Adversus Manichaeos i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter">
—
⋯
Original / primary: Pg Scrape Grc
15.1
Ἔτι, εἰ τὸ ἀγαθὸν καὶ κακὸν οὐσίαι ἀντικείμεναι, ἡ δὲ ζωὴ καθάπερ τι εἶδος τὰς ὑποκειμένας| οὐσίας εἶδος ποιεῖ, ἔσονται κατὰ τὴν ζωὴν καὶ τὸ εἶναι κοινωνοῦσαι ἀλλήλαις καὶ οὐ διὰ πάντων ἐναντίαι, ὡς ὑμεῖς ἠπατημένοι φατέ· οὐδεμία γὰρ ἀντίθεσις ἐξ ὅλων ἐναντίων ἀντίκειται, τῷ καὶ κοινὰ ὑπάρχειν τινὰ τοῖς ἐναντίοις, οἷον τὸ λευκόν, ἐναντίον ὑπάρχον τῷ μέλανι, κατὰ μόνας τὰς διαφορὰς ἔχει τὴν ἐναντίωσιν, ὄντων αὐτοῖς κοινῶν τῶν τῆς ποιότητος χρωμάτων. Οὐδὲν δὲ τῶν τοιούτων τὴν περὶ αὐτὰ ἐναντιότητα προτέραν ἔχει, ὑστέραν δὲ καὶ μετὰ τὰ κοινὰ ἐπιθεωρεῖσθαι τοῖς πράγμασι πέφυκεν· ἐν δὲ τοῖς κοινοῖς, καθὰ κοινὰ τυγχάνει, οὐκ ἔστιν ἡ ἐναντιότης. Δεῖ δὲ κοινὸν χρῶμα καὶ ποιότητα εἶναι, ἵνα οὕτω τὸ λευκὸν καὶ μέλαν εἴη. Ὡσαύτως καὶ μετὰ τὸ ποιόν, τὴν διάθεσιν, ἡ ἀρετὴ καὶ ἡ κακία.