Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Adversus Manichaeos i
Joannis Presbyteri 14 · pg-scrape-grcMore by Joannis Presbyter
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter"> —
⋯
More
Original / primary: Pg Scrape Grc
14.1
Ἵνα δὲ καὶ ἐκ τῶν ὡμολογημένων ὑμῖν φληνάφων ὑμᾶς ἀπελέγξω, πῶς τὸ χεῖρον, ἣν ὕλην εἶναί φατε, ὑποτάττεται τῷ βελτίονι, ὅς ἐστι θεὸς καὶ καθ' ὑμᾶς, εἴπερ ἐπ' ἴσης εἰσὶν ἀγένητα καὶ ἀρχηγετικά; Πῶς δ' ἂν εἴη φύσει κακὸν ἡ ὕλη, εἰ δέχεται τὸ κοσμεῖσθαι ὑπὸ τοῦ ἀγαθοῦ; Εἰ μὲν γὰρ ἐφιεμένη κοσμεῖται ὑπὸ τοῦ θεοῦ, ἔστι τις ἐν αὐτῇ τοῦ ἀγαθοῦ ἔφεσις καὶ οὐκ ἂν εἴη ἀμιγῶς κακὴ ἡ τοῦ ἀγαθοῦ ἐφιεμένη. Εἰ δὲ τοῦ θεοῦ διδόντος αὐτῇ τὰ ἀγαθά, πέφυκε καὶ οὕτω δέχεσθαι τὰ ἀμείνονα, πῶς φύσει κακὴ ἡ πεφυκυῖα δέχε- σθαι τὰ ἀγαθά; Λέγετε γὰρ ὑμεῖς ἐφίεσθαι μὲν τὴν ὕλην παρασπάσασθαι τι τοῦ ἀγαθοῦ, τὸν δὲ θεὸν ἀναιρεῖν αὐτήν. Εἰ δὲ τοῦτο δοθείη, πῶς οὐ μᾶλλον ἡμῖν ἐστιν ἀγαθοειδὴς ὡς ἐφιεμένη τοῦ ἀγαθοῦ; Ὁ δὲ ἀναιρῶν αὐτὴν καὶ μὴ διακοσμῶν, πῶς οὐκ ἂν φθαρτικὸς εἴη τῶν ὄντων καὶ οὐκ ἀγαθός; Καὶ εὑρεθήσεται τὸ ἐναντίον τῶν παρ' ἡμῖν δογματιζομένων.

Intertext edge

Open linked passage

Note