Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Adversus Manichaeos i
Joannis Presbyteri 11 · pg-scrape-grcMore by Joannis Presbyter
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter"> —
⋯
More
Original / primary: Pg Scrape Grc
11.1
Εἰ δέ τις καὶ λογικαῖς μεθόδοις τὴν τοῦ φωτὸς ἐξερευνήσειε φύσιν, οὐκ ἐναντίον ἔσται τὸ σκότος πρὸς τὸ φῶς, ἀλλὰ μᾶλλον στέρησις τὸ σκότος. Τὸ δὲ φῶς οὐσία σωματικὴ καὶ ὑφεστῶσα δειχθήσεται διὰ τῆς ἐξ αὐτοῦ γινομένης ἀντανακλάσεως· αἱ γὰρ ἀντανακλάσεις μόνων σω- μάτων ὑπάρχουσιν. Τὸ γὰρ κλώμενον γωνίαν ποιεῖ, γωνία δὲ μέγεθος, τὸ δὲ μέγεθος ἐν γραμμῇ τε καὶ ἐπιφανείᾳ καὶ σώματι δείκνυται. Ἀλλὰ τὸ φῶς οὐκ ἔστι γραμμὴ οὔτε μὴν ἐπιφάνεια· ἑκάτερον γὰρ τούτων διὰ παντὸς τοῦ στερεοῦ σώματος φοιτᾶν ἀδυνατεῖ. Μία γὰρ ἐν γραμμῇ τυγχάνει διάστασις μῆκος ἀπλατὲς διαγράφουσα. Ἡ δὲ ἐπιφάνεια δύο ἔχει τὰς διαστάσεις ἐν μήκει καὶ πλάτει θεωρουμένας. Πῶς οὖν αὗται διὰ στερεοῦ σώματος διαφοιτήσειαν, τοῦ φωτὸς ἀεὶ τοῦτο ποιοῦντος καὶ ἀκαριαίως, ἄνευ χρονικῆς παρατάσεως, ὀξείᾳ τινὶ ῥοπῇ ἀνακιρναμένου δι' ὅλου τῇ τοῦ ἀέρος λεπτῇ τε καὶ ἀραιοτάτῃ φύσει; Λείπεται τοίνυν τριχῇ διαστατὸν εἶναι τὸ φῶς, ὅπερ ἴδιον σωμάτων ὑπάρχει. Μωϋσῆς μαρτυρεῖ ὅτι σῶμα τὸ φῶς. Ἐν γὰρ τῇ τῶν σωμάτων ἐξηρίθμησε δημιουργίᾳ, μετὰ τὴν οὐρανοῦ καὶ γῆς σύστασιν πρώτην φωνὴν θεοῦ τὸ Γενηθήτω φῶς ἀναγραψάμενος.

Intertext edge

Open linked passage

Note