενος αὐτῇ· κινήσει γὰρ τοῦ ὑποβρυχίου ὕδατος γίνεσθαι
4.76.34
σάλον τοῖς φιλοσόφοις δοκεῖ· πρώτη δὲ ἑορτὴ τοῦ Μαΐου παρὰ Ῥωμαίοις αἱ περὶ
4.76.35
σεισμῶν ἱκεσίαι. ταύτῃ γὰρ Ἄτλαντος παῖδα τὴν Μαῖαν οἱ μυθικοὶ ποιοῦσι, καὶ ἔφορον
4.76.36
δὲ τῶν ὑδάτων τὸν Ἑρμῆν εἶναι παραλαμβάνομεν, καὶ διὰ ταύτην τὴν αἰτίαν ἐν τοῖς
4.76.37
αὐτοῦ πηγαὶ ἀνατίθενται ἢ φρέατα ὀρύττεται. εἰσὶ δὲ οἵ φασιν Διὸς καὶ Μαίας τὸν
4.76.38
Ἑρμῆν εἶναι ἀλληγορικῶς υἱόν, νοῦν μὲν εἶναι τὸν Δία, Μαῖαν δὲ τὴν φρόνησιν, παῖδα
4.76.39
δὲ ἐξ ἀμφοῖν Ἑρμῆν λόγιον αἰνιττόμενοι. πάντων δὲ νεώτατον εἰργάσαντο, ἅτε δὴ μὴ
4.76.40
γηράσκοντος τοῦ λόγου· ἔτι μὴν ὠκύτατον πεποίηνται τοῦτον ταρσώσαντες πτεροῖς,
4.76.41
νοῦ ὀξύτητα καὶ τάχος λόγου διὰ τῆς τοιᾶσδε τέχνης αἰνιττόμενοι. ὁ γοῦν ποιητής
4.76.42
φησιν· ἔπεα πτερόεντα, καὶ ὡσεὶ πτερὸν ἠὲ νόημα εἶτα δὲ τετράγωνον σχήματι Ἕλληνες
4.76.43
ἀναπλάττουσι τοῦτον, τεκμήριον μέγιστον παρεχόμενοι λόγον εἶναι τοῦτον, καὶ λόγον
4.76.44
ἀληθῆ. ἔστι γὰρ καὶ λόγου σχήματα, ὁ μὲν ψευδὴς λόγος...., ὁ δὲ ἀπατηλὸς πολυγωνό
4.76.45
τερος, ὁ δὲ ἀληθὴς αὐτὸς ἑαυτῷ ἐκ πάντων μερῶν ἶσος, ὅπου δὲ στρέφοιτο πάσαις
4.76.46
βάσεσιν ἀορίστως στηρίζεται, ὃ δὴ τετραγωνικὸν σχῆμα τυγχάνει. εἰ τοίνυν νοῦς καὶ
4.76.47
λόγος εἶναι δέδεικται, τούτῳ τὸν κέρκωπα εἰδωλοποιοῦσιν Αἰγύπτιοι, ἐπεὶ παρὰ πάντα
4.76.48
τὰ ζῶα νοήμων τυγχάνει, συνέσεως δὲ καὶ ἐπιστήμης ἐστὶ δεκτικός. ἀλλὰ μὴν καὶ τὴν
4.76.49
Αἰγυπτίαν ἶβιν, τὸ ὄρνεον, ἴσμεν ἀνακειμένην αὐτῷ· καρδίᾳ γὰρ ἔοικε λευκαινόμενον
4.76.50
μὲν τὸ σῶμα, ἐξ ἀμφοῖν δὲ τῶν μερῶν μελαινομένη, ὅπερ ἐστὶ τοῦ κατὰ διάνοιαν λόγου
4.76.51
σχῆμα· πρὶν μὲν γὰρ λεχθῆναι σκότιος, λεγόμενος δὲ φωτίζεται, καὶ ῥηθεὶς εἰς ἀφανὲς
4.76.52
οἴχεται. τρέφεται δὲ τὸ ζῶον παρὰ τοῖς ὕδασι, καθάπερ ἐν ἡμῖν ἡ καρδία ἐξ ὑγρᾶς οὐσίας
4.76.53
τὴν δύναμιν λαμβάνει· μόνη δὲ πτηνῶν πάντων νεῖν ἡ ἶβις οὐκ ἐπίσταται, ἀδρανεστάτη
4.76.54
δὲ εἰς μεῖζον βάθος καθελκομένη. τὸ δ' αὐτὸ καὶ ἐπὶ τῆς καρδίας παρατηρητέον· τῆς γὰρ
4.76.55
ὑγρᾶς πόσεως συμμέτρως προσαχθείσης ῥώννυσθαί τε καὶ τοῖς λογισμοῖς διεστηρίχθαι
4.76.56
πέφυκε, καὶ τῆς μὲν οἰκείας ἕδρας, ἥνπερ φρένα καλοῦσιν, οὐκ ἐξίστασθαι νηφαλέαν τε
4.76.57
εἶναι, ὑποβλυσθεῖσαν δὲ τοῖς παλμοῖς τὸν ἴδιον σάλον δι' ὅλου τοῦ σώματος
4.76.58
ἐξεργάζεσθαι. πάσχουσι δὲ ταῦτα ὑπὸ μέθης ἄνθρωποι τὸν ἄκρατον τῆς ἰδίας ἰσχύος
4.76.59
προτετιμηκότες. καὶ τὴν ἶβιν δὲ καὶ τὸν κέρκωπα σελήνῃ συμπαθῆ εἶναι προσείκασται· ἡ
4.76.60
μὲν ἶβις αὐτῷ τῷ σχήματι ἐμφερής, τὰ ἄκρα μὲν ὀμιχλαίνουσα, λευκαίνουσα δὲ τὰ μέσα
4.76.61
καθάπερ ἡ αἰθερία μήνη. ὅτε γὰρ οὐρανὸς ἀσέληνος, οὐδὲ ἴβιδες ὁρῶσι, μύουσι δὲ τοῖς
4.76.62
ὀφθαλμοῖς τοῦτον τὸν χρόνον καὶ ἄσιτοι ἐγκαρτεροῦσι τὸ συγγενὲς στοιχεῖον
4.76.63
ἀναμένουσαι. ὁ δὲ κέρκωψ δηλοτέρας ἔχει τὰς ἐνεργείας· ὅτε γὰρ αὔξει σελήνη, ὁ τῶν
4.76.64
ὀφθαλμῶν κύκλος τότε εὐρύνεται, ὅτε δὲ μειοῦται, τὸ τῶν ὀμμάτων περιφερὲς
4.76.65
συστέλλεται. 4. 77 Ὅτι ὁ Ἀριστοτέλης τὸν Καλλισθένην ἀπέσκωψεν εἰπὼν τὸν μὲν
4.76.66
περιττὸν νοῦν ἔχειν, τὸν δὲ ἀνθρώπινον ἀποβεβληκέναι.
4.78.1
Ὅτι ὁ Ἀλφειὸς ποταμὸς ὁρᾶται καταδυόμενος μὲν ἐν Πελοποννήσῳ,
4.78.2
ἀναδυόμενος δὲ ἐν Σικελίᾳ· λέγουσι δὲ καὶ τὸν Τίγρητα ταὐτὸ τοῦτο πάσχειν καὶ τὸν
4.78.3
Λύκον καὶ ἑτέρους τινάς. 4. 79 Ὅτι ὥσπερ τοῦ σώματος τοῦ ἡμετέρου τὸ μὲν διαρρεῖ, τὸ
4.78.4
δὲ διαπνεῖ, διαρρεῖται μὲν ὑπὸ τοῦ αἵματος κατὰ τὰς φλέβας, διαπνεῖται δὲ ὑπὸ τοῦ
4.78.5
πνεύματος κατὰ τὰς ἀρτηρίας, οὕτω καὶ τῆς γῆς τὸ μὲν ὑπὸ τῶν ὑδάτων, τὸ δὲ ὑπὸ τῶν
4.78.6
πνευμάτων διαρρεῖσθαι καὶ διαπνεῖσθαι, ἐμφράξεως δὲ ἢ παρεμπτώσεως ἢ συνθλίψεως
4.78.7
συμβάσης τρέμειν τὴν γῆν ὥσπερ τὸν ἄνθρωπον· Ἀριστοτέλης δὲ τὸ τεθυμιωμένον τῆς
4.78.8
γῆς καὶ ἀτμίζον αἰτιᾶται.... ἂν μὲν εὐπετῶς σχῇ· εἰ δ' οὐ, βιάζεται τὴν γῆν. ὅτι ὁ Τάγης
4.78.9
ἐν τοῖς σεισμοσκοπικοῖς λέγει, ὡς ἐν ταῖς πολέμων κινήσεσιν εἰ συμβῇ σεισμὸν
4.78.10
γενέσθαι, τοὺς παρ' οἷς γίνοιτο πάντως ἐλατ τοῦσθαι· καὶ ἄλλων δὲ θαυμαστῶν
4.78.11
ἐπιμέμνηται, περὶ ὧν ἐγὼ ἐν ἑτέρᾳ λέξω συγγραφῇ. 4. 80 Ἐν τῇ πρώτῃ τούτου τοῦ μηνὸς
4.78.12
ὁ ἀρχιερεὺς ἐκήρυττε, μηδένα ποδῶν ἢ κεφαλῆς οἱουδήποτε ζώου γεύσασθαι παρὰ
4.78.13
πάντα τὸν μῆνα πρὸς φυλακὴν ἀρθρίτιδος νόσου. κατὰ τοῦτον τὸν μῆνα καὶ ἡ ἑορτὴ
4.78.14
τῶν Ῥοσαλίων παρὰ Ῥωμαίοις ἐτελεῖτο. ηὔχοντο δὲ Μαίᾳ τε καὶ Ἑρμῇ οἱ πραγματευταὶ
4.78.15
ἀκίνδυνα τὰ τῶν κερδῶν εἶναι. πάντα δὲ ἄρα τὰ κέρδη ἐν τῇ ὕλῃ καὶ ἐξ αὐτῆς
4.78.16
ἀναφύεται, καὶ ἐν αὐτῇ ὡσανεὶ Ἕρμαια εὑρίσκεται καὶ ἐπιδίδοται, ὥς φασι, κατ' ἀξίαν.
4.78.17
Νουμήνιος δὲ ὁ Ῥωμαῖος τὸν Ἑρμῆν τὸν προχωρητικὸν λόγον εἶναι βούλεται· οὐδὲ γάρ,
4.78.18
φησι, πρότερον βρέφος φθέγξαιτο, πρὶν ἂν τῆς γῆς ἐφάψαιτο, ὥστε Μαῖαν εἰς γῆν
4.78.19
καλῶς ἐξελάμβανον οἱ πολλοί. καὶ καθ' ἕτερον δὲ ἱερὸν λόγον ὁ Φοντήϊος χρῆναι
4.78.20
τιμᾶσθαι τὴν γῆν ἐν ταῖς Καλένδαις Μαΐαις λέγει, ὅτι τὴν ἔμφυτον θέρμην ἐπὶ τὴν
4.78.21
ἐπιφάνειαν ἡ γῆ ἀναβράζουσα γαυριᾶν ὥσπερ καὶ σκιρτᾶν ἐξαγομένη σάλους ἐμποιεῖ ὡς
4.78.22
ἐπίπαν κατὰ τὸν Μάϊον μῆνα. τιμῶσιν οὖν κατὰ τοῦτον τὴν Μαῖαν, τουτέστι τὴν γῆν
4.78.23
θεραπεύοντες. μαϊουμίζειν τὸ ἑορτάζειν ὀνομάζουσιν, ἐξ οὗ καὶ Μαϊουμᾶν· πανήγυρις
4.78.24
γὰρ ἤγετο ἐν τῇ Ῥώμῃ κατὰ τὸν Μάϊον μῆνα. τὴν παράλιον καταλαμβάνοντες πόλιν
4.78.25
τὴν λεγομένην Ὀστίαν οἱ τὰ πρῶτα τῆς Ῥώμης τελοῦντες ἡδυπαθεῖν ἠνείχοντο ἐν τοῖς
4.78.26
θαλαττίοις ὕδασιν ἀλλήλους ἐμβάλλοντες· ὅθεν καὶ Μαϊουμᾶς ὁ τῆς τοιαύτης ἑορτῆς
4.78.27
καιρὸς ὠνομάζετο. ἀρχὴ γενέσεως σελήνη.
4.81.1
Ὅτι ὁ Ἐμπεδοκλῆς οὐσίαν ἀνάγκης αἰτίαν χρηστικὴν τῶν ἀρχῶν καὶ τῶν
4.81.2
στοιχείων ἐνέκρινεν· ὁ δὲ Δημόκριτος τὴν ἀντιτυπίαν καὶ πληγὴν καὶ φορὰν τῆς ὕλης.
4.81.3
Πλάτων γε μὴν τὰ μὲν εἰς πρόνοιαν, τὰ δὲ εἰς ἀνάγκην ἀνήγαγεν, ὅτε μὲν τὴν ὕλην, ὅτε
4.81.4
δὲ τὴν τοῦ ποιοῦντος σχέσιν αἰτιώμενος. τὴν δ' εἱμαρμένην Ἡράκλειτος τὴν αὐτὴν καὶ
4.81.5
ἀνάγκην εἶναι βούλεται, ὁ δὲ Πλάτων προστίθησι καὶ τὴν παρ' ἡμᾶς αἰτίαν. οἱ μὲν οὖν
4.81.6
Στωϊκοὶ τὴν μὲν ἀνάγκην ἀκίνητον, τὴν δὲ εἱμαρμένην φασὶ συμπλοκὴν εἶναι αἰτιῶν
4.81.7
τεταγμένων· ἐν ᾗ συμπλοκῇ καὶ τὰ παρ' ἡμᾶς, ὥστε τὰ μὲν εἱμάρθαι, τὰ δὲ συνειμάρθαι.
4.81.8
οὐσίαν δὲ εἱμαρμένην ὁ Ἡράκλειτος τὸν διὰ παντὸς ἥκοντα λόγον ἐνέκρινεν. ὁ δὲ
4.81.9
Χρύσιππος τάξιν τοῦ παντὸς ἢ λόγον τῶν ἐν τῷ κόσμῳ διοικουμένων. ὁ δὲ Ποσειδώνιος
4.81.10
τρίτην ἀπόδοσιν ποιεῖται· πρώτην μὲν γὰρ εἶναι τὸν Δία, δευτέραν δὲ τὴν φύσιν, τρίτην
4.81.11
δὲ τὴν εἱμαρμένην. ὁ δὲ Πλάτων λόγον ἀΐδιον τῆς τοῦ παντὸς φύσεως.
4.82.1
Ὅτι τῇ πρὸ ὀκτὼ εἰδῶν Μαΐων ἑορτὴ τοῖς Ῥωμαίοις ἐτελεῖτο ἡ λεγομένη
4.82.2
Λεμούρια, οἷον τιμαὶ εἰδώλων ἢ φασμάτων ἢ δαιμόνων ἐμπαθῶν, οὕς φασιν οἱ
4.82.3
φιλοσοφοῦντες ἐφόρους εἶναι συμφυεῖς τῶν σωμάτων, καὶ διὰ τοῦτο τοῖς τάφοις
4.82.4
χαίρειν .
4.83.1
Ὅτι ὁ Ἀριστοτέλης καὶ ὁ Ἡρακλείδης φασίν, ἡλίου τὰ πλεῖστα τῶν
4.83.2
πνευμάτων κινοῦντος καὶ περιφέροντος καὶ τούτων ἐκβαλλόντων μὲν προωθουμένων
4.83.3
δὲ ἀνοιδεῖν τὴν Ἀτλαντικὴν θάλασσαν καὶ παρασκευάζειν τὴν πλημμύραν, εἰτ' αὖθις
4.83.4
ληγόντων ἀντιπερισπωμένην ὑποβαίνειν καὶ οὕτω τὰς ἀμπώτεις γίνεσθαι. Πυθέας δὲ ὁ
4.83.5
Μασσαλιώτης τῇ πληρώσει τῆς σελήνης τὰς πλημμύρας γίνεσθαι βούλεται, τῇ δὲ
4.83.6
μειώσει τὰς ἀμπώτεις· τὸ αὐτὸ δὲ καὶ οἱ παρὰ Ῥωμαίοις φιλοσοφοῦντες, Πλάτων δὲ τὴν
4.83.7
αἰώραν τῶν ὑδάτων αἰτιᾶται· εἶναι γὰρ φυσικήν τινα αἰώραν διά τινος στομίου
4.83.8
τρήματος περιφέρουσαν παλίρροιαν, ὑφ' ἧς ἀντικυμαίνεσθαι τὰ πελάγη.
4.84.1
Ὅτι ὁ Πλάτων κατὰ πρόσθεσιν ἢ ἀφαίρεσιν ἢ μετάθεσιν ἢ πνευμάτωσιν
4.84.2
συμβαίνειν λέγει τοὺς τερα τώδεις τοκετούς, ὁ δὲ Ἐμπεδοκλῆς αὐτὴν τοῦ πνεύματος
4.84.3
τὴν ἔλλειψιν ἢ ὑπερβολὴν αἰτιᾶται.
4.85.1
Ὅτι ὁ Ἀμέλιος· Μοῦσαί εἰσι, φησίν, αἱ τῶν σφαιρῶν ψυχαί, αἳ τὰς τῶν ὅλων
4.85.2
δυνάμεών τε καὶ οὐσιῶν ἐνεργείας ὅσας εἰς τὸ πᾶν ἀφιᾶσιν ὁμοῦ καὶ εἰς μίαν συνάγουσι
4.85.3
συμφωνίαν τὴν ὑπὸ τοῦ δημιουργοῦ τεταγμένην.
4.86.1
Ἥφαιστοι τέσσαρες· πρῶτος Οὐρανοῦ καὶ Ἡμέρας, πατὴρ Ἀπόλλωνος τοῦ
4.86.2
Ἀθηναίων ἀρχηγέτου· δεύτερος Νείλου παῖς, ὃν Αἰγύπτιοι καλοῦσι Φθάν· τρίτος ὁ
4.86.3
Κρόνου καὶ Ἥρας ὁ Λήμνιος, ὁ χαλκευτής· τέταρτος Ἥφαιστος ὁ Μαντοῦς ὁ
4.86.4
Σικελιώτης, ἐξ οὗ Ἡφαιστιάδες αἱ νῆσοι. ὅτι ὁ Ἥφαιστος, ὥς φησι Νουμήνιος, γόνιμον
4.86.5
πῦρ ἐστιν, ἡ τοῦ ἡλίου ζωογονικὴ θερμότης· διὸ δὴ καὶ χωλὸν ποιοῦσι τὸν Ἥφαιστον,
4.86.6
καθ' ὃ χωλεύει καθ' ἑαυτὴν ἡ τοῦ πυρὸς φύσις, ὅταν μὴ συγκεκρότηται τοῖς ἄλλοις. ὁ δὲ
4.86.7
παρὰ Ῥωμαίοις Κίγκιος λέγει, χωλὸν τὼ πόδε τὸν Ἥφαιστον λαμβάνεσθαι διὰ τὸ
4.86.8
ἄνισον τῆς ἡλίου πορείας. ὁ δὲ Χαιρωνεύς φησιν, ὅτι τοῦ πυρὸς τὴν δύναμιν
4.86.9
προσειπόντες Ἥφαιστον ἀνθρωποειδὲς μὲν αὐτοῦ τὸ ἄγαλμα πεποιήκασι, πῖλον δὲ
4.86.10
περιέθεσαν κυάνεον τῆς οὐρανίου σύμβολον περιφορᾶς· ἔνθα τοῦ πυρὸς τὸ ἀρχοειδές τε
4.86.11
καὶ ἀκραιφνέστατον. κατὰ δὲ ἱστορίαν Μανέθων Αἰγυπτιακῶν ὑπομνημάτων ἐν τόμῳ
4.86.12
τρίτῳ φησίν, ὅτι πρῶτος ἀνθρώπων παρ' Αἰγυπτίοις ἐβασίλευσεν Ἥφαιστος ὁ καὶ
4.86.13
εὑρέτης τοῦ πυρὸς αὐτοῖς γενόμενος· ἐξ οὗ Ἥλιος, οὗ Κρόνος, μεθ' ὃν Ὄσιρις, ἔπειτα
4.86.14
Τυφών, ἀδελφὸς Ὀσίρεως.
4.87.1
Ἰστέον δέ, ὡς ὁ Μανέθων ἐν τᾷ περὶ ἑορτῶν λέγει, τὴν ἡλιακὴν ἔκλειψιν
4.87.2
πονηρὰν ἐπίρροιαν ἀνθρώποις ἐπιφέρειν περί τε τὴν κεφαλὴν καὶ τὸν στόμαχον.
4.88.1
Ἰούνιος. Οὕτως οὖν τοῦ πέμπτου μηνὸς εἰς τιμὴν τῆς γερουσίας πρὸς τοῦ
4.88.2
βασιλέως Νουμᾶ διατεθέντος ἐλείπετο ἄρα τὸν ἕκτον εἰς τιμὴν τῆς νεολαίας– ἰουνιῶρας
4.88.3
γὰρ τοὺς νεωτέρους φασίν– ὁρισθῆναι· βουλῇ γὰρ γερόντων καὶ νεωτέρων ἀνδρείᾳ
4.88.4
εἰκὸς διοικεῖσθαι, ὥς φησι Πλάτων, τὸ πολίτευμα. οὐκ ἔξω δὲ λόγου τὸν ἓξ ἀριθμὸν
4.88.5
φαίνεται ταύτῃ προσνέμων· ζωογονικὸς γὰρ οὗτος ἀπὸ μονάδος ἑξῆς ἄχρι τριάδος ἐξ
4.88.6
αὑτοῦ συμπληρούμενος καὶ ἀρκῶν ἑαυτῷ· καὶ διὰ τοῦτο ὁ Πυθαγόρας τῇ πρώτῃ τῶν
4.88.7
Μοιρῶν τοῦτον ἀνατέθεικεν. 4. 89 Καλένδαις Ἰουνίαις ἑορτὴ Ἥρας καὶ εὐχαὶ ἐν τῷ
4.88.8
Καπετωλίῳ, πάντων ὁμοῦ Ῥωμαίων ὕδατος ἐξ ἑωθινῆς ἀπογευομένων ψυχροῦ πρὸς
4.88.9
φυλακὴν νόσου παντοίας καὶ διαφερόντως ποδαλγικῆς, ὡς ὁ χρησμὸς ἐβούλετο, καὶ
4.88.10
ὥστε μὴ διδύμους ἢ τερατώδεις γενέσθαι τοὺς τοκετούς. ἡ δὲ τοιαύτη συνήθεια ἐπὶ
4.88.11
Ἀδριανοῦ εἰσενήνεκται, πεμφθείσης γυναικὸς ὡς αὐτὸν Αἰγυπτίας, ἣ ἀφηγεῖτο
4.88.12
τέσσαρσιν ἡμέραις κατὰ διάστημα ἄνισον τέσσαρα τεκεῖν, μετὰ δὲ τεσσαράκοντα ἡμέρας
4.88.13
τὸ πέμπτον, κατὰ τὸν Ἀριστοτέλην, ὅς φησιν ἐν τέσσαρσι τοκετοῖς εἴκοσι κυηθῆναι·
4.88.14
τοῦτο δέ φησιν ὁ Ἡρακλείδης συμβαίνειν, ὅταν ἐξακοντισμὸς δὶς ἢ τρὶς ἀπὸ ἐγκρατείας
4.88.15
κατ' ἀναστομώσεως εὐστοχήσῃ ἢ καὶ τῆς μήτρας ἐπανοιχθείσης μετὰ τὴν προτέραν
4.88.16
πῆξιν κατὰ τοσοῦτον καθ' ὅσον ὁ τοκετὸς ἀριθμοῖτο. ὅτι ὁ Ἰούνιος μὴν ἀνεπιτήδειος
4.88.17
πρὸς γάμους, ὡς τὰ βιβλία τῶν παρὰ Ῥωμαίοις ἱερέων λέγει· ἀληθὴς δὲ ὁ λόγος καὶ
4.88.18
ἀνάγκη πᾶσα, κατὰ τόδε καιροῦ γινόμενον συνοικέσιον τὸν νεώτερον ἀποβαλεῖν, καὶ
4.88.19
ταύτης ἐγὼ τῆς ἐκβάσεως ἔμπειρός εἰμι, τὴν ἐμοὶ φιλτάτην γυναῖκα ὡς τάχος
4.88.20
ἀποβαλών. ἐπὶ δὲ τρεῖς ἡμέρας οὐκ ἐξῆν γυναιξὶν ἢ καρῆναι ἢ ὀνυχίσασθαι.
4.90.1
Τὸ Σάγκος ὄνομα οὐρανὸν σημαίνει τῇ Σαβίνων γλώσσῃ.
4.91.1
Ὅτι οἱ Ἑβραῖοι οὐκ εἰκῇ ἀπέχονται λαγωοῦ καὶ στρουθοῦ Λίβυος καὶ
4.91.2
χαραδριοῦ· ὁ μὲν γὰρ λαγωὸς ἄρρην τίκτειν πέφυκε τεραστίως, ὁ δὲ Λίβυς στρουθὸς
4.91.3
οὐδὲ στρουθὸς οὐδὲ τετράποδον οὐδὲ πτηνόν ἐστι τέλειον· οὐδεὶς δὲ χαραδριὸν φαγὼν
4.91.4
οὐκ ἐπένθησεν.
4.92.1
Λαρινὸν τὸ λιπαρόν, ἐξ οὗ καὶ λάρδος. ἄλλοι δὲ ἄλλως φασί.
4.93.1
Θυγατέρας Ἀνάγκης τὰς Μοίρας φασί, Λάχεσιν τε καὶ Κλωθώ καὶ Ἄτροπον·
4.93.2
καὶ Λάχεσιν μὲν τὰ παρελθόντα διοικεῖν, Κλωθὼ δὲ τὰ ἐνεστῶτα, Ἄτροπον δὲ τὰ
4.93.3
μέλλοντα .
4.94.1
Τῇ πρὸ πέντε Εἰδῶν Ἰουνίων ἑορτὴ τῆς Ἑστίας. ἐν ταύτῃ τῇ ἡμέρᾳ ἑώρταζον
4.94.2
οἱ ἀρτοποιοὶ διὰ τὸ τοὺς ἀρχαίους τὸν ἄρτον ἐν τοῖς ἱεροῖς τῆς Ἑστίας κατασκευάζειν·
4.94.3
ὄνοι δὲ ἐστεφανωμένοι ἡγοῦντο τῆς πομπῆς, διὰ τὸ τούτοις ἀλεῖσθαι τὸν σῖτον. ὅτι οἱ
4.94.4
μὲν φυσικοὶ τὴν Ἑστίαν βούλονται τὴν γῆν εἶναι ἀπὸ τοῦ ἑστάναι, οἱ δὲ θεολόγοι
4.94.5
ταύτην εἶναι βούλονται τὴν λεγομένην ὀντότητα. καὶ μάρτυς ὁ ἐν τῷ Κρατύλῳ
4.94.6
Σωκράτης, λέγων Ἑστίαν εἶναι τὴν πηγαίαν οὐσίαν καὶ πᾶσι τοῦ εἶναι αἰτίαν, ἱδρυμένην
4.94.7
ἐν τῷ πατρί· ὁ δὲ Πορφύριος μετὰ τὴν νοητὴν Ἑστίαν ἤτοι ὀντότητα βούλεται καὶ τὴν
4.94.8
ἔφορον τῆς γῆς– χθόνα δὲ αὐτὴν καλοῦσι– ὁμωνύμως ἐκείνης Ἑστίαν εἶναι, λέγει δὲ
4.94.9
οὕτω· «καὶ τὸ μὲν ἡγεμονικὸν τῆς θείας δυνάμεως Ἑστία κέκληται, ἧς ἄγαλμα
4.94.10
παρθενικὸν ἐφ' ἑστίας ἵδρυται· καθ' ὃ δὲ γόνιμος ἡ δύναμις, σημαίνουσιν αὐτὴν
4.94.11
γυναικὸς εἴδει προμάστου.» οἱ δὲ Ῥωμαίων ἱεροφάνται οὐδὲν ἕτερον βούλονται εἶναι
4.94.12
αὐτὴν ἢ μόνην τὴν γῆν.
4.95.1
Πρὸ τοῦ μεγάλου κατακλυσμοῦ τὴν Σικελίαν μὴ νῆσον εἶναί φασιν ὡς
4.95.2
σήμερον ἀλλ' ἤπειρον γενέσθαι συνημμένην τῇ ὕστερον Ἰταλίᾳ, ἐκ δὲ τῆς φορᾶς τῶν ἐκ
4.95.3
τῆς ἐπικλύσεως ῥευμάτων τῶν ῥιζῶν ἀποσπασθεῖσαν νῆσον ἀποκαταστῆναι, καὶ διὰ
4.95.4
τοῦτο Ῥήγιον ἀπὸ τῆς ῥήξεως ὀνομασθῆναι τὸ πλευρὸν τῆς Ἰταλίας ἐκεῖνο, ἐξ οὗπερ
4.95.5
ἀπέρρωγε. πρότερον δὲ Σικανία ἐλέγετο ἡ Σικελία. ἡ Ἰταλία ἐννέα ἐπαρχίας ἔσχε
4.95.6
ταύτας· Καμπανίαν Ἀπουλίαν Θουσκίαν Καλαβρίαν Οὐμβρίαν Δαλματίαν Λουκανίαν
4.95.7
Βρεττίαν Σικελίαν.
4.95.8
4. 96.... πρὸς Προυσίαν τῆς Βιθυνίας βασιλέα. 4. 97 Παρὰ τοῖς Πυθαγορείοις ἡ δυὰς
4.95.9
ὡς θέσιν τινὰ καὶ ἐπιβάθραν τῷ ἀριθμῷ ἐπιδοῦσα ἐλευσίνη καλεῖται, ὡς προέλευσιν ἐπὶ
4.95.10
τὸ πλεῖον καὶ ἄπειρον παρέχουσα.
4.98.1
Ὅτι ὁ Εὔδημός φησιν, ἐν Πέλταις τῆς Φρυγίας λίθον γενέσθαι ποτὲ
4.98.2
τετράπεδον, ὃν δὴ νηνεμίας οὔσης τοὺς γεωργοὺς ὑποτιθέντας ξύλα στρογγύλα ἐξαίρειν
4.98.3
καὶ ἀνέμους ποιεῖν· ἐφ' ὅσον δ' ἂν ἐξῃρέθη ὁ λίθος, ἐπὶ τοσοῦτο δὴ ἰσχυρῶς ἀνατείνειν
4.98.4
τοὺς ἀνέ μους· καὶ πάλιν εἰς ἐπίπεδον τὸν λίθον τιθέναι καὶ νηνεμίαν γίνεσθαι.
4.99.1
Ὅτι τὰς συνετὰς διανοίας οἱ ποιηταὶ μελαίνας φασὶν οἷον βαθείας· τῷ γὰρ
4.99.2
βάθει τὸ μέλαν ἕπεται· τοιγαροῦν ὁ Πίνδαρος λευκάς φησι φρένας τὰς μὴ συνετάς.
4.100.1
Φεῦ τῶν βροτείων ὡς ἀνώμαλοι τύχαι· οἱ μὲν γὰρ εὖ πράσσουσι, τοῖς δὲ
4.100.2
συμφοραὶ σκληραὶ πάρεισιν εὐσεβοῦσι πρὸς θεοῦ. τὴν τύχην Φορτοῦναν λέγουσιν οἱ
4.100.3
Ῥωμαῖοι ἀπὸ τῆς φορᾶς.... ἔνθουν ὠφέλειαν. Ἀριστοτέλης· «εἰ ἔστιν ἀρετή, οὐκ ἔστι
4.100.4
τύχη· ἄνω γὰρ καὶ κάτω τὰ τῆς τύχης ἐν τοῖς ἀνθρωπίνοις γυμνάζεται πράγμασι,
4.100.5
πλούτῳ τε καὶ διαφερόντως ἀδικίᾳ. οἱ δὲ πρὸς ἀρετὴν ἔχοντες καὶ θεοῦ μεμνημένοι καὶ
4.100.6
κρείττονας ἐπὶ τῶν μακαρίων καὶ ἀΰλων πραγμάτων ἐλπίδας σαλεύοντες
4.100.7
καταφρονοῦσι τῶν τῇδε καλῶν». οὐδὲν γὰρ ἀσφαλὲς οὐδὲ κεκριμένον ἐστὶν ἐπὶ τῆς
4.100.8
τύχης, ὡς Εὐριπίδης φησί. χείρους οἱ τοῦ πλούτου παρὰ μέτρον ἐφιέμενοι· πλοῦτος γὰρ
4.100.9
μᾶλλον κακίας ἢ καλοκαγαθίας ὑπηρέτης ἐστί, φησὶν ὁ ῥήτωρ. ὅτι ὁ Πλάτων μηδένα
4.100.10
γίνεσθαι μεγίστου πλούτου κύριόν φησιν, εἰ μὴ τὸν προεζημιωμένον τὴν ψυχήν.
4.101.1
Ὅτι ὁ χρησμός φησι· Δοιοὶ δαίμονές εἰσι κατ' ἀνέρα· δοιὰ δὲ τούτων ἔθνεα·
4.101.2
οἳ κατὰ γαῖαν ἀεὶ τεθαλυῖαν ἀλῶνται† παραμίμνειν μερόπεσιν ἐκ Διὸς ἀρχῆς· Ζεὺς γάρ
4.101.3
τοι δωτὴρ πάντων ἀγαθῶν τε κακῶν τε, ὃς καὶ τικτομένοισι χρόνον ζωῆς ἀφορίζει
4.101.4
καμμίξας φαυλοῖσι καλοῖσι τε σῶμα βροτεῖον. κείνους δαίμονας ὅστις ἑῇ σοφίῃ
4.101.5
προσέλοιτο, γνώμην τε σχοίη, ποίοις χαίρουσιν ἐν ἔργοις, πάντων ἂν προφέροιτο νόῳ
4.101.6
καὶ πράξεσιν ἐσθλαῖς, ἐσθλὰ παρ' ἐσθλοῦ δῶρα φέρων καὶ φαῦλα προφεύγων.
4.102.1
Ἰούλιος. Τὸν Ἰούλιον μῆνα πέμπτον μὲν ἄν τις ἀπὸ τοῦ πολιτικοῦ,
4.102.2
ἕβδομον δὲ ἀπὸ τοῦ ἱερατικοῦ λάβοι ἐνιαυτοῦ· ἀπὸ γὰρ τοῦ Μαρτίου– ἐκεῖνος δὲ ἦν ὁ
4.102.3
παρὰ Ῥωμύλου τεθεὶς εἰς ἀρχὴν τοῦ πολιτικοῦ ἐνιαυτοῦ– πέμπτος ἐστίν, ὅθεν καὶ
4.102.4
Κυντίλιος τὸ πρὶν ὠνομάζετο· ἕβδομος δὲ ἀπὸ τοῦ Ἰανουαρίου· ἱερατικὸς δὲ οὗτος κατὰ
4.102.5
τὸν Νουμᾶν. ὁ τοίνυν Καῖσαρ οὐ τύχῃ μόνον, ἀλλὰ καὶ ἱερωσύνῃ κοσμούμενος– καὶ γὰρ
4.102.6
πόντιφεξ ἦν, οἱονεὶ γεφυραῖος ἀρχιερεὺς ἢ θεουργός, διὰ τὴν ἐξ Ἀφροδίτης σειράν–
4.102.7
εὑρὼν τὸν Κυντίλιον μῆνα τὴν προσηγορίαν μετέβαλεν, οὐ διὰ τὴν τοῦ ἀριθμοῦ μόνον
4.102.8
τελειότητα, ἀλλὰ καὶ διὰ τὸ αὐτὸν ἐκεῖνον κατὰ τὴν πρὸ τεσσάρων Εἰδῶν τοῦ μηνὸς
4.102.9
τούτου τεχθῆναι. Καῖσαρ δὲ ὠνομάσθη, οὐ καθώς φασιν οἱ παλαιοί, ἐκ τῆς ἀνατομῆς τῆς
4.102.10
γαστρὸς Αὐρηλίας τῆς μητρὸς αὐτοῦ, ἧς δῆθεν ἀποβιούσης ἐγκύμονος αὐτὸν
4.102.11
ἀνατμηθείσης ἐκείνης ληφθῆναι· τὸ δ' ἀληθὲς κεκριμένον τοῖς ἱστορικοῖς περὶ τῆς
4.102.12
τοιαύτης αὐτοῦ προσηγορίας τοιοῦτόν ἐστιν· ἐπὶ τοῦ Φοινικικοῦ πολέμου, ὅτε ὁ Σύφαξ
4.102.13
Ἀννίβᾳ συνεμάχει, λέγεται Γάϊον Ῥουτίλιον– πρόγονος δὲ οὗτος παλαιὸς τῷ Καίσαρι
4.102.14
γέγονε– ἐν αὐτῇ τῇ παρατάξει μαχόμενον τοσαύτῃ δυνάμει ἐπαφεῖναι τὸ δόρυ κατὰ τοῦ
4.102.15
Μαυρουσίου, ὥστε τὸν ἐλέφαντα, ᾧ ἐπωχεῖτο ὁ πολέμιος, καταβαλεῖν, κἀκεῖθεν τὴν
4.102.16
Καίσαρος ἐπωνυμίαν λαβεῖν, ἐπεὶ παρὰ Φοίνιξιν ὁ ἐλέφας τὸ ζῶον καῖσαρ λέγεται.
4.102.17
Οὐάλης δὲ, ὃς καὶ αὐτὸς τὰ Καίσαρος ἔγραψε, φησὶν ἄριστον μὲν αὐτὸν καὶ
4.102.18
πρεπωδέστατον ἐν μεγέθει γενέσθαι, ἔτι μὴν καὶ κομήτην· τὴν γὰρ κόμην πατρίως οἱ
4.102.19
Ῥωμαῖοι καισάριεν προσαγορεύουσι, καί φησιν, ὡς διὰ τὸ ἐξ αὐτῆς κάλλος Καῖσαρ
4.102.20
προσηγορεύετο. κύριον δὲ αὐτῷ ὄνομα Γάϊος, εὐγενείας δὲ σημαντικὸν Ἰούλιος, ἀπὸ
4.102.21
Ἰούλου τοῦ Αἰνείου τοῦ Ἀφροδίτης, ἀρετῆς δὲ ὁ Καῖσαρ.
4.103.1
Θεοδόσιος ὁ μικρὸς νεωτερίζων τὸ τῆς Ὀλυμπιάδος ἐκ τῶν χρόνων
4.103.2
ἀπήλειψεν ὄνομα. Ὅτι τὸν Καίσαρά φασιν ἐξ ἀπείρου χειμῶνος ἐπιληψίᾳ
4.103.3
περιπεσεῖν· θεραπευθῆναι δὲ ὕστερον ἡρακλείου βοτάνης χυλὸν σὺν πυτίᾳ φώκης
4.103.4
ἑλκύσαντα. καὶ Καῖσαρ μὲν οὔπω θαυμαστὸν εἰ καὶ φώκης πυτίας ηὐπόρησεν· Ἀρέτας δὲ
4.103.5
ὁ τῶν Σκηνιτῶν Ἀράβων φύλαρχος Κλαυδίῳ Καίσαρι γράφων ἐπιστολὴν περὶ τῆς δι'
4.103.6
ὀρνέων θεραπείας φησίν, ἧπαρ γυπὸς σὺν τῷ αἵματι ὀπτὸν μετὰ μέλιτος διδόμενον ἐπὶ
4.103.7
ἑβδομάδας τρεῖς ἀπαλλάττειν ἐπιληψίας, ὁμοίως δὲ καὶ τὴν καρδίαν τοῦ γυπός, ὅτε
4.103.8
ξηρανθῇ, ἐν ὕδατι διδομένην τῷ ἴσῳ τρόπῳ ἰσχύειν. Ὅτι οἱ πολλοὶ τῶν ἱστορικῶν
4.103.9
φασι τὸν Καίσαρα ἑπτάμηνον τεχθῆναι, καὶ διὰ τοῦτο τὸν ἕβδομον μῆνα τοῦ ἱερατικοῦ
4.103.10
ἐνιαυτοῦ εἰς τὴν οἰκείαν μεταβα λεῖν προσηγορίαν. οὐδεὶς δὲ ἄλλος ἠνδραγάθισεν ὡς
4.103.11
οὗτος .
4.106.1
Χρησμὸς ἐδόθη Ῥωμαίοις πρὸς τῆς Μητρός, μηδ' ὅλως ἀφροδισίοις
4.106.2
χρῆσθαι ἀνὰ πάντα τὸν Ἰούλιον μῆνα, εἴπερ αὐτοῖς ὑγιαίνειν τὰ σώματα μέλλοι.
4.106.3
Κατὰ τὸν ἐν λέοντι ἥλιον ἀναχεῖται ὁ Νεῖλος. Ἰλὰς ὄνομα τῷ Νείλῳ πρότερον, εἴτα
4.106.4
Αἴγυπτος ἐξ Αἰγύπτου, εἶτα Χρυσορρόας καὶ τὸ λοιπὸν Νεῖλος ἀπὸ βασιλέως οὕτω
4.106.5
καλουμένου· τὸ γὰρ δόξαν τοῖς γραμματικοῖς ἀπὸ τῆς νέας ἰλύος ὠνομάσθαι τὸν Νεῖλον
4.106.6
πρὸς ἐτυμολογίαν ὁρᾷ. περὶ τῆς ἐν θέρει τῶν ὑδάτων ἐπιδόσεως Ἀναξαγόρας φησί, τὰς
4.106.7
τῆς Αἰθιοπίας τηκομένας χιόνας ἀποστέλλειν τὸν Νεῖλον. καὶ ταύτης ἐστὶ τῆς δόξης ὅ τ'
4.106.8
Αἴσχυλος καὶ Σοφοκλῆς καὶ Εὐριπίδης. ὁ δὲ μέγιστος ἐν φιλοσόφοις Ῥωμαίοις Σενέκας
4.106.9
ἀντιλέγει φάσκων ἐμπυροτάτην εἶναι τὴν Αἰθιοπίαν, ἔνθεν καὶ διακαίεσθαι τὰ σώματα
4.106.10
τῶν Τρωγλοδυτῶν, οἵτινες οὐ φέροντες τὸν ἥλιον ὑπὸ τὴν γῆν οἰκοῦσιν, ὅ τε ἄργυρος
4.106.11
κατ' ἐκεῖνον τὸν τόπον ἀπομολυβοῦται καὶ οὐδεμία ὕλη οὐκ ἀποτήκεται· ἄλλως δὲ
4.106.12
πολλοὺς εἶναι ποταμοὺς ἐκκειμένους τῷ νότῳ, ὧν οὐδένα ὁρῶμεν καίπερ
4.106.13
ὑπερκειμένων ὀρῶν πλημμυροῦντα τῷ θέρει. Εὐθυμένης δὲ ὁ μασσαλιώτης φησὶ
4.106.14
διαπλεῦσαι τὴν Ἀτλαντικὴν θάλατταν, ἐξ ἐκείνης τε ἰδεῖν τὸν Νεῖλον ἐκτρέχοντα καὶ
4.106.15
τότε μᾶλλον ὀγκοῦσθαι, ὅταν οἱ λεγόμενοι ἐτήσιοι πνέωσι· τότε γάρ φησιν ἐξωθεῖσθαι
4.106.16
ὑπὸ τῶν ἀνέμων τὴν θάλατταν, τούτων δὲ παυομένων ἡσυχάζειν. γλυκὺ δὲ σχεδὸν τὸ
4.106.17
τῆς Ἀτλαντικῆς θαλάττης ὕδωρ, καὶ ὅμοια τὰ ταύτης θηρία τοῖς τοῦ Νείλου. ἀντιλέγει
4.106.18
δὲ καὶ ταύτῃ τῇ δόξῃ ὁ Σενέκας φάσκων, τὸ μὲν γλυκὺ καὶ λεπτὸν ὕδωρ ὑπὸ τοῦ ἡλίου
4.106.19
ἀναρπάζεσθαι καὶ τρόποις ἅπασιν ἁλμυρὰν εἶναι πᾶσαν θάλασσαν, καὶ μηδὲν ἀληθὲς
4.106.20
εἶναι τοῦτο· εἰ γὰρ τοῦτο ἦν, καὶ τῷ χειμῶνι ἂν ἐπεδίδου ὁ Νεῖλος, καὶ ἔτι μᾶλλον, ὅσῳ
4.106.21
καὶ βιαιοτέρα ἡ τῶν ἀνέμων φορά· ἔτι δὲ καὶ ἰλυώδης μᾶλλον καὶ κυανοῦς φαίνεται,
4.106.22
ὅπερ ἀλλότριον θαλαττίων ὑδάτων. μεθ' ὃν Διογένης ὁ Ἀπολλωνιάτης φησί, τοῦ ἡλίου
4.106.23
ἁρπάζοντος τὴν ὑγρότητα, ἕλκεσθαι ὑπὸ τῆς ξηρᾶς τὸν Νεῖλον ἐκ τῆς θαλάττης·
4.106.24
σηραγγώδης γὰρ κατὰ φύσιν ὑπάρχουσα καὶ διατετρημένη ἕλκει πρὸς ἑαυτὴν τὸ ὑγρόν,
4.106.25
καὶ ὅσῳ μᾶλλον ξηροτέρα ἡ γῆ τῆς Αἰγύπτου, τοσούτῳ πλέον ἕλκει πρὸς ἑαυτὴν τὴν
4.106.26
νοτίδα, καθάπερ τὸ ἔλαιον ἐπὶ τῶν λύχνων ἐκεῖσε πλέον ὁρμᾷ, ὅπη καὶ δαπανᾶται ὑπὸ
4.106.27
τοῦ πυρός. ὁ δὲ Ἡρόδοτος παρὰ πάντων τῶν ποταμῶν ἕλκειν τὸν ἥλιον τὸ ὑγρόν φησι
4.106.28
τὴν πρόσγειον νότου ζώνην διατρέχοντα, πρὸς δὲ τῷ θέρει πρὸς βορρᾶν ἐκκλίνοντα
4.106.29
ἐκκαλεῖσθαι τὸν Νεῖλον, καὶ διὰ ταύτην τὴν αἰτίαν αὐτὸν ἀναχεῖσθαι κατὰ τὸ θέρος. οἱ
4.106.30
δὲ Αἰγύπτιοί φασι, τοὺς ἐτησίους πάσας ἐξ ὑπερτέρου τὰς νεφέλας ἐπὶ τὸν νότον
4.106.31
ἐξωθεῖν καὶ ἐκεῖθεν βαρείας καταφερομένης βροχῆς ἀναβλύζειν τὸν Νεῖλον. Ἔφορός γε
4.106.32
μὴν ὁ Κυμαῖος ἐν τῇ πρώτῃ τῶν ἱστοριῶν φησιν, ἀραιὰν εἶναι κατὰ φύσιν τὴν Αἴγυπτον,
4.106.33
καὶ κατ' ἔτος ἐπαγομένης ἰλύος ὑπὸ τοῦ Νείλου στεγανοῦσθαι, τὸν δὲ ποταμὸν δίκην
4.106.34
ἱδρῶτος κατὰ τὸν καιρὸν τοῦ καύματος ἐπὶ τὰ κουφότερα καὶ ἀραιότερα καταρρεῖν.
4.106.35
ἀλλὰ καὶ Θρασυάλκης ὁ Θάσιος τοὺς ἐτησίους φησὶν ἐξωθεῖν τὸν Νεῖλον· τῆς γὰρ
4.106.36
Αἰθιοπίας ὑψηλοῖς παρὰ τὰ καθ' ἡμᾶς ὄρεσι διεζωσμένης, ὑποδεχομένης τε τὰς νεφέλας
4.106.37
πρὸς τῶν ἐτησίων ὠθουμένας ἐκδιδόναι τὸν Νεῖλον· ὡς καὶ Καλλισθένης ὁ
4.106.38
Περιπατητικὸς ἐν τῷ τετάρτῳ βιβλίῳ τῶν Ἑλληνικῶν φησιν, ἑαυτὸν συστρατεύσασθαι
4.106.39
Ἀλεξάνδρῳ τῷ Μακεδόνι, καὶ γενόμενον ἐπὶ τῆς Αἰθιοπίας εὑρεῖν τὸν Νεῖλον ἐξ
4.106.40
ἀπείρων ὄμβρων κατ' ἐκείνην γενομένων καταφερόμενον. ἀλλὰ καὶ Δικαίαρχος ἐν
4.106.41
περιόδῳ γῆς ἐκ τῆς Ἀτλαντικῆς θαλάττης τὸν Νεῖλον ἀναχεῖσθαι βούλεται. ποικίλαι
4.106.42
μὲν οὖν αἱ περὶ αὐτοῦ δόξαι, τὸ δ' ἀληθὲς κατὰ τοὺς ἀνθρώπους τέως οὐδαμοῦ· κατὰ
4.106.43
γὰρ τὸ λόγιον τὸ δ' ἀτρεκὲς ἐν βαθεῖ ἐστι. Χρῆστος δὲ ὁ Ῥωμαῖός φησιν· «ἐπὶ τῆς δύσεως
4.106.44
ὄρη μέγιστα καὶ ὑψηλότατά εἰσιν, ἃ τὴν Λιβύην ἀπὸ τῆς Αἰθιοπίας χωρίζουσι, τούτων
4.106.45
ταῖς ἐσχάταις ῥίζαις τὸ Ἀτλαντικὸν ἐπιπῖπτον πέλαγος, ἔνθεν τὴν ἀρχὴν Αἰθιοπία ἀπὸ
4.106.46
τῆς δύσεως λαμβάνει. ὑπὸ τοίνυν τούτοις τοῖς ὄρεσι λίμναι εἰσὶν εἰς ἄπειρον
4.106.47
πλατύτητος ἡπλωμέναι· παροικεῖ δὲ αὐτὰς γένος ἀνθρώπων τῶν λεγομένων
4.106.48
Ἰχθυοφάγων, ὅπερ ἀπὸ πρώτης ὥρας ἄχρι δυσμῶν ἡλίου ἐν τῷ ὕδατι διατρίβει καὶ τοῖς
4.106.49
ἰχθύσι τρέφεται. τούτοις ὁμοροῦσιν οἱ λεγόμενοι Ἀνθρωποφάγοι, γένος ἀνθρώπων
4.106.50
ἀνδρειότατον, ῥισὶ στρογγύλαις χρώμενον, προσώποις ἐπικαμπέσιν, ὄνυξιν ἐγγὺς
4.106.51
λέουσιν ὁμοίοις. ἐκ τῶν λιμνῶν οὖν ἐκείνων τὰς ἀφορμὰς ὁ ποταμὸς λαμβάνει·
4.106.52
προϊόντα γὰρ ἐξ αὐτῶν τὰ ῥεύματα συνηρεφῆ ἀποτελοῦσιν. ἐκ τούτων δὴ τῶν λιμνῶν,
4.106.53
ἃς καλοῦσιν ἐκεῖνοι Χαάς, ἐκρεῖ λεπτότατόν τι ῥεῦμα καὶ μόλις ὁρώμενον, ὅπερ εἰς
4.106.54
στενοὺς τόπους καὶ κατὰ μέρος ἐκ διαφόρων μερῶν εἰς κοίτην ἰδίαν καταπῖπτον ὄψιν
4.106.55
ποταμοῦ λαμβάνει. οὗτος δ' ἂν εἴη ὁ Νεῖλος, ὅστις ἐπὶ διαφόρων κλιμάτων εἰλούμενος
4.106.56
γί νεται διὰ τόπων δασέων καὶ ἀνοδεύτων, ὧν τὰ... ἐκεῖθεν εἰς ὁμαλὸν ἐκχεῖται καὶ
4.106.57
πάλιν εἰς ποταμοῦ κοίτην συνάγεται, καὶ ναυσίπορος λοιπὸν ἐπὶ τὴν Μερόην διὰ τῶν
4.106.58
ἀοικήτων τοῦ νότου μερῶν φέρεται καὶ ταύτην περιρρέων νῆσον ἀποτελεῖ· ἔστι γὰρ
4.106.59
πᾶσα ὁμαλή. κἀκεῖθεν τὸ λοιπὸν ὁ πᾶς ἐγκλειόμενος ἐπὶ τὴν ἀνατολὴν ῥέπει καὶ ἐπὶ τὴν
4.106.60
Αἴγυπτον, κἀκεῖθεν εἰς θάλασσαν σφοδροτέρου πνεύματος καταπνέοντος· ἐκ τῆς βίας
4.106.61
γάρ, ὡς εἴρηται, τοῦ βορείου πνεύματος ἀνακλώμενος ὁ ποταμὸς καὶ μᾶλλον
4.106.62
ἀνεκχεόμενος πᾶσαν καταλιμνάζει τὴν Αἴγυπτον. εὔρου δὲ ἐκ τῆς ἀνατολῆς τοῖς
4.106.63
ἐτησίοις ἀντιπνέοντος ἢ νότου ἀπὸ μεσημβρίας ἐξωθοῦντος τὸν Νεῖλον, εἰκότως ὁ
4.106.64
ποταμὸς ἐπὶ τὴν θάλασσαν– λωφήσαντος ἠρέμα τοῦ βορρᾶ– κατατρέχει. κἀκεῖνο δὲ
4.106.65
τεκμήριόν ἐστι τοῦ μὴ ἀπὸ τήξεως χιόνων αὔξεσθαι αὐτόν, ὅτι οὐ ψυχρός ἐστιν, ἀλλὰ
4.106.66
θερμός, καὶ διὰ τοῦτο ὑπονοστοῦντος τοῦ ὕδατος εὑρίσκεται ἐπὶ τῆς ἰλύος ζωά τινα ἐκ
4.106.67
μέρους διαπεπλασμένα καὶ ἐκ μέρους κνώδαλα. πέφυκε δὲ τὰ τοιαῦτα θερμότητι καὶ
4.106.68
ὑγρότητι ζωογονεῖσθαι, ὅπερ ἐπὶ τῶν ἄλλων ὑδάτων οὐκ ἔστιν· ἰχθύας γὰρ καὶ μόνους
4.106.69
ἔχουσι. καὶ οἱ μὲν ἄλλοι στοχαζόμενοι λέγουσιν, ἐγὼ δέ– φησὶν ὁ Χρῆστος– γενόμενος ἐν
4.106.70
τῷ ἀκροτηρίῳ τῆς Μαυρουσίας ἐν τῷ στομίῳ τοῦ Ὠκεανοῦ».
4.108.1
Ὅτι ὅπη ἂν πυρὸς νομὴ καίοιτο, σηραγγώδη ἀνάγκη τυγχάνειν τὴν ἐν
4.108.2
βάθει γῆν, ἐξ ἧς αἰτίας τὰ θερμὰ ὕδατα. διὸ καὶ βλεννώδης ἡ φύσις τῶν τοιούτων
4.108.3
ὑδάτων, ἐπεὶ καὶ θαλάττια· τῷ δὲ πυρὶ τὸ ἁλμυρὸν ἐπὶ τὸ σικχὸν μεταβάλλουσα
4.108.4
ἀσφαλτώδης τε ἅμα καὶ στυπτηρίας καὶ θείου ἔμπλεως γίνεται.† οὐ καθαίρει μᾶλλον
4.108.5
ὑποξηραίνουσα τῶν ἀτμῶν τῆς ἀσφάλτου τῇ πλείονι τῶν ὑδάτων ὑγρότητι
4.108.6
βυθιζομένων .
4.109.1
Κέστιος ὁ ὑπατικὸς τῆς Ἱερουσαλὴμ ἡγούμενος νυκτὸς τὴν εἰκόνα τοῦ
4.109.2
Νέρωνος ἀνέστησεν ἐν τῷ τῶν Ἑβραίων ἱερῷ, ὥστε κοινωνεῖν τῆς τιμῆς τῷ θεῷ τὸν
4.109.3
Νέρωνα· οἱ δὲ ἀγανακτήσαντες αὐτόν τε Κέστιον καὶ πάντας Ῥωμαίους τοὺς ἐπὶ τῆς
4.109.4
ἀνατολῆς εὑρεθέντας ἀνεῖλον καὶ φανερῶς τοῖς κρατοῦσιν ἀνεκήρυξαν τὸν πόλεμον.
4.110.1
Ἐρρουσάλους Ῥωμαῖοι τοὺς ἀλήτας καὶ πλανωμένους καλοῦσιν· οἱ δὲ
4.110.2
ἰδιῶται ἐρρούλλους αὐτοὺς ἐξ ἀγνοίας λέγουσιν.
4.111.1
Αὔγουστος. Ἕπεται δὲ ἀπὸ μὲν τοῦ ἦρος ὁ ἕκτος, ἀπὸ δὲ τῆς λεγομένης
4.111.2
Αὐξιφωτίας ἑορτῆς ὁ ὄγδοος. ὅτι δὲ ἕκτος ἀπὸ τοῦ Μαρτίου, ἐξ αὐτῆς ἐστι λαβεῖν τῆς ἀρ
4.111.3
χαίας τοῦ μηνὸς τούτου προσηγορίας· Σεξτίλιος γὰρ μετὰ τὸν Κυντίλιον ὠνομάζετο·
4.111.4
ὅθεν οἱ μετ' αὐτὸν ἄχρι τοῦ δεκάτου οὐ κυρίαν, ἀλλὰ τὴν ἐξ ἀριθμῶν ἕλκουσι
4.111.5
προσηγορίαν. Αὔγουστος δὲ ὕστερον μετωνομάσθη, ὡς μέν τινές φασιν, ὑπὸ τοῦ
4.111.6
Αὐγούστου Καίσαρος διὰ τὸ ἐν τῷ μηνὶ τούτῳ τοὺς ἐμφυλίους παῦσαι πολέμους, οὓς
4.111.7
τότε πολλοὺς εἶχεν ἡ Ῥώμη, καὶ εἰς ὁμόνοιαν τοὺς Ῥωμαίους ἤδη καταστῆσαι· καὶ
4.111.8
ἐπειδὴ ὄγδοός ἐστιν ἀπὸ Ἰανουαρίου, τούτῳ τῷ ὀγδόῳ τὸ ὄνομα τοῦ τῆς ὁμονοίας
4.111.9
αὐτοῖς αἰτίου ἀνέθεντο. κατὰ γὰρ τοὺς Πυθαγορικοὺς ὁμολογία καὶ πειθὼ ἡ ὀκτὼ
4.111.10
καλεῖται· πρῶτος γάρ ἐστι κύβος τὴν τοῦ παντὸς αἰσθητοῦ ἰδέαν περιέχων, κατά τε
4.111.11
μῆκος καὶ πλάτος καὶ βάθος, καὶ καλῶς ὁμολογία καλοῖτ' ἄν· ἐν αὐτῷ γὰρ τὰ περιττὰ
4.111.12
τοῖς ἀρτίοις ὡμολόγησαν. ὡς δὲ ἕτεροί φασι, τοῦ Αὐγούστου Καίσαρος τῷ μηνὶ τούτῳ
4.111.13
ἀποθανόντος οἱ Ῥωμαῖοι πρὸς τιμὴν αὐτοῦ Αὔγουστον τὸν μῆνα ὠνόμασαν. καὶ οὗτος
4.111.14
δὲ ὁ Αὔγουστος Καῖσαρ, υἱὸς Ὀκταβίου, Ὀκταβιανὸς πρότερον ἐκαλεῖτο, ἐπ' ἀδελφῇ
4.111.15
γαμβρὸς γενόμενος Γαίῳ Ἰουλίῳ τῷ Καίσαρι· μετὰ δὲ τὰ πολλὰ καὶ μεγάλα ἐκείνου
4.111.16
τρόπαια πολλοῖς ὀνόμασιν ἐτιμᾶτο· οἱ μὲν γὰρ αὐτὸν ὠνόμαζον Κυρῖνον οἱονεὶ
4.111.17
Ῥωμύλον, ἄλλοι Καίσαρα, ψήφῳ δὲ κοινῇ τῶν ἀρχιερέων καὶ τῆς βουλῆς Αὔγουστος
4.111.18
ἐπεκλήθη· Αὔ γουστον δὲ οἱ Ῥωμαῖοι κατὰ τὴν πάτριον σημασίαν καλοῦσι τὸν κατ'
4.111.19
οἰωνὸν καὶ θεῶν μαρτυρίαν προαγόμενον εἰς βασιλείαν. ὅτι μετὰ πολλὰς ὅσας ἀρίστας
4.111.20
αὐτοῦ πράξεις ὁ Αὔγουστος τὸν ἀπὸ τῆς μετοπωρινῆς ἰσημερίας πεντεκαιδεκαετῆ
4.111.21
κύκλον εἰσήγαγε καὶ τούτῳ τοῖς φιλοσοφοῦσιν ἑπόμενος, οἵ φασι τὴν ἰσημερινὴν ὥραν
4.111.22
συνεστάναι ἐκ δεκαπέντε μοιρῶν. ὅτι οἱ Ῥωμαῖοι Αὔγουστον τὸν μῆνα ὠνόμασαν εἰς
4.111.23
τιμὴν τοῦ Αὐγούστου Καίσαρος ἀποθανόντος ὥς φασι κατὰ τὴν ἑκκαιδεκάτην τοῦ
4.111.24
τοιούτου μηνός.
4.112.1
Ὅτι Αὔγουστος τὸν τοῦ Σοφοκλέους Αἴαντα εἰς τὴν πάτριον φωνὴν
4.112.2
μετήνεγκεν· εἶτα ἀκμαζούσης αὐτῷ μετὰ τὴν πρακτικὴν καὶ τῆς ἐκ λόγων ἀρετῆς, ὡς
4.112.3
ἀναξίαν ἐκ παραβολῆς πρὸς Σοφοκλέα τὴν ἑαυτοῦ διεγίνωσκε τραγῳδίαν, ταύτην
4.112.4
ἐξήλειψεν. εἶτα ἐρωτηθεὶς πρὸς τοῦ Κικέρωνος, παρ' ᾧ μετὰ σπουδῆς ἐπαιδεύετο· «ποῦ
4.112.5
τυγχάνει ὁ παρὰ σοῦ γραφόμενος Αἴας;» ἀστείως ἅμα καὶ νουνεχῶς ἀπεκρίνατο, σπόγγῳ
4.112.6
τὸν ἑαυτοῦ Αἴαντα, καθάπερ σιδήρῳ τὸν τοῦ Σοφοκλέους, ἐπιπεσεῖν. καὶ τοσαύτη τις
4.112.7
αὐτῷ φροντὶς οὖσα περὶ λόγους ἐτύγχανεν, ὡς ἄρχοντος ἀπαιδεύτου γράψαι πρὸς αὐτὸν
4.112.8
δημοσίαν τολμήσαντος ἐπιστολὴν οὕτως ἀγανακτῆσαι, ὡς παραλῦσαι τῆς ἀρχῆς τὸν
4.112.9
ἀπαίδευτον. καὶ μέτρον δὲ καὶ ὅρον ταῖς τε εὐωχίαις καὶ ταῖς προιξὶν ἔθηκε, πρῶτος ἐπὶ
4.112.10
τῇ ἑαυτοῦ θυγατρὶ τοῦτο ποιήσας. τῆς δὲ τῶν ὑπηκόων ἐλευθερίας τοσοῦτον
4.112.11
ἐφρόντιζεν, ὥστε τινὸς τῶν κολάκων ἐπὶ τῆς βουλῆς δεσπότην αὐτὸν ὥσπερ ἐν
4.112.12
ὑπεροχῆς τρόπῳ καλέσαντος, αὐτὸς ἐξαναστὰς· «ἐγὼ δέ», ἔφη, «ἐλευθέροις, ἀλλ' οὐ
4.112.13
δούλοις ἔμαθον διαλέγεσθαι».
4.113.1
Ὅτι ὁ Χάρης φησί· δαπάνην ἄκαιρον μηδαμοῦ προσίεσο, γαστρὸς δὲ πειρῶ
4.113.2
πᾶσαν ἡνίαν κρατεῖν.
4.114.1
Ὅτι οἱ Γάλλοι διὰ τῶν ὑπονόμων ἐπελθόντες τῇ Ῥώμῃ νυκτὸς κατέσχον τὸ
4.114.2
Καπετώλιον· τοιούτους γὰρ τοὺς ὑπονόμους τῆς Ῥώμης Σέρβιος Τοῦλλος κατεσκεύασεν
4.114.3
ὁ ῥῆξ, ὡς ἅμαξαν πλήρη χόρτου δύνασθαι δι' αὐτῶν παρενεχθῆναι. τῶν δὲ ἐν τῷ ἱερῷ
4.114.4
χηνῶν ἰδόντων τοὺς πολεμίους καὶ ἀνακλαγξάντων– καὶ γὰρ ἄγρυπνος ἡ φύσις αὐτοῖς–
4.114.5
ὁ στρατηγὸς διαναστὰς ἐξώθησε τοὺς βαρβάρους ἐκ τοῦ ἱεροῦ· εἶτα καὶ δυνάμεως
4.114.6
συναχθείσης κατέστρωσεν· ἔνθεν ἑορτὴν μὲν καὶ τιμὰς τῶν χηνῶν, ἀνθ' ὧν ἐφύλαξαν
4.114.7
τὴν πόλιν, ὄλεθρον δὲ τῶν κυνῶν. τῇ γὰρ πρὸ τριῶν Νωνῶν Αὐγούστων ἀνῄρουν
4.114.8
ἀκωλύτως ἐν Ῥώμῃ τοὺς κύνας εἰς τιμὴν τῶν χηνῶν, ὅτι τὸ Καπετώλιον οἱ μὲν κύνες
4.114.9
προέδωκαν ὑπνώσαντες, οἱ δὲ χῆνες ἐγρηγορότες διέσωσαν. οἱ δέ φασιν, ὅτι τοῦτο
4.114.10
ἐποίουν, ἵνα μὴ ὀχληροὶ τοῖς νοσοῦσι νυκτὸς γίνωνται· οἱ δέ, ἵνα μὴ λυττῶντες τοὺς
4.114.11
ἀνθρώπους βλάπτωσι· τηνικαῦτα γὰρ ὁ σείριος ἀνατέλλει, ὃς καὶ δοκεῖ τῆς λύττης
4.114.12
αὐτοῖς αἴτιος εἶναι.
4.115.1
Ὅτι πολὺ ἐν τῷ βάθει τῆς γῆς ἐπινοστοῦν τὸ κατάγειον πῦρ τὴν πιμελώδη
4.115.2
νέμεται οὐσίαν· αὕτη δ' ἐστὶ στυπτηρία ἢ θεῖον· ἡ γὰρ ἄσφαλτος κεκαυμένον ἐν γῇ καὶ
4.115.3
ἐναποσβεννύμενον θεῖόν ἐστι· τούτου γὰρ τὸ μὲν ἐπ' ὀλίγου διακαέν, ἅτε παραχρῆμα
4.115.4
διασβεννύμενον, ὑγροτέραν τε καὶ πιμελωδεστέραν ἐργάζεται τὴν ἄσφαλτον, οἵα τὰ
4.115.5
κατ' Αἴτνην καὶ κατὰ τὴν ἐν Ἰουδαίᾳ λίμνην ἐπινήχεται· διακαὲν δὲ σφοδρότερον
4.115.6
λιθοῦται, οἷός ἐστιν ὁ γαγάτης λίθος ὁ περὶ Βαβυλῶνα. ἡνίκα γοῦν τὸ ὑπονοστοῦν τοὺς
4.115.7
ὑποκειμένους νέμεται τόπους, οὐδὲν ἡμῖν πάθος ἐπιδείκνυσι γῆς· ὁπόταν δὲ
4.115.8
ἐργασάμενον πολὺν ἐξαραιώσῃ τόπον, τηνικαῦτα θλιβόμενον ἐν τοῖς κοιλώμασι καὶ
4.115.9
σηραγγώδεσι τόποις, εἰ μὲν ἐπιτύχοι διεκδρομῆς, οὐδὲν πλέον βρασμοῦ γῆς καὶ
4.115.10
μυκήματος ἐργάζεται σημεῖον· εἰ δ' αὖ μένει σωματούμενον ἤτοι.... ὑπερκείμενον ὄρος
4.115.11
ἢ γῆν ἢ θάλασσαν, ὄρος μὲν ὡς τὸ ἐν Ἰταλίᾳ Βέσβιον καὶ τὸ ἐν Λιπάραις καὶ τὸ
4.115.12
ὑπερκείμενον τῆς Καταναίων πόλεως ἐν Σικελίᾳ, θάλασσαν δὲ ἣν Παναίτιος μεταξὺ
4.115.13
Λιπάρας καὶ τῆς Ἰταλίας ἱστορεῖ, γῆν δὲ οἵα τυγχάνει παρὰ τὴν ἐν Λυκίᾳ Κώρυκον. οὐ
4.115.14
μόνον δὲ ἀναρρήγνυσιν ὄρη τε καὶ γῆν, ἀλλὰ καὶ θαλάσσης ἀναφυσήματα ποιεῖ, ὥσπερ
4.115.15
γέ γονε τὰ περὶ τὴν Θήραν καὶ Θηρασίαν, καὶ ἐὰν μὲν ᾖ τὰ ἀναστομωθέντα συνεχῶς
4.115.16
ἀναφυσῶντα πῦρ, πηγαί τε πυρὸς καὶ κρατῆρες ὀνομάζονται, οἷά ἐστι τὰ περὶ τὴν αὐτὴν
4.115.17
Λιπάραν τε καὶ Στρογγύλην καὶ Βέσβιον· ἢν δ' αὖ μύσῃ.... οἷον τὸ κατὰ Φιλαδέλφειαν
4.115.18
τὴν ἐν Λυδίᾳ πεδίον καὶ τοὺς πρόποδας τοὺς ἐπὶ Μαζάκοις– οἱονεὶ Καππάδοκας–, καὶ τὸ
4.115.19
ἐπὶ Δικαιαρχίᾳ Ἡφαίστου πεδίον ποτὲ προσαγορευθέν.
4.116.1
Ὅτι τῶν κομητῶν εἴδη κατὰ μὲν τὸν Ἀριστοτέλην ἐννέα· κατὰ δὲ τὸν
4.116.2
Ῥωμαῖον Ἀπουλήϊον δέκα· ἱππίας ξιφίας πωγωνίας δοκίας πίθος λαμπαδίας κομήτης
4.116.3
δισκεὺς τυφὼν κεράστης· καὶ ὁ μὲν ἱππίας ἐκ τοῦ δρόμου καὶ τῆς ὀξύτητος οὕτως
4.116.4
ὠνομάσθη, πλαγίας δὲ καὶ ἀμυδρὰς ἀκτῖνας διαρραίνει· ὁ δὲ ξιφίας δίκην ξίφους ἢ
4.116.5
λόγχης μακρᾶς ἐκτεινόμενος φαίνεται, ὠχρὸς δὲ καὶ νεφελοειδής· ὁ δὲ πωγωνίας τὴν
4.116.6
λοφιὰν οὐ κατὰ κεφαλῆς, ἀλλ' ὑποκάτω διαρραίνει δίκην πώγωνος· ὁ δὲ δοκίας ὅμοιος
4.116.7
ἐγγύς ἐστι τῷ ξιφίᾳ, ἀλλ' οὐκ ὀξείας ἔχει, ἀμβλείας δὲ τὰς ἀρχάς· ὁ δὲ πίθος ἐκ τοῦ
4.116.8
σχήματος· ὁ δὲ λαμπαδίας πυρώδης καὶ δίκην πυρώπιδος λίθου ἢ δένδρου καιομένου
4.116.9
πέφυκε διαλάμπειν· ὁ δὲ κομήτης πλατύς ἐστι τὸ εἶδος καὶ ὥσπερ ἱλαρὸς ἀργυροειδεῖς
4.116.10
τινας πλοκάμους ἕλκων· ὁ δὲ δισκεὺς ἐξ αὐτῆς τῆς προσαγορίας δίκην δίσκου φαίνεται
4.116.11
οὐ λαμπρὸς οὐδὲ ἐρυθρὸς ἀλλ' ὥσπερ ἤλεκτρον· ὁ δὲ τυφὼν πυρώδης καὶ αἱματώδης
4.116.12
φαίνεται καὶ λεπτούς τινας διαρραίνων πλοκάμους· ὁ δὲ κεράστης δίκην σελήνης
4.116.13
κερατοειδής, ὅς, ἡνίκα Ξέρξης κατὰ τῆς Ἀττικῆς ἦλθεν, λέγεται φανῆναι. ὁ δὲ
4.116.14
Πτολεμαῖος ἐν τοῖς πρὸς Σύρον αὐτῷ γραφεῖσι προστίθησι καὶ ἕτερον εἶδος κομήτου
4.116.15
καλούμενον σάλπιγγα, φαίνεται δὲ κατὰ τὸ ἀρκτῷον κλίμα. οἱ δὲ φυσικοί φασιν, ὡς
4.116.16
συνίστανται οἱ κομῆται ἐν τοῖς ὑπὸ σελήνην κόλποις ἀστρώδη τινὰ φύσιν
4.116.17
ἐπιδεικνύμενοι· οὐ γάρ εἰσιν ἀστέρες, ἀλλὰ θρομβώσεις τινὲς ἐξ ἀναθυμιάσεως τῆς γῆς
4.116.18
ἀποτελούμεναι, ὧν ἡ γένεσις μὲν ἐξ ἀέρος τοῦ κατὰ συναφὴν ἐγκαταλαμβανομένου τῷ
4.116.19
αἰθέρι· ὅθεν καὶ ἰσοταχεῖς αὐτῷ μέχρι διαπτώσεως συμπεριφέρονται. καὶ ἡνίκα μὲν τὴν
4.116.20
ῥύσιν ἐπὶ τὸ κάτω φερομένην ἔχων ὁ αἰθὴρ περιληφθείη, πωγωνίαι τε καὶ πίθοι
4.116.21
ἀποτελοῦνται, ἡνίκα δὲ πλαγίως, κομῆται. τάχιον δὲ οἱ πωγωνίαι, πολὺ δὲ καὶ τούτων
4.116.22
τάχιον πίθοι τε καὶ δοκίδες ἐκπίπτουσιν.
4.117.1
Δύο Πᾶνάς φασι. τινὲς δέ φασι τὸν Πᾶνα ἐκ Κρόνου καὶ Ῥέας γενέσθαι,
4.117.2
ἀντὶ τοῦ ἐκ τοῦ νοῦ καὶ τῆς ὑγρᾶς οὐσίας, οἷον τῆς ὑλικῆς ἀπειρίας, τόδε τὸ πᾶν.
4.118.1
Ἀποτρεπόμενος τοῦ κατὰ Περσῶν πολέμου Ἰουλιανὸς ὑπὸ τοῦ Λιβανίου
4.118.2
καὶ ἄλλων πολλῶν οἰωνοσκόπων λέγεται φθέγξασθαι τὸ Ὁμηρικόν· αἰδέομαι Τρῶας
4.118.3
καὶ Τρωάδας ἑλκεσιπέπλους. ὑπερβαλὼν δὲ τὸν Τίγρητα καὶ πολλὰς πόλεις καὶ φρούρια
4.118.4
Περσῶν παραστησάμενος τὸ λοιπὸν ἀφόρητος ἦν τοῖς βαρβάροις· δόλῳ δὲ ὅμως
4.118.5
ἀπόλλυται καὶ παμπληθεί. δύο γὰρ Πέρσαι, ἀκρωτηριάσαντες ἑαυτοὺς ὤτων τε καὶ
4.118.6
μυκτήρων, ἐλθόντες ἀπατῶσι τὸν Ἰουλιανόν, τοιαῦτα πρὸς τοῦ βασιλέως παθεῖν τῶν
4.118.7
Περσῶν ὀδυρόμενοι, δύνασθαι δὲ ὅμως, εἴπερ αὐτοῖς ἕψεται ὁ Ἰουλιανός, ἐπ' αὐτῆς
4.118.8
αὐτὸν Γοργοῦς, τῆς βασιλίδος τῶν Περσῶν, νικῶντα καταστῆσαι. ὁ δὲ τῆς πεπρωμένης
4.118.9
ἐπειγούσης Ζωπύρου τε ἅμα τοῦ Ἡροδοτείου καὶ Σίνωνος τοῦ Βεργιλιανοῦ
4.118.10
ἐπιλελησμένος, τὰς ναῦς καταφλέξας, δι' ὧν τὸν Εὐφράτην παρεφέρετο, ὡς μὴ
4.118.11
δήπουθεν Πέρσαις δοῦναι ἄδειαν τοῦ χρήσασθαι αὐταῖς, μετρίαν τινὰ δαπάνην
4.118.12
κομίζοντος τοῦ στρατοῦ, τοῖς ἀπατῶσιν ἠκολούθησεν· οἱ δὲ εἰς ξηρὰν καὶ ἄνυδρον
4.118.13
ἀγαγόντες αὐτὸν δυσχωρίαν τὸν δόλον ἀπεκάλυψαν, καὶ αὐτοὶ μέν– τί γὰρ ἦν πλέον;–
4.118.14
ἀπώλοντο, ὁ δὲ βασιλεὺς οὐδὲ προελθεῖν ἐπέκεινα οὐδὲ ἀναστρέψαι τὸ λοιπὸν
4.118.15
εὑρίσκων, οἰκτρῶς ἐφθείρετο. ὡς δὲ τὸ πολὺ μέρος τῆς στρατιᾶς διέπεσεν, ἀσθενοῦντι
4.118.16
αὐτῷ ἐπῆλθον οἱ Πέρσαι, ἐλαττωθέντες δὲ καὶ οὕτως αὖθις ἐπιτίθενται μηδὲ δύο
4.118.17
μυριάδας ἔχοντι τῷ πρὶν ἑπτακαίδεκα ἐπαγομένῳ. ὁ δὲ Ἰουλιανὸς ἐμαχέσατο ἄριστα· εἷς
4.118.18
δὲ ἐκ τῆς Περσικῆς φάλαγγος τῶν λεγομένων Σαρακηνῶν, ἐκ τῆς ἁλουργίδος βασιλέα
4.118.19
ὑπολαβὼν ἀνέκραγε πατρίως «μαλχάν» οἱονεὶ βασιλεύς· καὶ ἐπαφεὶς ῥοίζῳ τὴν
4.118.20
λεγομένην ῥομφαίαν διήλασεν αὐτὸν κατὰ τοῦ ἤτρου. τοῦ δὲ Ὀρειβασίου κομίσαντος
4.118.21
αὐτὸν εἰς τὴν παρεμβολὴν καὶ διαθέσθαι τὰ τελευταῖα παραινοῦντος, Ἰουβιανὸν μὲν
4.118.22
αὐτὸς ψηφισάμενος βασιλεύειν ἐτελεύτα.
4.119.1
Οἱ μὲν ἀπὸ μεγάλης ἀρχῆς ῥέοντες ἄνεμοι εἰς δώδεκα μέρη τοῦ ὁρίζοντος
4.119.2
διαιροῦνται, ὧν καὶ ἴσμεν τὰ ὀνόματα ἐν ἄλλοις...., καὶ οἱ μὲν ἀπ' αὐτῶν ἄρκτων καὶ
4.119.3
τοῦ κατ' αὐτὰς πόλου ῥέοντες ἀπαρκτίαι καλοῦνται, οἱ δὲ ἀπὸ δύσεως ἰσημερινῆς
4.119.4
ζέφυροι, οἱ δὲ ἀπὸ τοῦ ἀφανοῦς νότοι, οἱ δὲ ἀπὸ ἀνατολῆς ἰσημερινῆς ἀπηλιῶται· τῶν
4.119.5
δὲ μεταξὺ τῶν εἰρημένων ὁ μὲν προσεχὴς τῷ ἀπαρκτίᾳ καικίας, ὃν ἔνιοι καὶ θρασκίαν
4.119.6
λέγουσιν, ὁ δὲ τῷ ζεφύρῳ ἀργέστης, ὃν οἱ μὲν ὀλυμπίαν, οἱ δὲ ἰάπυγα καλοῦσι· τῶν δὲ
4.119.7
μεταξὺ ζεφύρου καὶ νότου ὁ μὲν προσεχὴς τῷ ζεφύρῳ λίψ, ὁ δὲ τῷ νότῳ λιβόνοτος· τῶν
4.119.8
δὲ μεταξὺ νότου τε καὶ εὔρου ὁ μὲν πλησίον φερόμενος τῷ νότῳ εὐρόνοτος καλεῖται, ὁ
4.119.9
δὲ τῷ ἀπηλιώτῃ εὖρος· ὁμοίως δὲ καὶ ἀπηλιώτου μεταξὺ καὶ ἀπαρκτίου, ὁ μὲν προσεχὴς
4.119.10
τῷ ἀπηλιώτῃ καλεῖται καικίας, ὁ δὲ τῷ ἀπαρκτίᾳ βορέας. τῶν δὲ μὴ ἀπὸ μεγάλης ἀρχῆς
4.119.11
ὁ μὲν ἀπ' ὀλίγης φορᾶς νέφους ἐκνεφίας, ὁ δὲ ἀπὸ κόλπων τινῶν καὶ διασφαγῶν
4.119.12
κολπίας, ὁ δὲ ἀπὸ γῆς καὶ συστροφῆς ἀέρος γνοφίας. αὖραι γὰρ αὗται καὶ ῥύσεις ἀέρων
4.119.13
τυγχάνουσιν οὖσαι, καὶ οὐκ ἀλόγως ἄνεμοι καλοῦνται, ὅτε ἢ ἀπὸ λιμνῶν ἢ ποταμῶν
4.119.14
φέρονται· ὅμοιοι δὲ τούτων εἰσὶ καὶ οἱ ἀπόγειοι, ὅθεν εὐλόγως ἀέρος ἠρεμοῦντος τὸ
4.119.15
κατάστημα καλεῖται νηνεμία.
4.120.1
Κατὰ δὲ τὸν Αὔγουστον μῆνα μαλάχης ἀπέχεσθαι τοῖς γε βουλομένοις
4.120.2
ὑγιαίνειν τὰ ἄρθρα τὸ λόγιον θεσπίζει.
4.121.1
Σεπτέμβριος. Ἀληθῆ λόγον ἐλέγομεν, ὡς ἀρχὴν ἐνιαυτοῦ τὸν Μάρτιον
4.121.2
μῆνα ἔταττον οἱ Ῥωμαῖοι, ὡς ἐκ τῆς τοῦ παρόντος ἡμῖν μῆνός ἐστι λαβεῖν προσηγορίας·
4.121.3
Σεπτέμβριον γὰρ αὐτὸν ὠνόμασαν, οἷον ἕβδομον ἀπὸ τοῦ ἦρος– σέπτεμ γὰρ τὰ ἑπτὰ καὶ
4.121.4
βὲρ τὸ ἔαρ– τουτέστι τοῦ Μαρτίου μηνός, οὗ κατὰ τὴν τετάρτην καὶ εἰκοστὴν ὁ ἥλιος ἐν
4.121.5
κριῷ γενόμενος τοῦ ἦρος δίδωσι τὴν φύσιν ἐνάρχεσθαι. κἄπειτα οὐ δεήσει περὶ τῆς τῶν
4.121.6
ἑπομένων προσηγορίας μακρηγορεῖν· ὄγδοος γὰρ ἀπὸ τῶν Αὐξιφωτίων Ὀκτώβριος, καὶ
4.121.7
Νοέμβριος καὶ Δεκέμβριος ὁμοίως.
4.122.1
Θεῖος ὁ τῆς ἐννάδος ἀριθμὸς ἐκ τριῶν τριάδων πληρούμενος, καὶ τὰς
4.122.2
ἀκρότητας τῆς θεολογίας κατὰ τὴν Χαλδαϊκὴν φιλοσοφίαν, ὥς φησιν ὁ Πορφύριος,
4.122.3
ἀποσώζων .
4.123.1
Τῇ νεομηνίᾳ ὁ Μητρόδωρος λέγει τὴν Ἀνδρομέδαν ἀνίσχειν καὶ τῶν
4.123.2
ἄλλων παυομένων ἀνέμων τὸν εὖρον ἐπικρατεῖν.
4.124.1
Τῇ πρὸ τεσσάρων Νωνῶν Σεπτεμβρίων ἐνίκησεν ὁ Αὔγουστος παρὰ τὸν
4.124.2
Λευκάτην τοὺς Αἰγυπτίους μετὰ Ἀντωνίου καὶ Κλεοπάτρας· καὶ τούτου χάριν τὸν τῆς
4.124.3
λεγομένης ἰνδικτιῶνος κύκλον ἐκ προοιμίων τοῦ Σεπτεμβρίου μηνὸς ἀριθμεῖσθαι
4.124.4
εἰσήγαγεν. ἐν ταύτῃ τῇ ἡμέρᾳ ὁ Δημόκριτος λέγει ἐναλλαγὴν ἀνέμων συμβαίνειν καὶ
4.124.5
βροχῆς ἐπικράτειαν.
4.125.1
Πλείους μὲν αἱ χυμῶν διαφοραὶ κατὰ τὸν Ἀπολλώνιον, γενικαὶ δὲ ἐννέα·
4.125.2
γλυκεῖα πικρὰ ὀξεῖα δριμεῖα βριγχὴ στρυφνὴ βλεννώδης αὐστηρὰ ἁλμυρά. ὅθεν δὴ καὶ
4.125.3
κατὰ τὸν ἔννατον μῆνα τοῦτον περὶ ὑγείας ηὔχοντο οἱ Ῥωμαῖοι. Τῇ πρὸ ὀκτὼ
4.125.4
Εἰδῶν Σεπτεμβρίων Εὔδοξος τὸν ἵππον δύεσθαι καὶ ζέφυρον ἢ ἀργέστην πνεῖν
4.125.5
σημειοῦται .
4.127.1
Ἴσμεν τῇ κράμβῃ ἐμφυόμενον σκώληκα κάμπην ὀνομαζόμενον. οὗτος,
4.127.2
ἀποξηραινομένης τῷ ἔαρι τῆς κράμβης, εἰς σκώληκα πτερωτὸν ὡσὰν μύρμηκα, καὶ
4.127.3
μείζονά πως, πέφυκε μεταβάλλεσθαι, πτερύγων λευκῶν τριγώνων ἀνεχουσῶν αὐτόν,
4.127.4
καὶ περιΐπταται τοῖς κήποις χαμαιζήλῳ καὶ εὐαλώτῳ τῇ πτήσει· ψυχὴν δέ που τὸν
4.127.5
τοιοῦτον σκώληκα καλεῖσθαι συμβαίνει.
4.128.1
Πρὸ δέκα ὀκτὼ Καλενδῶν Ὀκτωβρίων ὁ Δοσίθεος τὸν ἀρκτοῦρον ἀνίσχειν
4.128.2
σημειοῦται. τῇ πρὸ δεκαδύο Καλενδῶν Ὀκτωβρίων ὁ Καῖσαρ τὰς χελιδόνας ἐκδημεῖν
4.128.3
λέγει .
4.128.4
4. 129.... Νικομήδους τοῦ Βιθυνίας τυράννου. Ὅτι πλεονάσαντος μὲν πυρὸς
4.128.5
πυρετὸς γίνεται, ἀφημερινὸς δὲ ἀέρος, τριταῖος δὲ ὕδατος, τεταρταῖος δὲ γῆς. φιλεῖ δὲ
4.128.6
τούτων προκατάρχειν τὸ ῥῖγος. ὁπόταν γὰρ ὑπὸ τοῦ ψυχροῦ– ἐπειδὴ τοῦτο ἴδιον ὕδατός
4.128.7
τε καὶ γῆς– τὰ εἰρημένα ὑγρὰ παχυνθῇ, τηνικαῦτα φερόμενα διὰ τῶν ἀραιωμάτων
4.128.8
ἐξωθεῖν μὲν οὐ δύναται τὰ πυκνότερα, ἐμπεσόντα δὲ ταῖς τούτων ἕδραις σύνωσιν καὶ
4.128.9
θλίψιν ἐργάζεται, μέχρις ἂν ὑπὸ τοῦ πυρὸς ἐπειγόμενα τμηθέντα διαχυθῇ, ὅπερ ἀναγ
4.128.10
καίως κλόνον τινὰ καὶ σεισμὸν ἐμποιεῖ, ὃ δὴ πάθος τρόμος καὶ ψῦχος ὀνομάζεται.
4.131.1
Ὅτι Ῥωμαῖοι μετὰ τὸ νικῆσαι τοὺς Ἄφρουςκαὶ τὰ ἐκεῖθεν θηρία ἐπὶ τῆς
4.131.2
Ῥώμης ἐκόμιζον καὶ ἐπὶ τῆς ἄμμου ἐφόνευον, ὡς μηδὲ τὰ ἐκ τῆς χώρας ἐκείνης θηρία
4.131.3
ἀδούλωτα μείνῃ. Ὅτι τὴν ἱσταμένην ἐν τῷ Βυζαντίῳ στήλην τῆς Τύχης Πομπήϊος
4.131.4
ὁ Μέγας ἔστησεν· ἐνταῦθα γὰρ τὸν Μιθριδάτην συγκλείσας μετὰ τῶν Γότθων καὶ
4.131.5
τούτους διασκεδάσας τὸ Βυζάντιον εἷλε. καὶ μαρτυρεῖ τὸ ἐπὶ τῆς σπείρας τοῦ κίονος
4.131.6
ἐπίγραμμα Λατίνοις γράμμασιν, ὃ δηλοῖ τάδε· Τῇ Τύχῃ τῇ ἐπανασωστικῇ διὰ τοὺς
4.131.7
νικηθέντας Γότθους. ὁ δὲ τόπος ὕστερον καπηλεῖον ἐγένετο. οἱ Γότθοι Γέται.... οἱ
4.131.8
δὲ ἰδιῶται δέλφακά φασιν αὐτόν.
4.134.1
Τὸ δὲ λόγιον ἀνὰ πάντα τὸν Σεπτέμβριον μῆνα γαλακτοποτεῖν ὑπὲρ ὑγείας
4.134.2
παρεγγυᾷ. Ὀκτώβριος. Τὸν Ὀκτώβριον Μακεδόνιοι πρῶτον ἔχουσι μῆνα, οἱ δὲ
4.134.3
Ῥωμαῖοι ὄγδοον ἀπὸ τοῦ ἔαρος, ὅθεν καὶ Ὀκτώβριον αὐτὸν ὀνομάζουσιν ἀντὶ τοῦ
4.134.4
ὄγδοον. Σεμεντίλιος δὲ οὗτος πρότερον ἐκαλεῖτο ἀπὸ τοῦ σπόρου– οὕτω γὰρ Ῥωμαῖοι
4.134.5
τὸν σπόρον καλοῦσι. Καλέν δαις Ὀκτωβρίαις οἱ ἱερεῖς ἐθέσπιζον τῷ δήμῳ, μὴ χρῆναι
4.134.6
προσέχειν τοῖς ὀνείροις διὰ τὰς ἐκ τῆς ὑγρᾶς ὀγκώσεως τῶν τοῦ φθινοπώρου καρπῶν
4.134.7
φαντασίας· ἀπὸ δὲ τῶν Αὐξιφωτίων ἤγουν τοῦ Ἰανουαρίου ὡς μάλιστα προσέχειν κατὰ
4.134.8
τὸ δοκοῦν Ἡροφίλῳ, ὃς καὶ θεοπέμπτους ἐνέκρινε τοὺς ὀνείρους, ὁ δὲ Δημόκριτος κατὰ
4.134.9
τὰς παραστάσεις τῶν εἰδώλων. Καλένδαις Ὀκτωβρίαις φησὶν ὁ Βάρρων τὰς Πλειάδας
4.134.10
ἀπὸ ἀνατολῶν ἀνίσχειν. ἐδόκει δὲ τὸν ὅλον μῆνα πρασοφαγεῖν τοῖς Ῥωμαίοις ἐξ
4.134.11
ἀρχαίας τινὸς παραδόσεως πρὸς ἀποφυγὴν ἀρθρίτιδος νόσου.
4.136.1
Τῇ πρὸ ἓξ Νωνῶν Ὀκτωβρίων Εὔδοξος περὶ τὴν ἑσπέραν βροχὴν ἔσεσθαι
4.136.2
ὑπολαμβάνει .
4.137.1
Ἐπὶ δὲ τῶν εἰς γῆν βαλλομένων σπερμάτων ἦν τις δύναμις, ἣν ὁ ἥλιος περὶ
4.137.2
τὸ κάτω ἡμισφαίριον ἰὼν ἕλκει κατὰ τὰς χειμερίους τροπάς, Κόρη μὲν ἡ δύναμις ἡ
4.137.3
σπερματοῦχος, Πλούτων δὲ ὁ ὑπὸ γῆν ἥλιος, ὃς ἁρπάζειν λέγεται τὴν Κόρην, ἣν ζητεῖ ἡ
4.137.4
Δημήτηρ κρυπτομένην ὑπὸ γῆς. ἐν Αἴτνῃ δὲ τῆς Σικελίας τὴν ἁρπαγὴν μυθολογοῦσι τῆς
4.137.5
Κόρης· ἐκεῖ γὰρ λέγεται πρῶτον σίτου σπέρμα καταβληθῆναι.
4.138.1
Τῇ πέμπτῃ τοῦ Ὀκτωβρίου μηνὸς οἱ ῥεγεωνάρχαι καὶ σεβαστοφόροι
4.138.2
ἐχόρευον ἐν τῷ Γουστείῳ, οἷον ἐν τῷ ὀψοπωλείῳ, εἰς τιμὴν Τιβερίου· τὸν δὲ τοιοῦτον
4.138.3
τόπον νῦν οἱ ἰδιῶται Αὐγουστεῖον καλοῦσιν. εἰς τὸ ἄσκεπον τῆς Δάφνης εἰς τὴν μικρὰν
4.138.4
αὐλὴν Κωνσταντῖνος ὁ Μέγας ἔστησε στήλην τῆς ἑαυτοῦ μητρός, ἐξ ἧς ὠνόμασε τὸν
4.138.5
τόπον Αὐγουστεῖον. Τῇ πρὸ μιᾶς Νωνῶν Ὀκτωβρίων ὁ Δημόκριτος τοὺς ἐρίφους
4.138.6
ἀνίσχειν καὶ βορρᾶν πνεῖν διϊσχυρίζεται, ὁ δὲ Εὔδοξος δύεσθαι τὸ μέσον τοῦ κριοῦ λέγει.
4.138.7
Νώναις Ὀκτωβρίαις ὁ Βάρρων ἐν ἑσπέρᾳ τὰς Πλειάδας ἀνίσχειν καὶ ζέφυρον πνεῖν, εἶτα
4.138.8
καὶ λίβα προλέγει. Περὶ τοῦ δουρείου ἵππου ὁ Εὐφορίων φησὶν πλοῖον γενέσθαι
4.138.9
τοῖς Ἕλλησιν Ἵππον λεγόμενον· ἕτεροι δέ φασιν πύλην γενέσθαι οὕτω
4.138.10
προσαγορευομένην ἐν τῇ Τροίᾳ, δι' ἧς εἰσῆλθον οἱ Ἕλληνες.
4.141.1
Τῇ πρὸ μιᾶς Εἰδῶν Ὀκτωβρίων ὁ Εὐκτήμων τὸ μεσαίτατον τοῦ
4.141.2
φθινοπώρου εἶναι νομίζει. τῇ πρὸ δεκαπέντε Καλενδῶν Νοεμβρίων ἥλιος ἐν σκορπίῳ
4.141.3
γίνεται, ὡς Κάλλιππός φησι. τῇ πρὸ δεκατεσσάρων Καλενδῶν Νοεμβρίων ὁ
4.141.4
Μητρόδωρος τὰς ὑάδας ἐν ἑσπέρᾳ ἀνίσχειν λέγει καὶ ἄνεμον βίαιον.
4.142.1
Ἀσκληπιοὶ τρεῖς λέγονται γενέσθαι· πρῶτος Ἀπόλλωνος τοῦ Ἡφαίστου, ὃς
4.142.2
ἐξεῦρε μήλην· δεύτερος Ἰσχύος τοῦ Ἐλάτου καὶ Κορωνίδος, ὃς ἐν τοῖς Κυνοσουρίδος
4.142.3
ὁρίοις ἐτάφη· τρίτος Ἀρσίππου καὶ Ἀρσινόης τῆς Λευκίππου· οὗτος εὗρε τομὴν καὶ
4.142.4
ὀδοντάγραν, καὶ τάφος αὐτῷ ἐν Ἀρκαδίᾳ· οἱ δὲ ἀστρονόμοι αὐτόν φασιν εἶναι τὸν
4.142.5
ὀφιοῦχον τὸν ἐπὶ τοῦ σκορπίου ἑστῶτα.
4.143.1
Τῇ πρὸ μιᾶς Καλενδῶν Νοεμβρίων ὁ Βάρρων τὴν λύραν ἅμα ἡλίῳ ἀνίσχειν
4.143.2
λέγει. Νοέμβριος. Κίγκιος ἐν τῷ περὶ ἑορτῶν λέγει, τὸν Νοέμβριον παρὰ τοῖς
4.143.3
παλαιοῖς Μερκηδῖνον ὀνομασθῆναι ὡσανεὶ μισθοφόρον· ἐν αὐτῷ γὰρ τοῖς κτήτορσιν οἱ
4.143.4
μισθωτοὶ τὰς προσόδους εἰσέφερον τοῦ παρελθόντος κύκλου, ἑτέρων καρπῶν αὖθις
4.143.5
ἐπερχομένων. Νοέμ βριος δὲ ὕστερον ὠνομάσθη ἐκ τοῦ ἀριθμοῦ· ἔννατος γὰρ ἐκ τοῦ
4.143.6
Μαρτίου. Ὅτι χρησμὸς ἐκ τῶν Σιβυλλείων ἐδήλου, μέχρι τότε Ῥωμαίοις
4.143.7
φυλάττεσθαι τὴν βασιλείαν, ἄχρις ἂν τῶν ἀγαλμάτων τῆς πόλεως φροντίζωσιν· ὃς δὴ
4.143.8
χρησμὸς καὶ πεπέρασται· τοῦ γὰρ Ἀβίτου πύματον βασιλεύσαντος τῆς Ῥώμης καὶ
4.143.9
ἀγάλματα χωνεῦσαι τολμήσαντος, πόρρω τῆς Ἰταλίας ἡ βασιλεία.
4.146.1
Ὅτι Κόλχοι οἱ καὶ Λαζοὶ λεγόμενοί εἰσιν οἱ Ἀλαϊνοί.
4.147.1
Ὅτι Μάριος ὁ μέγας πολεμῶν Κίμβροις καὶ Τεύτοσι κατ' ὄναρ εἶδε
4.147.2
κρατῆσαι τῶν πολεμίων, εἰ τὴν ἑαυτοῦ θυγατέρα θύσει ἀποτροπαίοις· καὶ προκρίνας τῆς
4.147.3
φύσεως τοὺς πολίτας τοῦτο ἐποίησε καὶ τῶν πολεμίων ἐκράτησεν. Ἐρεχθεὺς δὲ ὁ τῆς
4.147.4
Ἀττικῆς προϊστάμενος οὐκ ὀνείρῳ ἀλλὰ χρησμῷ πεισθεὶς τοῦτο ἔπραξε καὶ νενίκηκε
4.147.5
τοὺς ἐχθρούς.... παρθένος τῆς δαίμονος τὸ φιλάνθρωπον..... τὴν ὀφ.... πᾶσαν κατοικίαν
4.147.6
παρῆλθε καὶ τοῖς............. διήγειρεν, ὡς ὁ Ῥωμαῖος Βάρρων. ὅμοια καὶ Λακεδαιμονίοις
4.147.7
γενέσθαι λόγος..................... Ἀριστείδης, ὃς ἐν τῇ πε.......... φησίν· ἡνίκα.... οὗτος ὁ
4.147.8
λοιμὸς κατεῖχε Λακεδαίμονα, πολλῶν ἀπολλυμένων ἔχρησεν ὁ Πύθιος παύσεσθαι τὴν
4.147.9
νόσον, ἐὰν κατ' ἐνιαυτὸν θεοῖς ἀποτροπαίοις ἡβῶσά τις καὶ εὐγενὴς σφαγιασθῇ
4.147.10
παρθένος. τῆς δὲ ἀνόμου δεισιδαιμονίας κατὰ πᾶν φθινόπωρον τελουμένης συνέπεσέ
4.147.11
ποτε λαχεῖν τὴν Ἑλένην, Τυνδάρεως δὲ τὴν θυγατέρα ἐστεφανωμένην τοῖς βωμοῖς
4.147.12
προσήγαγε· καταρχομένου δὲ αὐτοῦ τῆς ἀνόμου θυσίας, ἀετὸς καταπτὰς ἥρπασε τοῦ
4.147.13
βασιλέως τὸ ξίφος καὶ παρά τινα λευκὴν δάμαλιν ἀφῆκεν. οἱ δὲ δορυφόροι κατόπιν
4.147.14
ἀκολουθήσαντες καὶ αὐτόπται γενόμενοι τοῦ συμβάντος, τὴν βοῦν πρὸς Τυνδάρεων
4.147.15
ἤγαγον· ὁ δὲ θαυμάσας τὴν πρόνοιαν τῆς μὲν ἀνθρωποκτόνου συνηθείας ἐπαύσατο, τὴν
4.147.16
δὲ δάμαλιν θύσας τοῦ λοιμικοῦ πάθους ἀπηλλάττετο. Τῇ πρὸ τεσσάρων καὶ τριῶν
4.147.17
Νωνῶν Νοεμβρίων ἐν τῷ ναῷ τῆς Ἴσιδος συμπέρασμα τῶν ἑορτῶν· ἐπετελεῖτο δὲ καὶ ὁ
4.147.18
λεγόμενος Δρεπαν...· καθ' ἣν ἑορτὴν ὁ Μητρόδωρος νότον φυσῆσαι λέγει. ἀλουτεῖν δὲ
4.147.19
μέχρι πέρατος ἐδόκει τῷ πλήθει, ὡς λόγος, πρὸς ἀποφυγὴν νόσου. τῇ πρὸ ὀκτὼ εἰδῶν
4.147.20
Νοεμβρίων τιμαὶ παρὰ τῶν γυναικῶν ἐπετελοῦντο Δήμητρος καὶ Εἰλειθυίας· Εἰλείθυια
4.147.21
δέ ἐστιν ἡ τῶν τικτουσῶν ἔφορος· πω.... ν, ὥς φησι Πλούταρχος.. οίως ἑαυτὴν δ..... σειε·
4.147.22
τοιαύτην δὲ ἐν τῷ πάθει καὶ τὴν Ἄρτεμιν ταῖς κυούσαις εἶναί φασιν. Ἄρτεμις δὲ κατὰ
4.147.23
τὸν ἀριθμητικὸν λόγον ἐστὶν ἡ τὴν εἰς τὸ ἄρτιον ἰοῦσαν γένεσιν καὶ εἰς τοῦτο προβῆναι
4.147.24
σπεύδουσαν ἐκβαλλομένη· διὸ δὴ καὶ μυθεύεται τὸν Ἀπόλλωνα παρὰ τῆς Λητοῦς
4.147.25
τικτόμενον..... δειχθέντος αὐτοῦ, αὕτη τὴν μητέρα μαιευομένη δει............. πρὸς τὸν
4.147.26
αὐτὸν προκα............................. ἑαυτήν τε καὶ τὸν Ἀπόλλωνα...................................... ν
4.147.27
μετε . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
4.149.1
Τῇ
4.149.2
πρὸ
4.149.3
ἑπτὰ
4.149.4
Εἰδῶν
4.149.5
Νοεμβρίων
4.149.6
. . . . . . . . .
4.149.7
................ δεκα............... δ.................................... των κ.. το.............................. ιον λέγεται
4.149.8
ὑποβάλλεσθαι κ................... σα κατὰ τὸν Αἰγύπτιον Ἑρμῆν, ὃς ἐν τῷ λεγομένῳ τελείῳ
4.149.9
λόγῳ φησὶν οὕτως· «αἱ δὲ παραβᾶσαι ψυχαὶ τὸν τῆς εὐσεβείας κανόνα, ἐπὰν
4.149.10
ἀπαλλαγῶσι τοῦ σώματος, παραδίδονται τοῖς δαίμοσι καὶ φέρονται κατὰ τοῦ ἀέρος
4.149.11
σφενδονούμεναι καὶ κατὰ τὰς πυρώδεις καὶ χαλαζώδεις ζώνας, ἃς οἱ ποιηταὶ
4.149.12
Πυριφλεγέθοντα καὶ Τάρταρον καλοῦσιν.» καὶ ὁ μὲν Ἑρμῆς περὶ μόνου τοῦ καθαρμοῦ
4.149.13
τῶν ψυχῶν, ὁ δὲ Ἰάμβλιχος ἐν τῷ πρώτῳ τῆς περὶ καθόδου ψυχῆς πραγματείας καὶ τῆς
4.149.14
ἀποκαταστάσεως αὐτῶν μέμνηται, τὸν ὑπὲρ σελήνης ἄχρις ἡλίου χῶρον τῷ Ἅιδῃ
4.149.15
διδούς, παρ' ᾧ φησι καὶ τὰς ἐκκεκαθαρμένας ἑστάναι ψυχάς, καὶ αὐτὸν μὲν εἶναι τὸν
4.149.16
Πλούτωνα, Περσεφόνην δὲ τὴν σελήνην. ταῦτα μὲν οἱ φιλόσοφοι· τῆς δὲ ἑορτῆς τὰ ἱερὰ
4.149.17
εὐλογίαις ἐπετελοῦντο ἐπὶ τῷ ἀσβέστῳ πυρὶ τῆς Ἑστίας, περὶ οὗ Πορφύριος οὕτως φησί·
4.149.18
«ταύτῃ τοὺς φαινομένους οὐρανίους θεοὺς τῇ θυσίᾳ δεξιούμενοι, καὶ διὰ τοῦ πυρὸς
4.149.19
αὐτοῖς ἀπαθανατίζοντες τὰς τιμὰς καὶ πῦρ ἐν τοῖς ἱεροῖς ἐφύλαττον αὐτοῖς ἀθάνατον,
4.149.20
ὡς ὃν μάλιστα αὐτοῖς ὁμοιότατον.» ἐκ ταύτης τῆς ἡμέρας Εὔδοξος χειμῶνα λέγει.
4.150.1
Τῇ δὲ ἐπιούσῃ μνήμη Ῥέμου καὶ Ῥωμύλου· ὅτε Ἀμούλιος πρὸς Νομίτορα
4.150.2
τυραννικῶς διακείμενος τὸν μὲν υἱὸν αὐτοῦ ἀνεῖλε, τὴν δὲ θυγατέρα ἱερατεύειν
4.150.3
προσέταξε· τῆς δὲ τεκούσης, ὡς λέγουσιν, ἐξ Ἄρεος, δείσας αὐτὸς καταποντωθῆναι
4.150.4
προσέταξε τὰ βρέφη· τῶν δὲ δορυφόρων παρὰ τὰς ὄχθας τοῦ Θύβριδος ἐκθεμένων αὐτά,
4.150.5
λύκαινα προσελθοῦσα τὰς θηλὰς αὐτοῖς προσένειμε· ποιμὴν δὲ τοῦτο θεασάμενος
4.150.6
ἀνέλαβε τοὺς παῖδας καὶ ὡς ἰδίους ἀνέθρεψεν, οἳ καὶ κτίζουσι τὴν Ῥώμην. ταὐτὸν καὶ
4.150.7
παρὰ Ζωπύρῳ τῷ Βυζαντίῳ...
4.151.1
Ἀπὸ δὲ τῆς πεντεκαιδεκάτης τοῦ Νοεμβρίου μέχρις ὅλου τοῦ Δεκεμβρίου
4.151.2
ἤργουν οἱ Ῥωμαῖοι, ἐν μόναις εὐωχίαις ἐνασχολούμενοι διὰ τὴν βραχύτητα τῶν
4.151.3
ἡμερῶν .
4.152.1
Τῇ πρὸ ἑπτὰ Καλενδῶν Δεκεμβρίων ὁ Δημόκριτος λέγει τὸν ἥλιον ἐν
4.152.2
τοξότῃ γίνεσθαι. φάβα Ῥωμαίοις τὸ ἔτνος ἐδόκει καλεῖν, ἀπὸ τοῦ ζεφύρου, οὗ
4.152.3
καταρχομένου πνεῖν πρῶτος πέφυκεν ὁ τοιοῦτος βλαστάνειν καρπός· φαβώνιος δὲ κατ'
4.152.4
αὐτοὺς ὁ ζέφυρος καλεῖται· ὅθεν καὶ Ζεφυρίτης ὁ Μάρτιος, ὥσπερ Μονίας ὁ Ἰανουάριος
4.152.5
ἀπὸ τῆς μονάδος, καὶ Σεμεντίλιος ὁ Ὀκτώβριος ἀπὸ τοῦ σπόρου, ὡς ἡ παλαιότης
4.152.6
παραδέδωκεν. ὅτι ὁ παρὰ τοῦ Νουμᾶ τεθεὶς ἐνιαυτὸς ἀπὸ τοῦ Ἰανουαρίου ἄρχεται, ὁ δὲ
4.152.7
παρὰ τοῦ Ῥωμύλου ἀπὸ τοῦ Μαρτίου. συμφωνεῖ δὲ ἡ παρὰ τοῦ Νουμᾶ χρονικὴ ἀρχὴ τῇ
4.152.8
παρὰ τοῦ Ῥωμύλου ἄντικρυς ἀρχῇ· καὶ γὰρ ὁ Ῥωμύλος ἐκ τοῦ ἔαρος ἀρχὴν ἔλαβεν,
4.152.9
ἀλλὰ τὸν Ἄρεος μῆνα παρεφύλαξε, καὶ Νουμᾶς δὲ ὅλως ἐπιτηρήσας ἥλιον μεσάζοντα
4.152.10
τὸν αἰγόκερων δοκεῖ συμφέρεσθαι τῷ Ῥωμύλῳ· ὕψωμα γὰρ Ἄρεος ὁ αἰγόκερως.
4.153.1
Δεκέμβριος. Ὁ Δεκέμβριος ὡς δέκατος καὶ αὐτὸς ἀπὸ τοῦ Μαρτίου οὕτω
4.153.2
προσηγορεύθη .
4.153.3
4. 154.......... ος ἁρμονίας διειλημμένης................ ους φρ........ πάντα καὶ
4.153.4
φρουρεῖται.......................... τὸ Φαέθοντος πάθος καὶ τὰ ἐπὶ Δευκαλίωνος τοῦ ὕδατος
4.153.5
δράματα ἰδέαν τινὰ αἰνίττεται τῶν ἐπὶ τοῖς ὅλοις δεδογμένων παθῶν. οἱ δὲ Φοίνικες
4.153.6
κατὰ τὸν τῆς ὁμωνυμίας τρόπον, εἴτε κατά τινα ἀλληγορίαν ἄλλως πως περὶ Κρόνου
4.153.7
ἔχουσιν, ὡς ἐκ τῆς δευτέρας τῶν Φοινικικῶν τοῦ Ἑρεννίου Φίλωνος ἔστι λαβεῖν. καὶ
4.153.8
βασιλεῦσαι δὲ αὐτὸν ἡ ἱστορία παραδίδωσιν, ὡς ἔμπροσθεν ἀφηγησάμην, κατά τε τὴν
4.153.9
Λιβύην καὶ Σικελίαν καὶ τοὺς ἑσπερίους τόπους καὶ πόλιν κτίσαι, ὡς ὁ Χάραξ φησί, τὴν
4.153.10
τότε μὲν λεγομένην Κρονίαν, νῦν δὲ Ἱερὰν πόλιν, ὡς Ἰσίγονος περὶ Παλικῶν θεῶν καὶ
4.153.11
Πολέμων καὶ Αἰσχύλος ἐν τῇ Αἴτνῃ παραδιδόασιν ἢ ὡς πᾶσα ἡ ἱστορία κατὰ τὸν
4.153.12
Εὐήμερον ποικίλλεται, σοφῶς τὴν τῶν λεγομένων θεῶν ὑπογράφουσα θεωρίαν..............
4.153.13
ἀποκρύπτει· τ...... ον.. τοδαπ. εσοντα θεῖα· ὥστε καὶ καλῶς ὁ Π......... ἐν τῷ περὶ Διονύσου
4.153.14
φησί, τοὺς δικαίους τῶν βασιλέων καὶ ἱερέων ταῖς ἴσαις τιμαῖς μὲν ὑπ' αὐτῶν τῶν θεῶν
4.153.15
καὶ προσηγορίαις τιμηθῆναι καὶ ταύτῃ μὲν θεοὺς κληθῆναι μυθικῶς, τὴν δὲ ἱστορίαν
4.153.16
πεπλασμένως παραδεδόσθαι. εἰσὶ δὲ οἵ φασι τὸν Κρόνον ἢ κατὰ ἀντιστοίχειαν τὸν
4.153.17
Χρόνον Οὐρανοῦ εἶναι παῖδα· καὶ γὰρ ἐκ τῆς οὐρανοῦ κινήσεως ὁ χρόνος. ἐν δὲ τῷ κατ'
4.153.18
αὐτὸν ἱερῷ, ὥς φησι Φύλαρχος ἐν τῇ ἑπτακαιδεκάτῃ καὶ Μένανδρος γε τῇ πρώτῃ, οὔτε
4.153.19
γυνὴ οὔτε κύων οὔτε μυῖα εἰσῄει. τοιαῦτα μὲν οὖν τοῖς ἔξωθεν εἴρηται· ὁ δὲ ἱερὸς
4.153.20
λόγος– αὐτοῖς γὰρ τοῖς τοῦ μεγάλου Πρόκλου χρησόμεθα ῥήμασι– πρὸς λέξιν οὕτως
4.153.21
λέγει· «ὁ δὲ δὴ Κρόνος τέταρτος ὢν καὶ βίᾳ δέχεται τὸ τοῦ πατρὸς σκῆπτρον καὶ
4.153.22
παραδίδωσι τῷ παιδὶ βιασθείς, κατὰ τὸ τοῦ μύθου πρόσχημα· τὸ δὲ αἴτιον τῆς τοιαύτης
4.153.23
διασκευῆς οἱ μυθικοὶ δοκοῦσιν ἀπὸ τῆς ἰδιότητος τοῦ θεοῦ λαβεῖν· ἐπειδὴ γὰρ τῆς
4.153.24
Τιτανικῆς ἡγεῖται διακοσμήσεως παρὰ τὸ διαιρετικὸν καὶ τῶν νοερῶν τὸ ἀκρότατον, ἐν
4.153.25
οἷς ἑτερότης ἐξέλαμψε· διὰ δὲ ταῦτα καὶ λαμβάνειν αὐτόν φασι καὶ διδόναι τὴν
4.153.26
βασιλείαν, οἷον μαχητικῶς καὶ βιαίως τὴν δύναμιν τὴν ἐρίζουσαν τὰ δεύτερα τοῖς
4.153.27
πρώτοις ἐπάγειν. δυσμενὲς γὰρ ὄντως ἐστὶ καὶ δυσκοινώνητον τὸ τῆς ἑτερότητος γένος,
4.153.28
ὡς ὁ Πλάτωνος λόγος· ὅθεν δὴ καὶ διακρίνειν λέγεται ἑαυτὸν ὁ υἱὸς τοῦ πατρός, καὶ
4.153.29
καταλαμβάνειν αὖθις τὴν ἀρχὴν ὁ υἱὸς, τὴν πρὸς ἑκάτερον ὁμόνοιαν διὰ τὴν ἰδιότητα
4.153.30
τὴν Τιτανικὴν καταβιασάμενος.» τοιαῦτα μὲν καὶ αὐτὸς ἐπὶ τῆς τῶν ἱερῶν μύθων
4.153.31
ἀναπτύξεως. κατὰ δὲ τὴν νεομηνίαν τοῦ μηνὸς ἀπέχοντες κράμβης ηὔχοντο Ποσειδῶνι
4.153.32
καὶ Ἀφροδίτῃ καὶ Ἀμφιτρίτῃ, προσέτι δὲ αἱ δυνάμεις τῷ Κρόνῳ ὑπὲρ τοῦ ἐσομένου
4.153.33
χειμῶνος· ὁμοίως δὲ καὶ Τύχῃ ἐφόρῳ, Σωφροσύνῃ καὶ Ἔρωτι, ὃν οἱ μυθικοὶ Ζεφύρου
4.153.34
τοῦ γίγαντος εἶναι παῖδα ἀξιοῦσιν, ὥς φησιν Εὔρυτος ὁ Λακεδαιμόνιος ὁ μελοποιός·
4.153.35
ἄρχεται δὲ οὕτως· «ἀγαλμοειδὲς Ἔρως»· ὁ δὲ Πλάτων ἐν συμποσίῳ φησὶν τοῖς τῆς
4.153.36
Ἀφροδίτης γενεθλίοις τὴν Πενίαν προσαιτοῦσαν ἀνελθεῖν καὶ λάθρᾳ τῷ Πόρῳ
4.153.37
μεθυσθέντι τοῦ νέκταρος ἐπιβουλεῦσαι, καὶ οὕτως κυηθῆναι τὸν Ἔρωτα· ὅθεν Μωυσῆς
4.153.38
ὁ πολὺς περὶ τῆς ἀνθρωπογονίας ἀλληγορεῖ. κατὰ ταύτην τὴν ἡμέραν δύεσθαι τὰς
4.153.39
ὑάδας καὶ τὸ λοιπὸν χειμῶνα ὁ Βάρρων λέγει.
4.155.1
Κατὰ δὲ τὴν ἑξῆς ὁ Εὔδοξος τὸν τοξότην ἀνίσχειν καὶ χειμῶνα προλέγει·
4.155.2
ἐπετέλουν δὲ καὶ ἑορτὴν λεγομένην Ἀγωνάλια δαφνηφόρῳ καὶ γενάρχῃ Ἡλίῳ, ὥσπερ
4.155.3
Ἀθήνησιν ἡ ἐπὶ τοῖς δαφνηφορίοις τελετή. ἐν ταύτῃ καὶ ἡ λεγομένη παρ' αὐτῶν
4.155.4
Σεπτιμούνδιος ἑορτὴ ἐπετελεῖτο, τουτέστιν ἡ περίοδος τῆς πόλεως, ὅτι ἐπὶ ἑπτὰ λόφους
4.155.5
τὰ τείχη τῆς Ῥώμης ἐκτέταται. ὀνόματα δὲ τούτων· Παλάτιον Ἐσκύλιον Ταρπήϊον
4.155.6
Ἀβεντῖνον Τιβούρτιον Πραινέστιον Βιμινάλιον. παρὰ δὲ τοῖς ἀρχαίοις ἑτέρως οὕτως·
4.155.7
Ἀβεντῖνος Καίλιος Ἐσκύλιος Καπιτωλῖνος Βελινήνσιος Κυρινάλιος Παλατῖνος. Τῇ
4.155.8
πρὸ τριῶν Νωνῶν Δεκεμβρίων ἡμέρα ἄπρακτος, καθ' ἣν ὁ Εὐκτήμων τὸν κύνα δύεσθαι
4.155.9
καὶ τὸν χειμῶνα ἐνάρχεσθαι λέγει. καὶ ἤγετο ἱπποδρομία, καθ' ἣν ἀπευκ..... Οἱ
4.155.10
διπούνδιοι οἱονεὶ νεοστράτευτοι, οὓς καὶ τίρωνας ἀπὸ τοῦ στρατεύεσθαι δι' ἔνδειαν
4.155.11
τροφῆς Ἰταλοὶ καλοῦσι. διπουνδίους δὲ αὐτοὺς ἐκάλουν ἀπὸ τῶν ἄρτι παραγγελέντων
4.155.12
ἐν στρατείᾳ· οὐ γὰρ..... διπουνδίους δὲ αὐτοὺς ἐκάλουν ἐκ τοῦ δύο μόνοις νομίσμασιν
4.155.13
ἀρκουμένους ὑπομένειν στρατεύεσθαι· διπούνδιον γὰρ τὸ διόβολον Ῥωμαίοις ἔθος
4.155.14
καλεῖν. Ἔθος ἦν τοῖς Ῥωμαίοις εἰς τρία διατάττειν αὐτῶν τὴν πολιτείαν καὶ τοὺς
4.155.15
μὲν ἐπιτηδείους τοῖς ὅπλοις ἀφορίζειν, τοὺς δὲ τῇ γεωργίᾳ, τοὺς δὲ τοῖς κυνηγεσίοις.
4.155.16
τούτων δὲ πέρας ἄγει ἡ τοῦ χειμῶνος ὥρα· ἐν αὐτῇ γὰρ οὔτε ἐνοπλίζονται οὔτε
4.155.17
γεωργοῦσι διὰ τὸ τῆς ὥρας ψῦχος καὶ τὸ τῆς ἡμέρας βραχύ· ὅθεν καὶ βροῦμαν αὐτὴν
4.155.18
πατρίως ὠνόμασαν, οἱονεὶ βραχὺ ἦμαρ· Βρουμάλια δὲ οἱονεὶ χειμεριναὶ ἑορταί.
4.155.19
ἀργοῦντες οὖν τὸ τηνικάδε οἱ Ῥωμαῖοι μέχρι τῶν Αὐξιφωτίων ἐπὶ τῶν νυκτῶν
4.155.20
χαιρετίζοντες ἐπευφήμουν ἀλλήλους, τῇ πατρίῳ φωνῇ λέγοντες «βίβες ἄννους» οἷον
4.155.21
«ζῆθι εἰς χρόνους.» οἱ δὲ γεωργικοὶ πρὸς θεράπειαν Κρόνου καὶ Δήμητρος ἔσφαττον
4.155.22
χοίρους· ὅθεν καὶ νῦν φυλάττεται κατὰ τὸν Δεκέμβριον ἡ χοιροσφαγία. ἔσφαζον δὲ οἱ
4.155.23
ἀμπελουργοὶ τράγους εἰς τιμὴν τοῦ Διονύσου· ὁ γὰρ τράγος πολέμιος τῆς ἀμπέλου· καὶ
4.155.24
ἐκδέροντες αὐτοὺς τοὺς ἀσκοὺς πληροῦντες πνεύματος ἐφήλλοντο αὐτοῖς. οἱ δὲ
4.155.25
πολιτικοὶ καὶ τὰς ἀπαρχὰς τῶν συγκλεισθέντων καρπῶν, οἶνον καὶ ἔλαιον, σῖτον καὶ
4.155.26
μέλι καὶ πάντα τὰ ἀπὸ δένδρων ὅσα διαμένουσι καὶ σώζονται, ἐποίουν ἄρτους ἄνευ
4.155.27
ὕδατος καὶ ταῦτα προσῆγον τοῖς ἱερεῦσι τῆς Μητρός· φυλάττεται δὲ ἡ τοιαύτη συνήθεια
4.155.28
ἔτι καὶ νῦν καὶ κατὰ τὸν Νοέμβριον καὶ Δεκέμβριον ἄχρι τῶν αὐξιφωτίων
4.155.29
προσφέρουσιν αὐτὰ τοῖς ἱερεῦσιν. τὸ γὰρ κατ' ὄνομα χαιρετίζειν ἐν τοῖς Βρουμαλίοις
4.155.30
νεωτερόν ἐστι· τὸ δὲ ἀληθέστερον, ἐξ οὗ καὶ ἡ ἐκκλησία ἀποτρέπεται αὐτά, Κρονίας
4.155.31
ἑορτὰς αὐτὰς λέγουσιν. ἐν νυκτὶ δὲ γίνονται, ὅτι ἐν σκότει ἐστὶν ὁ Κρόνος ὡς
4.155.32
ταρταρωθεὶς ὑπὸ τοῦ Διός, αἰνίττονται δὲ τὸν σῖτον ἀπὸ τοῦ ἐν τῇ γῇ σπαρῆναι καὶ τὸ
4.155.33
λοιπὸν μὴ φαινομένου. τοῦτο δέ ἐστιν ἀληθέστερον ὡς εἴρηται, ὅτι νυκτιπόρος ἡ περὶ
4.155.34
αὐτὰ σπουδή, ὥστε λοιπὸν κατὰ τὸ ἀληθὲς τῶν καταχθονίων δαιμόνων εἰσὶν ἑορταὶ τὰ
4.155.35
Βρουμάλια .
4.159.1
Ὅτι οἱ φυσικοί φασι τόδε τὸ πᾶν ὕλην ἀνείδεον πρὸ τῆς διακοσμήσεως
4.159.2
γενέσθαι ποτέ, ὅθεν καὶ τὴν ὕλην Ἅιδην οἱ φιλοσοφήσαντές φασι καὶ Τάρταρον, ὡς
4.159.3
ταραττομένην καὶ οὐκ ἠρεμοῦσαν κατὰ φύσιν διὰ τὸ ἀνείδεον αὐτῆς. ἄχρονον δὲ αὐτὴν
4.159.4
ἀλλ' οὐκ ἄναρχον, γενητὴν δὲ ὅμως καὶ αἰτιατήν, ἐξ ἀϊδίου τὴν ἐνέργειαν αὐτοῦ τοῦ
4.159.5
πατρὸς ἀναμένουσαν, τὸ εἶναι ὅλως ἄχρονον ἐκ τῆς ἐκείνου λαβοῦσαν βουλῆς· ὅθεν ὁ
4.159.6
Χαλδαῖος ἐν τοῖς λογίοις πατρογενῆ τὴν ὕλην ὀνομάζει. καὶ ὅπως ὁ Ἰάμβλιχος ἐν τῇ
4.159.7
πρώτῃ τῶν Χαλδαϊκῶν φησι, ἀκοῦσαι ἄξιον· «ἀΐδιον μέν ἐστιν ἡ ὕλη, ἐπείπερ
4.159.8
συνυφίσταται μετὰ τῶν πρωτίστων αἰτίων ἐξ ἀϊδίου, μετ' αὐτῶν τε καὶ σὺν αὐτοῖς ἔχει
4.159.9
τὸ εἶναι· οὐδέποτε δὲ ἐξίσταται ἀφ' ἑαυτῆς, διότι κατὰ τὴν ὁμώνυμον καὶ ἑνιαίαν
4.159.10
δύναμιν ἐνεστήρικται τοῖς κοινοῖς· ἀτελὴς δὲ οὔκ ἐστι καὶ ἀπέραντος, ἀλλὰ
4.159.11
μεταλαμβάνει τελειότητός τινος, ἐπειδὴ οὐδὲν ἀπὸ τῆς πατρικῆς τριάδος προχωρεῖ
4.159.12
ἀτελές, εἰς δὲ τελειότητα καὶ πέρας ἀπ' αὐτῆς προάγεται. τῶν τοίνυν στοιχείων οὕτω
4.159.13
μετ' αὐτὴν παραχθέντων συγκεχυμένων δὲ ὅμως, παραλαβὼν ὁ δημιουργὸς πᾶν, ὅπερ
4.159.14
ἦν ἄτακτον ἡσυχίαν οὐκ ἄγον ἀλλὰ κινούμενον πλημμελῶς εἰς τάξιν ἤγαγε κατὰ τὸν
4.159.15
Τίμαιον. διαστελλομένων δὲ τῶν στοιχείων, καὶ τοῦ μὲν πυρὸς τὴν ἄνω διὰ τὴν φύσει
4.159.16
κουφότητα φαίνοντος, τοῦ δὲ ὕδατος εἰς βάθος διὰ τὴν κατὰ φύσιν βαρύτητα πίπτοντος,
4.159.17
οἱ μυθικοὶ τὸν Κρόνον καταταρταροῦσιν, οἷον τοῦ πυρὸς ἀνατρέχοντος τὸ ὕδωρ τοῖς
4.159.18
κευθμῶσι τῆς γῆς ἐμφωλεύει. πατέρα δὲ ὅμως τοῦ Διός φασι διὰ τὴν ὑγρὰν οὐσίαν, ἥτις
4.159.19
πάντων πρεσβυτέρα τῶν στοιχείων παραδίδοται κατὰ τὸν ποιητήν, ὅς φησιν· Ὠκεανόν
4.159.20
τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν. τὸ δὲ ὕδωρ Τηθὺν ἐμφερῶς ὠνόμασαν ἀπὸ τοῦ
4.159.21
κεῖσθαι κατὰ φύσιν τῷ μὲν ξηρῷ τῆς γῆς, τῷ δὲ πυκνῷ τοῦ ἀέρος συνεχόμενον». καὶ
4.159.22
οὕτω μὲν οἱ φυσικοὶ περὶ Κρόνου. εὑρίσκομεν δὲ αὐτὸν ὅμως καὶ Οὐρανοῦ παῖδα ἐν τοῖς
4.159.23
βιβλίοις ἀναφερόμενον, οἷον τὸν ἐξ ἀέρος ἀποτικτόμενον ὄμβρον, ὅθεν καὶ ὑετὸς
4.159.24
ὡσανεὶ υἱὸς καλεῖται, ἢ ὅτι μετὰ τὸν οὐρανὸν ἡ ψυχρὰ ζώνη, εἶτα ἡ θερμὴ τυγχάνει.
4.159.25
περὶ δὲ τῆς καταταρταρώσεως τοῦ Κρόνου Ἀμμώνιος λέγει, Κρόνον μὲν εἶναι τὸν νοῦν
4.159.26
ἢ μᾶλλον ψυχήν· οὐ γὰρ ταὐτόν· τὸν δὲ Δία τὴν γένεσιν· καὶ ὅτι πρὸ τῆς γενέσεως
4.159.27
καθείρχθη ἡ ψυχὴ ἐν τῷ σώματι, ταύτῃ καὶ δέμας ἀντὶ τοῦ δεσμὸς τὸ σῶμα
4.159.28
προσαγορεύεται· ἡ δὲ ἐκτομή ἐστι τὸ ἔσχατον καὶ γεννητικὸν καὶ ποιητικὸν τῶν
4.159.29
πάντων· τοιαύτη δὲ ἡ τῶν αἰδοίων φύσις· ταῦτα δὲ Κρόνος ἔρριψεν ὁ τῆς Κρονικῆς
4.159.30
φύσεως πατήρ, ἵνα ἡ τῆς ἀϊδιότητος δύναμις τοῦ οὐρανοῦ καὶ ἐν τῇ θαλάσσῃ ὑπάρχῃ,
4.159.31
τουτέστι τῷ ὑπὸ σελήνην κόσμῳ, ὃς δὴ τῷ ἀστάτῳ καὶ πολυστρέπτῳ ἀπείκασται τῆς
4.159.32
θαλάσσης, ἔνθα φόνος τε κότος τε καὶ ἄλλων ἔθνεα κηρῶν. τοιαῦτα μὲν Ἕλληνες.
4.160.1
Διόνυσός ἐστι τὸ ἐν τῷ πυρὶ γενόμενον πνεῦμα, τουτέστι τὸ θερμόν, ὅθεν
4.160.2
καὶ πυρίτοκος ἐκλήθη καὶ μηροτραφὴς καὶ ἀρσενόθηλυς ὑπὸ Ἑλλήνων, ἀγνοη σάντων
4.160.3
ἐκείνων τὴν περὶ αὐτὸν φιλοσοφίαν, καὶ τίς τετύχηκεν ὤν· οὗτος γάρ ἐστι τὸ θερμὸν
4.160.4
πνεῦμα τὸ ἐκ πάσης σπορᾶς παντὸς ζώου πνευματικοῦ συγκατατιθέμενον εἰς ζωογονίαν
4.160.5
καὶ αὔξησιν πάντων τῶν ἐν τῷ κόσμῳ. μηροτραφὴς δὲ ἐκλήθη, ἐπεὶ ἐν ταῖς μήνιγξι καὶ
4.160.6
τοῖς ὄγκοις τοῖς γονίμοις καὶ ταῖς φλεψὶ ταῖς ἐν τοῖς μηροῖς ἐγκατῴκισται ἡ τοιαύτη
4.160.7
οὐσία παντὸς ζώου, ἐξ οὗ συνέστη τὰ πάντα. ἀρρενόθηλυς δὲ ἐρρήθη διὰ τὸ τὰς
4.160.8
ἀρρενοθήλεις σπορὰς γίνεσθαι δύο, ἀρσενικήν τε καὶ θηλυκὴν φύσιν, καὶ οὐκ ἔστιν
4.160.9
ἕτερον ἀφ' ἑτέρου τὸ δυνάμενον γεννῆσαι, εἰ μὴ ὁμοῦ ἔλθοιεν· καὶ ζωογονήσουσι τὰ
4.160.10
ζῶα τὰ ὑπὸ τούτου δεδημιουργημένα. ἀναλύεσθαί τε αὐτὸν ὑπειλήφασι καὶ πάλιν
4.160.11
γεννᾶσθαι, ἐπεὶ καὶ τὰ ἐξ αὐτοῦ γεννώμενα ὁμοίως ἀνεκλείπτως δαπανᾶται καὶ πάλιν
4.160.12
ζωογονεῖται. Ὅτι σχημάτων ὁ κύκλος τελειότατον· ὅθεν Αἰγύπτιοι τὸν κόσμον
4.160.13
γράφοντες περιφερῆ κύκλον ἀεροειδῆ καὶ πυρωπὸν χαράττουσι καὶ μέσον τεταμένον
4.160.14
ὄφιν ἱερακόμορφον, οἱονεὶ συνεκτικὸν ἀγαθὸν δαίμονα καί ἐστι τὸ πᾶν σχῆμα ὡς τὸ
4.160.15
παρ' ἡμῖν Θ. Ὅτι ὁ τῆς ὀγδοάδος ἀριθμὸς θῆλυς καὶ ἄπειρος καὶ ἀτελής· ὅθεν καὶ
4.160.16
παρὰ τῷ Νικομάχῳ ἠλιτόμηνος καλεῖται· ὁ γὰρ ὀκτάμηνος χρόνος πρὸς οὐδένα τῶν
4.160.17
ἁρμονικῶν ἔχων φαίνεται λόγον. ὅθεν οὐ τελεσφορεῖται τὰ ὀκταμηνιαῖα· μέσος γὰρ ὢν
4.160.18
τῶν τελεσφόρων ἀριθμῶν αὐτὸς ἀτελὴς εὑρίσκεται. πάσης γὰρ ὑλικῆς δυνάμεως
4.160.19
μετέχων τὰς περὶ τὴν ὕλην εἴληχε δυνάμεις. incert.
4.160.20
t FRAGMENTA INCERTAE SEDIS.}
4.160.21
incert. 1 Ὅτι στρατιώτης τις ἀκόλαστος ἐν Δαδαστάνοις ἐπέθετο γυναικὶ
4.160.22
σώφρονι βιαζόμενος αὐτὴν πρὸς ὁμιλίαν· τῆς δὲ παραιτουμένης, ὡς πολὺς ἦν ὁ φθορεὺς
4.160.23
ἐπικείμενος, πρὸς αὐτὸν ἡ γυνή φησιν, ὡς, εἰ ἀφέξεται αὐτῆς, παράσχοι πάντως
4.160.24
φάρμακον τὸ σῶζον αὐτὸν ἀπήμαντον ἀπὸ ξίφους, καὶ θανατῶσα ὑπὲρ τῆς αἰδοῦς
4.160.25
πείθειν ἠξίου αὐτόν, ἐπὶ τοῦ ἑαυτῆς τραχήλου τὴν πεῖραν λαβεῖν· ὁ δὲ πλήξας αὐτὴν τῆς
4.160.26
μὲν ἐπιθυμίας ἑαυτὸν, ἐκείνην δὲ τῆς ζωῆς ἐζημίωσεν· ὥστε οἶδεν ὁ χρόνος μετὰ τὸν
4.160.27
Σθενεβοίας Βελλεροφόντην καὶ Τέννην τὸν Ἀλφεσιβοίας καὶ Πηλέα τὸν Ἀστυδαμείας
4.160.28
καὶ Ἱππόλυτον τὸν πολὺν καὶ τὴν καθ' ἡμᾶς σώφρωνα. incert. 2 Ὅτι ὁ Τάγης κατὰ τοὺς
4.160.29
λεγομένους κλιματάρχας ἐμφύεσθαι ἀξιοῖ τοῖς ἑκασταχοῦ γινομένοις δαίμονας
4.160.30
ὑπηκόους ἐκείνων, τὴν τῶν ἐφόρων δύναμιν ἐπὶ τῶν ἀνθρωπίνων πράξεων
4.160.31
ἐνδεικνυμένους, οἷον Θρᾷκας μὲν ἅρπαγας καὶ ὠμοὺς διὰ τὴν τοῦ Ἄρεος ἐπικράτειαν,
4.160.32
τοὺς δὲ πρὸς τῇ ἑῴᾳ θερμούς τινας καὶ χρυσοῦ ἐρῶντας καὶ περὶ τὸν τούτου πόρον
4.160.33
ἀγρυπνοῦντας, οἷα ἡλιακοῖς δαίμοσιν ἐγκειμένους καὶ περὶ τὴν ἡλίῳ ἀνακειμένην ὕλην
4.160.34
ἀναφερομένους. incert. 3 Ὅτι ὁ Αὔγουστος καθελὼν Ἀντώνιον καὶ Κλεοπάτραν Γάϊον
4.160.35
Κορνήλιον Γάλλον τῆς τὸ πρὶν μὲν Ἀερίας εἶτα Ποταμίας νῦν δὲ λεγομένης Αἰγύπτου
4.160.36
προέστησεν, Αὐγουστάλιον αὐτὸν ἐκ τοῦ οἰκείου ὀνόματος καλεῖσθαι θεσπίσας, ταύτῃ
4.160.37
καὶ Αὐγουσταλίους τοὺς ὑποφήτας τῶν ὑπάρχων καλεῖσθαι νόμος. ὅτι ἐν ταῖς κατὰ τὸ
4.160.38
Παλάτιον τάξεσιν ἦσαν καὶ Αὐγουστάλιοι, οὓς Ἕλληνες σεβαστοφόρους καλοῦσι, τὰς
4.160.39
τῶν θεῶν θήκας καὶ τοὺς τῶν βασιλέων τύπους φυλάττοντες καὶ τὴν τήβεννον. incert. 4
4.160.40
Ὅτι Εὐριπίδης ἐν Ἑλένῃ περὶ Σειρήνων λέγει οὕτως· πτεροφόροι νεάνιδες παρθένοι
4.160.41
Χθονὸς κόραι Σειρῆνες, ὁ δ' Ἀριστοτέλης ἐν πέπλῳ ὀνομάζεσθαι αὐτὰς λέγει
4.160.42
Θελξιέπειαν Ἀγλαοφήμην Πασινόην. incert. 5 Ὅτι Ῥωμαῖος ὁ Φάβιος καιρίως τρωθεὶς
4.160.43
ἐπὶ τοῦ πρώτου Φοινικικοῦ πολέμου μετ' ὀργῆς ἐπὶ τὸν Ἀννίβαν ἐνεχθεὶς καὶ ἁρπάσας
4.160.44
αὐτοῦ τὸ διάδημα ἐναπέθανεν αὐτῷ. ἐν τῷ Περσικῷ δέ φησιν ὁ Ἀριστείδης, ὅτι
4.160.45
Λεωνίδης ὁ στρατηγὸς θεασάμενος τὸ τῶν Περσῶν πλῆθος ἐν Θερμοπύλαις ἐπῆλθεν ἐκ
4.160.46
τοῦ ἐναντίου τοῖς πολεμίοις καὶ ἀπείροις περιπαρεὶς δόρασιν ἐπὶ Ξέρξην ἐπῆλθε καὶ
4.160.47
περιελόμενος αὐτοῦ τὸ διάδημα ἐξέπνευσεν· ἀνατεμὼν δὲ αὐτὸν ὁ Πέρσης εὗρε τὴν
4.160.48
καρδίαν αὐτοῦ ἐκ τῆς ἐμφύτου θέρμης τετριχωμένην. incert. 6 Ὅτι ὁ Νουμᾶς δέκα
4.160.49
παρθένους ἀνέθηκε τῇ Ἑστίᾳ εἰς φυλακὴν τοῦ παρ' αὐτῇ ἀθανάτου πυρός, καθάπερ ἐν
4.160.50
Ἀθήναις ποτὲ ἐν τῷ τῆς Πολιάδος Ἀθηνᾶς ἀδύτῳ ὑπὸ Δευκαλίωνος λέγεται ἀθάνατον
4.160.51
πῦρ ἀνατεθῆναι. εἰ οὖν συνέβη τὸ πῦρ ἄφνω ἀποσβεσθῆναι, ὁ μὲν ἀρχιερεὺς ῥάβδοις
4.160.52
ἠμφιεσμέναις ἔπαιε τὰς παρθένους, συνθλίψει δὲ ξύλων ἀειθαλῶν ἀλλ' οὐ πυρὶ αὖθις
4.160.53
ἀνήπτετο μετά τινων ἐπιλόγων τὸ πῦρ. κεῖνται δὲ τοῖς βουλομένοις τὰ λόγια παρὰ
4.160.54
Τάγητι καὶ Καπίτωνι καὶ Πίσωνι. incert. 7 Πέρας ἔλαβε τὰ Φοντηΐῳ τῷ Ῥωμαίῳ ῥηθέντα
4.160.55
ποτέ· ἐκεῖνος γὰρ στίχους δοθέντας τινὰς δῆθεν Ῥωμύλῳ ποτὲ πατρίοις ῥήμασιν
4.160.56
ἀναφέρει, τοὺς ἀναφανδὸν προλέγοντας, τότε Ῥωμαίους τὴν τύχην ἀπολείψειν, ὅταν
4.160.57
αὐτοὶ τῆς πατρίου φωνῆς ἐπιλάθωνται. καὶ τὸν μὲν λεγόμενον χρησμὸν τοῖς περὶ
4.160.58
μηνῶν γραφεῖσιν ἐντεθείκαμεν. incert. 8 Ὅτι Ἀσωνίδης ἐρασθεὶς αὐτῆς (τῆς Νιόβης) μὴ
4.160.59
πεισθείσης τὸν οἶκον ἐνέπρησεν· ἡ δὲ φεύγουσα εὔξατο λιθωθῆναι καὶ ἐλιθώθη. incert. 9
4.160.60
Ὅτι κάρμινα παρὰ Ῥωμαίοις λέγεται τὰ ἔπη καὶ Καρμεντία ἡ μαντεία. incert. 10 Ὅτι
4.160.61
δηλάτορας τοὺς διαβόλους καὶ συκοφάντας καλοῦσι Ῥωμαῖοι. incert. 11 Φορτοῦνα παρὰ
4.160.62
Ῥωμαίοις ἡ εὐδαιμονία. incert. 12 Σπόρτα παρὰ αὐτοῖς ἡ σπυρίς, ἣ καὶ φίσκος καλεῖται,
4.160.63
κἂν διαφέρωσι τῷ φίσκον μὲν καλεῖσθαι τὴν ῥαβδωτὴν πλεκτάνην, σπόρταν δὲ τὴν
4.160.64
φλοιώδη. ἔστι δὲ καὶ ἑτέρα κατασκευὴ σπυρίδος, ἀντὶ πίλου τῇ κεφαλῇ ἐπιτιθεμένη,
4.160.65
καλεῖται δὲ παρ' Ἰταλοῖς κάμελα, ἐξ οὗ καὶ καμελαύκια.
4.160.66
FRAGMENTA LIBRIS DE MENSIBUS FALSO TRIBUTA.
4.160.67
spur. 1 Τοὺς σκηπτοὺς οἱονεὶ κεραυνοὺς οἱ φιλόσοφοί φασι γενέσθαι, ὅταν ῥῆξις νεφῶν
4.160.68
γένηται· τῆς γὰρ παρακειμένης αὐτοῖς γεώδους οὐσίας ἐξαφθείσης τὸ ἐξαφθὲν ὑπὸ τῆς
4.160.69
ῥιπῆς ἐπὶ τὴν γῆν μετὰ ῥοίζου φέρεται. καὶ ἐὰν μὲν ὑγρὰ τυγχάνῃ ὄντα τὰ νέφη, ἅμα τῇ
4.160.70
καταφορᾷ σβέννυται, εἰ δὲ γεωδέστερα, πυροειδεῖς ἐκθλίβονται. δύο δὲ εἴδη κεραυνῶν
4.160.71
εἶναί φασιν, ὧν ὁ μὲν ὀξὺς καὶ μανὸς καὶ διάπυρος ἀργὴς ὀνομάζεται, ὁ δὲ βραδὺς καὶ
4.160.72
καπνώδης ψολόεις· καὶ ὁ μὲν διὰ τὴν λεπτότητα καὶ πρὶν ἐκπυρῶσαι φερόμενος οἴχεται
4.160.73
διὰ τάχους, ὡς μηδὲ ἐπιφλέξαι τι τῶν ἀραιοτέρων, ὁ δὲ βραδύτερος ἱκανὸς μὲν
4.160.74
ἐπιχρῶσαι ὡς ἀπὸ αἰθάλης καὶ καῦσαι δέ τινα τῶν ὑποπεσόντων, βολβῶν καὶ συκῆς καὶ
4.160.75
φώκης καὶ ὑαίνης μενόντων ἀβλαβῶν, ὧν καὶ ταῖς δοραῖς περιδιφθεροῦσθαι λόγος τοὺς
4.160.76
ἱστοὺς τῶν νεῶν διὰ τοὺς κεραυνούς. τῶν μέντοι κεραυνοβλήτων τὰ σώματα ἄταφα
4.160.77
κατελίμπανον οἱ πάλαι, ἀδιάφθορα μένοντα· τῆς γὰρ ἐν αὐτοῖς ὑγρότητος
4.160.78
ἀναρπαζομένης ὑπὸ τοῦ πυρός, ὥσπερ ἀποπτηθέντα διαμένειν πέφυκε. spur.
4.160.79
2 Οἱ τῶν Ἑβραίων λόγιοι τὸν περὶ προγνώσεως λόγον διχῆ τέμνουσιν, εἰς σημεῖα
4.160.80
καὶ τέρατα· καὶ σημεῖα μὲν εἶναι βούλονται τὰ ἐν μετεώροις συνιστάμενα, τέρατα δὲ τὰ
4.160.81
ἐπὶ γῆς ὡς παρὰ φύσιν φαινόμενα, ὁποῖον ἐκεῖνο τὸ ἐπὶ τῆς καλουμένης τῶν Ἑβραίων
4.160.82
ἐξόδου ἀναφερόμενον περὶ Μωυσέως αὐτοῦ· «καὶ εἶδεν, ὅτι ἡ βάτος καίεται, ἡ δὲ βάτος
4.160.83
οὐ κατεκαίετο.» καὶ πάλιν· «ἔρριψε Μωυσῆς τὴν ῥάβδον ἐπὶ τὴν γῆν καὶ ἐγένετο ὄφις.»
4.160.84
καὶ πάλιν· «εἰσήνεγκε Μωυσῆς τὴν χεῖρα εἰς τὸν κόλπον αὐτοῦ, καὶ ἐγένετο ἡ χεὶρ
4.160.85
αὐτοῦ ὡσεὶ χιών.» εἶτα αὖθις· «καὶ εἶπεν ὁ θεὸς πρὸς Μωυσῆν· λήψῃ ἀπὸ τοῦ ὕδατος
4.160.86
τοῦ ποταμοῦ ἐπὶ τὸ ξηρὸν καὶ ἔσται αἷμα.» εἶτα ὑποβάς· «καὶ εἶπε κύριος πρὸς Μωυσῆν·
4.160.87
ἐὰν λαλήσῃ Φαραὼ πρὸς ὑμᾶς λέγων, Δότε σημεῖον ἢ τέρας, λαβὲ τὴν ῥάβδον σου, καὶ
4.160.88
ῥίψον ἐπὶ τῆς γῆς, καὶ ἔσται δράκων.» καὶ οὐ ταῦτα μόνον, ἀλλ' ἔτι τέρας ἄλλο
4.160.89
φοβερώτερον ἡ τοῦ παντὸς Αἰγυπτίου ὕδατος εἰς λύθρον μεταβολὴ καὶ τῶν βατράχων
4.160.90
τὸ πλῆθος καὶ οἱ λεγόμενοι σκνῖπες καὶ οἱ μύωπες, οὓς αὐτοὶ καλοῦσι κυνομύιας, καὶ ἡ
4.160.91
τῶν κτηνῶν φθορὰ καὶ ὁ κονιορτὸς ὁ ἑλκώδης, φλυκταῖναι καὶ ἀκρίδες, ταῦτα πάντα
4.160.92
τέρατα ἂν δικαίως λέγοιντο. σημεῖα δὲ τὰ ἐξ ὑπερτέρων φαινόμενα, οἷον ἐκεῖνο, ὃ ἐπὶ
4.160.93
τῆς αὐτῆς φέρεται γραφῆς· «καὶ ἔβρεξε κύριος τὴν χάλαζαν ἐπὶ πᾶσαν τὴν γῆν
4.160.94
Αἰγύπτου· ἦν δὴ ἡ χάλαζα, καὶ τὸ πῦρ φλογίζον ἐν τῇ χαλάζῃ.» καὶ πάλιν· «ἐξέτεινε δὲ
4.160.95
Μωυσῆς τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν οὐρανὸν καὶ ἐγένετο σκότος, γνόφος καὶ θύελλα ἐπὶ
4.160.96
πᾶσαν τὴν γῆν Αἰγύπτου.» τοιοῦτος τοίνυν Ἑβραίοις ὁ περὶ σημείων λόγος, ἐξ ὧν οἶμαι
4.160.97
καὶ τἄλλα τῶν ἐθνῶν διοσημείας ταῦτα καλεῖν ἔγνω τὰ σήματα· Ζεὺς γὰρ ὁ ἀὴρ κατὰ
4.160.98
τοὺς φυσικοὺς λέγεται, ὅτι ζωοποιός ἐστιν, ὥστε διοσημεία τὸ τοῦ ἀέρος σημεῖον, ὥσπερ
4.160.99
εὔδιον τὸ πρᾶον καὶ γαληνὸν τοῦ ἀέρος καλεῖται σχῆμα. οὐ χρὴ οὖν πρὸς τὰ ὀνόματα
4.160.100
ταραττομένους τοὺς ἁπλουστέρους ἀποπηδᾶν τοῦ μαθεῖν· «δώσω γάρ, φησι, σημεῖα ἐν
4.160.101
τῷ οὐρανῷ ἄνω, καὶ τέρατα ἐπὶ τῆς γῆς κάτω, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ· ὁ ἥλιος
4.160.102
μεταστραφήσεται εἰς σκότος, καῖ ἡ σελήνη εἰς αἷμα». spur. 3 Σαβαώθ, τοῦ δημιουργοῦ·
4.160.103
οὕτω γὰρ παρὰ Φοινίκων ὁ δημιουργικὸς ἀριθμὸς ὀνομάζεται. spur.
4.160.104
΄
4.160.105
4 Βροντὴ γίνεται εἰληθέντος πνεύματος ἐν νέφει παχεῖ τε καὶ νοτιωτέρῳ καὶ
4.160.106
ἐξωσθέντος βιαίως δι' αὐτοῦ, ὅθεν ῥήγνυται τὰ συνεχῆ πιλήματα τοῦ νέφους, καὶ
4.160.107
βρόμον ἤγουν ἦχον καὶ πάταγον μέγαν ἀπεργάζονται, ὅπερ βροντὴ λέγεται, ὥσπερ ἐν
4.160.108
ὕδατι πνεῦμα σφοδρῶς ἐλαυνόμενον· κατὰ δὲ τὴν τοῦ νέφους ἔκρηξιν πυρωθὲν τὸ
4.160.109
πνεῦμα λάμψαν ἀστραπὴ λέγεται. spur. 5 Ὅτι Φεβρουάριος φθονήσας Καμίλλῳ μελέτην
4.160.110
τυραννίδος αὐτοῦ κατηγόρησε· τοῦ δὲ διωχθέντος καὶ αὖθις καθόδου τυχόντος, ὅτι
4.160.111
πολιορκουμένῃ τῇ πατρίδι κατὰ τὴν φυγὴν ἐβοήθησεν, εἰς ἐξέτασιν Φεβρουάριος ἄγεται
4.160.112
καὶ διώκεται, Κάμιλλος δὲ καὶ τὸν ἐπώνυμον αὐτοῦ μῆνα παρὰ τοὺς ἄλλους ἐκολόβωσε.
4.160.113
spur. 6 Φασὶ γὰρ τὴν Νέμεσιν τὰ γλαφυρὰ τῶν πραγμάτων εἰς τὸ ἔμπαλιν τρέπειν ταῖς
4.160.114
ὑπερβολαῖς τῆς τύχης, ὥς φησι Νουμήνιος, τῷ δὲ αὐτῷ τροχῷ τὴν ἰσότητα ἐπάγουσαν,
4.160.115
ὅθεν ὁ Μεσομήδης οὕτω που πρὸς αὐτήν· ὑπὸ σὸν τροχὸν ἄστατον ἀστιβῆ χαροπὰ
4.160.116
μερόπων στρέφεται τύχα.

Intertext edge

Open linked passage

Note