Adversus Aphthartodocetas
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter">
—
⋯
Original / primary: Pg Scrape Grc
12.1
Ἐκ τοῦ κατὰ Ματθαῖον εἰς τὸ Οὐ μὴ πίω ἀπ' ἄρτι ἐκ τοῦ γεννήματος τῆς ἀμπέλου· Ὑμῶν μαρτυρούντων· ὑμεῖς γάρ με ὄψεσθε ἀναστάντα. Τί δέ ἐστι καινὸν καὶ καινῶς; Τουτέστι ξένως, οὐ σῶμα παθητὸν ἔχοντα, ἀλλ' ἀθάνατον λοιπὸν καὶ ἄφθαρτον καὶ οὐ δεόμενον τροφῆς· οὐ γὰρ διὰ χρείαν μετὰ τὴν ἀνάστασιν ἔφαγέ τε καὶ ἔπιεν· οὔτε γὰρ ἐδεῖτο λοιπὸν τὸ σῶμα τούτων, ἀλλὰ διὰ τούτων τὰ τῆς ἀναστάσεως πληροφορῶν.