Adversus Aphthartodocetas
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter">
—
⋯
Original / primary: Pg Scrape Grc
5.1
Πρὸς τούτοις τοῖς ἀγαθοῖς εἰς ὑπογραμμὸν ὡς γραφὴν καὶ διδασκαλίαν ἡμῶν τὸ ἡμέτερον ἀνέλαβε σῶμα. Πῶς δὲ ἡμῖν ὑπογραμμὸν τοῖς φθαρτὸν ἔχουσι σῶμα, αὐτὸς δὲ ἄφθαρτον καὶ καθ' ἡμᾶς λοιπὸν δοκήσει καὶ οὐκ ἀλη- θείᾳ; Ὅμοιον γάρ ἐστι τοῖς δογματίζουσιν ἄφθαρτον Χριστὸν εἰληφέναι σῶμα τοῖς λέγουσι φαντασίαν τὴν οἰκονομίαν.
5.2
Ἐκ τοῦ εἰς τὸν σταυρὸν λόγου· Ἕνεκα μὲν οὖν τοῦ δειχθῆναι τὸν θάνατον ἐν τῷ σώματι, τριταῖον ἀνέστη τοῦτο· ἵνα δὲ μὴ ἐπὶ πολὺ μεῖναν καὶ φθαρὲν τέλεον, ὕστερον ἀναστήσας ἀπιστηθῇ, ὡς οὐκ αὐτὸ ἀλλ' ἕτερον σῶμα φέρων, διὰ τοῦτο| οὐ πλέον τῶν τριῶν ἡμερῶν ἠνέσχετο.
5.3
Πάλιν ὁ μακάριος Βασίλειος ἔλεγεν· «Ὥσπερ οὖν κατεδέξατο τὴν πεῖναν ὁ κύριος, τῆς στερεᾶς τροφῆς διαπνευσθείσης, καὶ τὴν δίψαν προσήκατο, τῆς ὑγρότητος ἀναλωθείσης, τῆς ἐν τῷ σώματι, καὶ ἐκοπίασε, τῶν μυῶν καὶ τῶν νεύρων διὰ ταλαιπωρίας τῆς ὁδοιπορίας ὑπερ- ταθέντων, οὐ τῆς θεότητος τῷ καμάτῳ δαμαζομένης, ἀλλὰ τοῦ σώματος τὰ ἐκ φύσεως παρακολουθοῦντα συμπτώματα δεχομένου». «Ἐδίδου γὰρ ὅτε ἐβούλετο καιρὸν τῇ φύσει τὰ ἑαυτῆς ἐνεργῆσαι ὁ κύριος», καθώς φησι καὶ ὁ θεολόγος.