Adversus Aphthartodocetas
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter">
—
⋯
Original / primary: Pg Scrape Grc
17.1
Ἐκ τοῦ δευτέρου βιβλίου τοῦ Θησαυροῦ· Πρωτότοκος δὲ καὶ ἐκ τῶν νεκρῶν· πρῶτος γὰρ αὐτὸς εἰς ἀφθαρσίαν ἀνέστησε τὴν ἑαυτοῦ σάρκα καὶ πρῶτος αὐτὴν εἰς οὐρανοὺς ἀνήγαγεν. Διὸ καί φησιν· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἐγώ εἰμι ἡ θύρα. Δι' αὐτοῦ γὰρ ἡ φύσις ἡ ἀνθρωπεία καὶ τὴν καινὴν τῆς ἀναστάσεως βαδίζειν ὁδὸν ἐκδιδάσκεται καὶ ὡς διά τινος θύρας εἰς αὐτὸν εἰσέρχεται τὸν οὐρανόν.