Adversus Aphthartodocetas
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter">
—
⋯
Original / primary: Pg Scrape Grc
7.1
Εἰ δὲ τολμῶσι λέγειν ὡς οὐ γέγονεν ἡμῖν ὑπογραμμὸς σαρκωθεὶς ὁ λόγος– ἴσως μαχόμενοι πᾶσι τοῖς τῆς ἐκκλησίας διδασκάλοις καὶ αὐτοῖς Χριστοῦ μαθηταῖς καὶ ἀποστόλοις, πανταχοῦ γὰρ κηρύσσουσι τὸ ἡμῖν ὑπογραμμὸν γεγονέναι– πῶς δὲ αὔξει, εἰ ἄφθαρτον ἦν; Ἐν γὰρ φθαρτῇ μόνῃ οὐσίᾳ γίνεται ἡ ἐν ποσῷ ἀλλοίωσις. 8. Ἐπεὶ οὖν μὴ νοοῦντες προβάλλονται λόγιον γραφι- κὸν ὅτι εἴρηται Ἡ σὰρξ αὐτοῦ οὐκ εἶδε διαφθοράν, εἰσὶν ὄν- τως μὴ νοοῦντες. Οὐ γὰρ εἶπεν ἄφθαρτον φύσει, ἀλλ' ὅτι φθαρτὸν ὑπάρχον οὐ μέντοι φθορὰν ὑπέστη καὶ διάλυσιν τὴν εἰς τὰ στοιχεῖα διὰ τὸ ἄνευ φθορᾶς ἀναστῆναι τῇ δυνάμει τοῦ λόγου, διὸ καὶ οὐκ εἶδε διαφθοράν.
7.2
Τοῦ ἁγίου Ἐφραὶμ περὶ ἀγάπης· Ἀφθαρσία ἐστὶν ἡ ἀνάστα- σις, ἀλλὰ τὰς οὐλὰς οὐκ ἠφάνισεν, ἵνα γένωνται μάρτυρες θεοῦ, ὅτι ἐνήργησεν, οὐ τὸ φθαρτὸν ἐνυβρίσας τῇ τῶν οὐλῶν παρα- μονῇ, τοὐναντίον δὲ δοξάσας τῇ ἀφθαρσίᾳ, ὅτι ἀπὸ τοῦ φθαρτοῦ σώματος τὴν φθορὰν ἐφυγάδευσεν.
7.3
Ἱππολύτου Πρὸς Μαμμείαν βασιλίδα· Ἦν μὲν γὰρ τοῦ Χριστοῦ τύπος ἡ κιβωτὸς ἐξ ἀσήπτων ξύλων σημαίνουσα τὴν αὐτοῦ ἄσηπτον δύναμιν, ὅτι μὴ εἶδε διαφθοράν. Συμπεριέλαβε δὲ πέντε καὶ ἥμισυ μέτρα τὴν κιβωτὸν οὐκ ἀργῶς· διὰ γὰρ τῶν μέτρων ἐσήμανε τὸν ἐπιβαλόντα τῷ χρόνῳ ἀριθμόν, ὡς τῷ μέτρῳ τούτῳ συγκείμενος πληρωθεὶς... φέροντα τὴν ἄσηπτον κιβωτόν, τὸ ἑαυτοῦ σῶμα, ἐν ᾧ πᾶν δικαίωμα χωρούμενος ἀνάπαυλαν λαμβάνει.