Adversus Aphthartodocetas
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter">
—
⋯
Original / primary: Pg Scrape Grc
6.1
Ἐπεὶ οὖν μετὰ τὴν παράβασιν φύσει φθαρτὸν Ἀδὰμ γέγονε τὸ σῶμα διὰ τὸν ἐκ θεοῦ ὅρον, ὃς μετὰ τὸν Ἀδὰμ διέδραμεν εἰς ὅλον τὸ γέ- νος ἡμῶν, τοῦτο τὸ φθαρτὸν βουλόμενος σῶσαι Χριστὸς ἀνείληφε σῶμα. Πῶς γὰρ ἰατρείας ἀπέλαυε τὸ μὴ προσειλημμένον;
6.2
Ἀμβροσίου· Ἄλλη γὰρ σαρκὸς ἀσθένεια καὶ ἄλλο τὸ τῆς θεότητος ἀΐδιον, καὶ σαρκὸς μὲν ὁ θάνατος, τῆς δὲ δυνάμεως τὸ ἀθάνατον· εἰ δὲ τοῦτο πεποίηκεν ἡ θεότης ὥστε μὴ ἰδεῖν τὴν σάρκα διαφθοράν, ὑποκειμένην δηλονότι κατὰ φύσιν φθορᾷ, πῶς αὐτὴ τελευτᾶν ἡ θεότης ἠδύνατο;
6.3
Πῶς οὖν ταῦτα ἐνήργει ἡ φύσις ἐν τῷ Χριστῷ ὡς ἑαυτῆς ὄντα, εἰ ἄφθαρτός ἐστιν; Περὶ γὰρ φύσιν ἀνεπίδεκτον φθορᾶς ταῦτα γίνεσθαι χώραν οὐκ ἔχει. Ἀλλὰ μὴ βουλόμενος κωλύειν ὁ λόγος ἀπὸ τῆς οἰκείας σαρκὸς φθαρτῆς οὔσης, ταῦτα καρτερεῖν τὰ πάθη οὐκ ἐκώλυεν, ἀλλ' ἐνεδίδου τὰ οἰκεῖα ὑφίστασθαι τῇ σαρκὶ πρὸς βεβαίωσιν τοῦ ἀληθῆ εἶναι αὐτὴν καὶ οὐ κατὰ φαντασίαν. Ἄλλως τε τὴν σάρκα κατεδέξατο, οὐχ ἵνα φύγῃ τὰ ἀνέγκλητα πάθη, ἀλλ' ἵνα καταργήσῃ| σὺν τοῖς πάθεσι καὶ τὴν φθορὰν ἐν τῇ οἰκείᾳ σαρκί.