Adversus Manichaeos i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter">
—
⋯
Original / primary: Pg Scrape Grc
12.1
Εἰ δὲ τὸν θεὸν φῶς καλεῖν εἴωθεν ἡ γραφή, μὴ παρὰ τοῦτο φαντάζου ἀσώματον εἶναι τὸ φῶς, ἐπειδὴ τὸ θεῖον ἀσώμα- τον. Τοῖς γὰρ παρ' ἡμῖν φαιδροτέροις τε καὶ καλλίστοις ὁ θεὸς ὀνομάζεται, οὐ ταῦτα τυγχάνων,| ἀλλὰ πολύ τε καὶ ἀμέτρως τούτων ὑπεραναβεβηκὼς τὴν οὐσίαν, ὅση τοῦ ποιοῦντος πρὸς τὸ γινόμενον ὑπάρχει διαφορά. Κατὰ παράδειγμα τοίνυν ἀμυδρότα- τον τὸν θεὸν εἴωθε φῶς ὀνομάζειν ἡ θεία γραφή. Ἐπειδὴ γὰρ ὁ θεός, πάσης γνώσεως αἴτιος ὤν, ταῖς νοεραῖς οὐσίαις αὐτὸς ἑαυτὸν δίδωσι πρὸς κατανόησιν, χορηγῶν τε τὸ νοεῖν καὶ διὰ τῆς ἑαυτοῦ χάριτός τε καὶ χορηγίας, ὡς οἷόν τε, ταύταις ἐπιγινωσκό- μενος, οὕτω δὴ καὶ τὸ αἰσθητὸν φῶς αἴτιον τοῦ ὁρᾶν ἐπιγινόμενον τοῖς ὀφθαλμοῖς αὐτὸ πρῶτον ὑποπίπτει τῇ θέᾳ, ἐντεῦθεν ἡ θεόπνευστος διδασκαλία ἐν παραδείγματι φῶς τὸν θεὸν ἐπωνό- μασε, τοῖς τῷ παχεῖ τοῦ σώματος ἐνδεδεμένοις διὰ τῶν αἰσθητῶν παραδειγμάτων τὸν ὑπὲρ αἴσθησιν καὶ διανόησιν ὑπογράφουσα.