Adversus Aphthartodocetas
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter">
—
⋯
Original / primary: Pg Scrape Grc
18.1
Καὶ πάλιν· Ὥσπερ πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς ἐκλήθη διὰ τὸ κεκλῆσθαι πρὸς υἱοθεσίαν θεοῦ καὶ χάριν τοὺς δι' αὐτοῦ σεσωσμένους· καὶ πάλιν πρωτότοκος καὶ ἀπαρχὴ τῶν νεκρῶν διὰ τὸ αὐτὸν εἰς ἀφθαρσίαν ἐγηγέρθαι πρὸ πάντων· οὕτως ἀρχὴ ὁδῶν ἐκτίσθαι λέγεται διὰ τὸ πάντας δι' αὐτοῦ δύνασθαι τρέχειν εἰς σωτηρίαν.