Adversus Aphthartodocetas
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter">
—
⋯
Original / primary: Pg Scrape Grc
20.1
Ἐκ τῆς πρὸς Σούκενσον ἐπιστολῆς· Μετὰ δὲ τὴν ἀνάστασιν ἦν μὲν αὐτὸ τὸ σῶμα τὸ πεπονθός, πλὴν οὐκέτι τὰς ἀνθρωπίνας ἀσθενείας ἔχον ἐν ἑαυτῷ· οὐ γὰρ ἔτι πείνης ἢ κόπου ἢ ἑτέρου τινὸς τοιούτου, ἀλλὰ λοιπὸν ἄφθαρτον καὶ οὐχὶ τοῦτο μόνον, ἀλλὰ καὶ ζωοποιόν. III. 1. Χρὴ γινώσκειν ὅτι ἐπειδὴ παρά τισι τῶν πατέρων εἴρηται ἄφθαρτον| τὸ σῶμα τοῦ Χριστοῦ, ἰστέον ὡς τὸ ἄφθαρτον πολλαχῶς νοεῖται. Ἔστι γὰρ ἄφθαρτον τὸ μηδαμῶς πεφυκὸς φθείρεσθαι, ἀλλ' ἀεὶ συγκροτούμενον ἐν ταὐτότητι παρὰ θεοῦ καὶ μηδέποτε ἀλλοίωσιν κατ' οὐσίαν δεχόμενον, οἷαί εἰσιν αἱ νοεραὶ οὐσίαι ἄτρεπτοι κατ' οὐσίαν ὡς κατὰ γνώμην ὑπάρχουσαι.` 2. Λέγεται ἄφθαρτον καὶ τὸ πεφυκὸς φθείρεσθαι, μὴ μὴν φθειρόμενον ἐνεργείᾳ καὶ διαλυόμενον εἰς τὰ ἁπλᾶ ἐξ ὧν συνετέθη, οἷοι ἔσονται οὕς φησιν ὁ Παῦλος καθὼς καὶ πρόκει- ται· Ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας. Εἰ καὶ ἐνεργείᾳ οὐ φθαρήσονται, ὅμως φθαρ- τοί εἰσι φύσει.