Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Adversus Aphthartodocetas
Joannis PresbyterApht 11 · pg-scrape-grcMore by Joannis Presbyter
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter"> —
⋯
More
Original / primary: Pg Scrape Grc
11.1
Εἰ οὖν ἐκεῖνοι φθαρτὸν ὡς ἀληθῶς ἔχοντες σῶμα διαφθορὰν οὐκ εἶδον, ἀλλὰ μόνον μὲν| στάσιν ἐπὶ τὸ ἄφθαρτον, πῶς καὶ ἐπὶ τοῦ δεσποτικοῦ σώματος τοῦτο μὴ ὑποθώμεθα, τοῖς ἀπὸ γῆς σώμασιν ὁμοού- σιον, διαφέρον μὲν αὐτοῖς κατὰ τοῦτο· τοῖς ἀνθρώποις μὲν ἄκουσι τὰ φυσικὰ προσγίνεται πάθη, τῷ δὲ κυρίῳ οὐ κατ' ἀνάγκην, ἀλλ' αὐτοῦ μᾶλλον ἐνδιδόντος τῇ φύσει τὰ οἰκεῖα ἐνεργῆσαι, ὡς ἡμᾶς ἡ τῶν ἁγίων πατέρων ἐπαίδευσε διδασκα- λία. 12. Πῶς δὲ πάλιν νοήσομεν τὸ ἐν ταῖς Πράξεσιν, Ὅτι ἀνέστησεν αὐτὸν μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν. Τὸ γὰρ μηκέτι δείκνυσιν ἐπιδεκτικὸν φθορᾶς πρὸ τῆς ἀναστάσεως. Πῶς δὲ πάλιν ὁ ἀπόστολος ἔφη· Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς· ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεύς; καὶ πάλιν· Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκός, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν παίδων, φθαρτὸν ἐχόντων τὸ σῶμα. Οὐδαμῶς παραπλήσιον τὸ φθαρτὸν τῷ ἀφθάρτῳ. II. Χρήσεις ἁγίων πατέρων ὅτι φθαρτὸν τὸ σῶμα τοῦ Χριστοῦ πρὸ τῆς ἀναστάσεως
11.2
Ἐκ τοῦ αὐτοῦ· Δόξασόν με σύ, πάτερ, παρὰ σεαυτῷ. Τί οὖν ἐνταῦθά φησιν; Περὶ τῆς οἰκονομίας ὁ λόγος· ἐπεὶ οὔπω δεδό- ξαστο τῆς σαρκὸς ἡ φύσις, οὔτε ἀφθαρσίας ἀπολαύσασα, οὔτε τοῦ θρόνου κοινωνήσασα τοῦ βασιλικοῦ. Καὶ διὰ τοῦτο οὐκ εἶπεν Ἐπὶ τῆς γῆς, ἀλλὰ Παρὰ σοί. Ταύτης καὶ ἡμεῖς ἀπολαυσόμεθα τῆς δόξης κατὰ τὸ ἡμέτερον μέτρον, ἐὰν νήφωμεν. Διὰ τοῦτο καὶ Παῦλός φησιν· Εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν.
11.3
Ἰδοὺ τὸ ἄφθαρτον τοῦ Χριστοῦ φασι τὸ ἀναμάρτητον ὥσπερ οἱ πατέρες. Ἦν ἄρα τὸ μὴ διαλύεσθαι ἐν τάφῳ τὸ σῶμα τοῦ Χριστοῦ εἰς τὰ ἐξ ὧν συνετέθη ὡς θείᾳ δυνάμει συγκροτούμενον καὶ οὐ φύσει τὸ ἄφθαρτον κεκτημένον· εἰ καὶ ἀναμάρτητος, ἀλλ' οὖν φθαρτὸς ἦν κατὰ φύσιν, ὡς τὸν ὑπὸ ἁμαρτίαν γενόμενον Ἀδὰμ ἐνδυσάμενος, οὐ τὸν πρὸ τῆς παραβάσεως ἐν ἀφθαρσίᾳ γεγενημένον. Ὅτι δὲ ἐξ ἀφθάρτου φθαρτὸς γέγονεν ὁ Ἀδάμ, ἄκουε τῆς τῶν πατέρων διδασκαλίας ὅτι ἄφθαρτος ἦν ὁ Ἀδὰμ πρὸ τῆς παραβάσεως...

Intertext edge

Open linked passage

Note