Adversus Aphthartodocetas
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter">
—
⋯
Original / primary: Pg Scrape Grc
3.1
Πρὸς οὓς ἀποκριτέον ὅτι κατὰ τοῦτο τοῖς ἡμετέροις ἐστὶν ὁμοούσιον· ὥσπερ γὰρ δεκτικὸν ὑπάρχον ἀφθαρσίας, ἄφθαρτον γέγονεν ἐκ φύσεως φθαρτῆς, οὕτως καὶ τὰ ἡμέτερα, φύσει ὄντα φθαρτά, ἐν τῇ ἀναστάσει ἄφθαρτα γενήσεται. Καὶ εἰ ἄφθαρτον ἦν τὸ σῶμα τοῦ Χριστοῦ, πῶς διῃρέθη τῇ λόγχῃ; Τῶν γὰρ διαιρουμένων ἴδιον τὸ φθείρεσθαι, εἰ καὶ μὴ φθείροιντο πολλάκις βουλήσει θεοῦ συγκροτούμενα, ὡς καὶ τὸ τοῦ κυρίου σῶμα φθαρτὸν ὑπάρχον φύσει τῇ τοῦ λόγου ἐπιβάσει κατὰ τὴν οἰκείαν φύσιν οὐκ ἐφθάρη διαλυθὲν ἐν τῷ τάφῳ εἰς τὰ ἁπλᾶ ἐξ ὧν συνετέθη.
3.2
Ἐκ τοῦ αὐτοῦ λόγου· Διὰ τοῦτο ἐν μὲν ψυχῇ θεοῦ ἡ κράτησις τοῦ θανάτου ἐλύετο καὶ ἡ ἐξ ᾅδου ἀνάστασις ἐγίνετο καὶ ταῖς ψυχαῖς εὐηγγελίζετο, ἐν δὲ σώματι θεοῦ ἡ φθορὰ κατηργεῖτο καὶ ἡ ἀφθαρσία ἐκ τάφου ἐδείκνυτο.
3.3
Λέγεται ἄφθαρτον καὶ τὸ ἀναμάρτητον πολλάκις. Διαφθορὰν γὰρ καλεῖ τὴν ἁμαρτίαν ὁ Δαυίδ. Φησὶ γάρ· Διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασιν, ὡς καὶ Μωσῆς φησιν ἐν τῇ Γενέσει· Καὶ εἶδε κύριος τὴν γῆν καὶ ἦν κατεφθαρμένη, ὅτι κατέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὐτοῦ ἐπὶ τῆς γῆς.