Adversus Manichaeos i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter">
—
⋯
Original / primary: Pg Scrape Grc
13.1
Καὶ περὶ μὲν σκότους καὶ φωτὸς ἐπὶ τοσοῦτον εἰρήσθω, μήπως εἰς ἄπειρον τοῦ λόγου διεξιόντος τῶν ἐφεξῆς ἡ ζήτησις ἡμᾶς διαλάθῃ. Φασὶ γὰρ τὸ ἀγαθόν τε καὶ κακὸν ἀγενήτως ὑπάρχειν, ἀλλήλοις ἐναντία καὶ οὐδαμῶς συμβῆναι δυνάμενα· πρὸς οὕς ἐστιν εἰπεῖν· Πλανᾶσθε, μὴ διακρίνειν εἰδότες τῶν πραγμάτων τὴν φύσιν· ἡ γὰρ τῶν ποιοτήτων ἐναντιότης ἐν τοῖς γενητοῖς, οὐκ ἐν τοῖς ἀγενήτοις γνωρίζεται. Ἐν μὲν γὰρ τοῖς γενητοῖς ὡς ἐξ οὐκ ὄντων εἰληφόσι τὴν γένεσιν διαφορὰν γενέ- σεώς ἐστιν ἰδεῖν· οὐ γὰρ μία τῶν γεγονότων ἐστὶν ἡ γένεσις, ὅθεν εἰκότως ἐν ταῖς διαφοραῖς ἐναντιότης εὑρεθήσεται, φυσικῶς μὲν περὶ τὴν τοῦ σώματος κρᾶσίν τε καὶ ἐπιφάνειαν, αὐθαιρέτως δὲ περὶ τὰς τῆς ψυχῆς ἐνεργείας, ἃς ἀρετήν τε καὶ κακίαν ὀνομάζειν εἰώθαμεν. Ἀγενησίας δὲ ποίαν τις διαφορὰν εὕροι ποτέ, ὥστε καὶ ἐναντιότητα διδόναι τοῖς ἀγενήτοις; Εἰ οὖν ἡ ὕλη ἀγένητος καθ' ὑμᾶς, ὡς πάντα τολμῶντας εἰπεῖν, ἀγένητος δὲ καὶ ὁ θεός, ἄμφω ἀγαθοὶ τυγχάνουσιν· οὐ γὰρ ἂν μανείην καθ' ὑμᾶς ἐναντιότητα τοῖς ἀγενήτοις ἐπιφημίσαι ποτέ.