Adversus Aphthartodocetas
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1
Ἰουστίνου φιλοσόφου ἐκ τοῦ κατὰ Ἑλλήνων λόγου τρίτου· Οὕτω γεγονὼς ὁ ἄνθρωπος καὶ πρὸς τὴν παράβασιν εὐθὺς ἰδών, τὴν φθορὰν φυσικῶς εἰσεδέξατο. Φύσει δὲ τῆς φθορᾶς προσγενομένης, ἀναγκαῖον ἦν τῷ σῶσαι βουλομένῳ αὐτήν, τὴν φθοροποιὸν οὐσίαν ἀφανίσαι. Τοῦτο δὲ οὐκ ἦν ἑτέρως γενέσθαι, εἰ μὴ ἡ κατὰ φύσιν ζωὴ προσεπλάκη τῷ τὴν φθορὰν δεξαμένῳ, ἀφανίζουσα μὲν τὴν φθοράν, ἀθάνατον δὲ τοῦ λοιποῦ τὸν δεξάμενον διατηροῦσα.