Adversus Aphthartodocetas
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter">
—
⋯
Original / primary: Pg Scrape Grc
2.1
Ἀλλ' ἴσως ὁ δι' ἐναντίας ἐρεῖ· Ἐὰν ἄφθαρτον τὸ σῶμα τοῦ Χριστοῦ ὑπάρχον πρὸ τῆς ἀναστάσεως τοῖς νῦν τῶν ἀνθρώπων σώμασιν οὖσι φθαρτοῖς οὐκ ἔστιν ὁμοούσιον, ἆρα καὶ ὑμεῖς οἱ ὁμολογοῦντες μετὰ τὴν ἀνάστασιν ἄφθαρτον τὸ σῶμα τοῦ Χριστοῦ, οὐκέτι φατὲ αὐτὸ ἡμῖν ὁμοούσιον;
2.2
Ἀθανασίου κατὰ Ἀπολιναρίου· Ὅπως θανάτῳ καταλύσῃτὸν θάνατον ἐν ἐπιδείξει ψυχῆς, ἐν δὲ τῷ τάφῳ καταργήσῃ τὴν φθορὰν ἐν ταφῇ σώματος· ἐξ ᾅδου καὶ ἐκ τάφου τὴν ἀθανασίαν καὶ τὴν ἀφθαρσίαν ἐπιδεικνύμενος, ἐν μορφῇ τῇ καθ' ἡμᾶς τὴν ἡμετέ- ραν ὁδεύσας ὁδόν.