Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Adversus Aphthartodocetas
Joannis PresbyterApht 4 · pg-scrape-grcMore by Joannis Presbyter
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1
Ὅτι δὲ φθαρτὸν φύσει ἐβούλετο ὁ θεὸς λόγος σαρκωθεὶς εἶναι τὸ οἰκεῖον σῶμα καὶ ὅτι τὸ ἡμέτερον ἀνέλαβε καὶ δι' ἑαυτοῦ καὶ ἐν αὐτῷ τοῖς πᾶσιν ἡμῖν σωτηρίαν προξενῶν, δι' ὧν ἤρξατο ποιεῖν τε καὶ διδάσκειν καὶ δωρεῖσθαι τὰ ὑπὲρ φύσιν τοῖς ἀνθρώποις, φησὶν ὁ μακάριος Κύριλλος ἐν τῷ πρώτῳ κεφαλαίῳ περὶ ἐνανθρωπήσεως· «Εἶτα γέγονεν ἁμαρτίας ἐλεύθερος, ἵνα ἐν αὐτῷ καὶ μόνῳ τοῖς τῆς ἀναμαρτησίας αὐχήμασιν ἡ ἀνθρώπου φύσις στεφανουμένη καταπλουτήσῃ τὸ πνεῦμα τὸ ἅγιον», καὶ πάλιν πρὸς τὰς βασιλίδας, κεφάλαιον κγʹ·| «Καὶ καθὸ φύσει καὶ ἀληθῶς ἐστι θεός, δέχεται μὲν ἀνθρωπίνως οὐχ ἑαυτῷ μᾶλλον, ἀλλὰ τῇ τοῦ ἀνθρώπου φύσει δι' ἑαυτοῦ καὶ ἐν αὐτῷ πρώτῳ προξενῶν αὐτό, δίδωσι δὲ θεϊκῶς ἐξ ἰδίας αὐτοῦ φύσεως τοῖς ἀξίοις τοῦ λαβεῖν».
4.2
Ἐκ τοῦ πρὸς τὰς αἱρέσεις τρίτου λόγου· Οὐ γὰρ ἐν ἀσωμάτῳ τὰ τοῦ σώματος ἐγεγόνει, εἰ μὴ σῶμα λαβὼν ἦν φθαρτὸν καὶ θνητόν· θνητὴ γὰρ ἦν ἡ Μαρία ἐξ ἧς ἦν καὶ τὸ σῶμα. Διὸ καὶ ἀνάγκη ἐν πάσχοντι σώματι καὶ κλαίοντι καὶ κάμνοντι γενομένου αὐτοῦ, αὐτοῦ λέγεσθαι μετὰ τοῦ σώματος καὶ ταῦτα ἅπερ ἐστὶν ἴδια τῆς σαρκός.
4.3
Εἰ οὖν εὕρεις περὶ τοῦ σώματος τοῦ Χριστοῦ τὸ ἄφθαρτον παρὰ τοῖς διδασκάλοις τῆς ἐκκλησίας, ὡς μὴ διαφθα- ρὲν τῇ ἐνεργείᾳ καὶ διαλυθὲν εἰς τὰ ἁπλᾶ ἐξ ὧν συνετέθη ἢ κατὰ τὴν τοῦ ἀναμαρτήτου σημασίαν νόει. Ἄφθαρτον δὲ κατὰ τὴν φύσιν μὴ λέγε, ἀλλὰ μᾶλλον φθαρτόν· τὴν γὰρ κατὰ τοῦ προπά- τορος Ἀδὰμ ἀπόφασιν ἐξενεχθεῖσαν θεραπεῦσαι βουλόμενος ὁ Χριστὸς τὸ μετὰ τὴν παράβασιν φθαρτὸν ἀνεδέξατο σῶμα, ἵνα ἐν αὐτῷ τὴν φθορὰν καταργήσῃ ἁμαρτωλοῖς συμπολιτευσάμενος. Εἰ γὰρ ἦν ἄφθαρτον φύσει, οὐκ ἂν ἦν πάθους δεκτικὸν οὐδενός.

Intertext edge

Open linked passage

Note