Adversus Aphthartodocetas
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter">
—
⋯
Original / primary: Pg Scrape Grc
8.1
Τοῦ θεολόγου εἰς τὰ φῶτα· Διὰ τοῦτο τὰ ἄμικτα μίγνυται· οὐ γενέσει μόνον θεός, οὐδὲ σαρκὶ νοῦς, οὐδὲ χρόνῳ τὸ ἄχρονον, οὐδὲ μέτρῳ τὸ ἀπερίγραπτον, ἀλλὰ καὶ παρθενίᾳ γέννησις, καὶ ἀτιμίᾳ τῷ καὶ τιμῆς ἁπάσης ὑψηλοτέρῳ, καὶ πάθει τὸ ἀπαθές, καὶ τῷ φθαρτῷ τὸ ἀθάνατον.
8.2
Ἀθανασίου ἐκ τοῦ κατὰ Ἀρειανῶν λόγου τρίτου· Ἔπρε- πε γὰρ φθαρτὴν οὖσαν τὴν σάρκα μηκέτι κατὰ τὴν ἑαυτῆς φύσιν μένειν θνητήν, ἀλλὰ διὰ τὸν ἐνδυσάμενον αὐτὴν λόγον ἄφθαρτον διαμένειν. Ὡς γὰρ αὐτός, γενόμενος ἐν τῷ ἡμῶν σώματι τὰ ἡμῶν ἐμιμήσατο, οὕτως ἡμεῖς, δεξάμενοι τοῦτον τῆς παρ' ἐκείνου μεταλαμβάνομεν ἀθανασίας.