Adversus Aphthartodocetas
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter">
—
⋯
Original / primary: Pg Scrape Grc
10.1
Ὁρᾷς ὅτι τοὺς νεκροὺς καὶ ἐφθαρμένους τὸ σῶμά φησιν ἀναστήσεσθαι, ὡς δὲ ζῶντας ἁρπαζομένους εὐθὺς ἐν νεφέλαις ἐπὶ τὸ ἀθάνατον καὶ ἄφθαρτον τὴν ἐναλλαγὴν ὑφισταμένους, τὴν ἀπὸ τῆς φθαρτότητος ἥτις ἐνεργείᾳ οὐ γέγονεν αὐτοῖς· οὔτε γὰρ ἐφθάρησαν εἰς τὰ στοιχεῖα, εἰ καὶ φθαρτὴν εἶχον τὴν φύσιν τὴν ἐπὶ τοῦ σώματος. Καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται, ὡς καὶ ἐν τῇ πρὸς Κορινθίους πρώτῃ φησίν· Πάντες μὲν οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα. Δῆλον καὶ ὧδε ὅτι ἐν τῇ συντελείᾳ οὐκ ἀποθνήσκουσι, καθάπερ οἱ πρὸ τῆς συντελείας, ἀλλ' ἐν ἀκαριαίῳ τινὶ χρόνῳ τῆς ἀφθαρσίαν λαμβάνουσιν.
10.2
Τοῦ Χρυσοστόμου ἐκ τῆς κατὰ Ἰωάννην ἑρμηνείας· Ἐφάνη οὖν τῇ ἑσπέρᾳ καὶ ἀπέπτη· εἶτα μετὰ ὀκτὼ ἡμέρας καὶ πάλιν ἀπέπτη· εἶτα μετὰ ταῦτα ἐπὶ τῆς θαλάσσης. Τί δέ ἐστι τὸ Ἐφανέρωσεν; Ἐκ τούτου δῆλον ὅτι οὐχ ἑωρᾶτο, εἰ μὴ συγκα- τέβη, διὰ τὸ λοιπὸν ἄφθαρτον εἶναι τὸ σῶμα καὶ ἀκήρατον.
10.3
Γρηγορίου Νύσσης ἐκ τοῦ Κατηχητικοῦ· Ἄνθρωπος μὲν γὰρ ἐκ συνδυασμοῦ τίκτεται καὶ μετὰ θάνατον ἐν δια- φθορᾷ γίνεται. Εἰ ταῦτα περιεῖχε τὸ κήρυγμα οὐκ ἂν θεὸν εἶναι πάντως ᾠήθης τὸν τοῖς ἰδιώμασι τῆς φύσεως ἡμῶν μαρτυρούμενον. [̓ Επεὶ δὲ γεγεννῆσθαι μὲν αὐτὸν ἀκούεις, ἐκβεβηκέναι δὲ τῆς φύσεως ἡμῶν τὴν κοινότητα τῷ τε τῆς γενέσεως τρόπῳ καὶ τῷ ἀνεπιδέκτῳ τῆς εἰς φθορὰν ἀλλοιώ- σεως.