Adversus Aphthartodocetas
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter">
—
⋯
Original / primary: Pg Scrape Grc
13.1
Κυρίλλου ἐκ τοῦ κατὰ Ἰωάννην εὐαγγελίου· Οἰκονομικώ- τατα τοίνυν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, οὔπω πρὸς δόξαν τὴν αὐτῷ πρέπουσαν τὸν οἰκεῖον μεταστοιχειώσας ναόν, ἐν τοῖς πρώτοις ἔτι διεφαίνετο σχήμασι, τὴν τῆς ἀναστάσεως πίστιν οὐκ ἐφ' ἕτερόν τι σῶμα μετακομίζεσθαι θέλων ἢ εἰς ὅπερ ἔλαβεν ἐκ τῆς ἁγίας παρθένου, τῆς τοῦ θανάτου δυνάμεως κατὰ μόνης τρεχούσης τῆς σαρκός, ἐξ ἧς καὶ ἀπελήλαται. Εἰ γὰρ μὴ ἀνέστη τὸ τεθνηκὸς αὐτοῦ σῶμα, ποῖος νενίκηται θάνατος, ποῦ δὲ ἠτόνησε τὸ τῆς φθορᾶς κράτος, οὐδενὸς ἀποθανόντος τῶν λογικῶν κτισμάτων, οὐ ψυχῆς, οὐκ ἀγγέλου, μήτοι γε καὶ αὐτοῦ τοῦ θεοῦ λόγου;