Adversus Manichaeos i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter">
—
⋯
Original / primary: Pg Scrape Grc
17.1
Ταῦτα τοῦ Μάνεντος δόγματα· τούτοις ὡς ἀρραγέσι κατὰ τῆς ἀληθείας ἐξώπλισται· οὕτω τὰ τούτου παμμίαρα δόγματα ὑπὸ τῆς ἀληθείας ἀνατέτραπται. Τὴν γὰρ τῆς ὕλης ἀταξίαν πρὸς ἑαυτὴν καὶ ὅσα περὶ τοὺς ἱδρῶτας τῆς ὕλης ἐμυθολόγησεν, ἐκεῖθεν τοὺς ὑετοὺς τοῖς ἐπὶ γῆς καταρρήγνυσθαι φάσκων, καὶ ὅσα τούτοι προσελοιδόρησεν οὐδὲ λέγειν οἶμαι καλόν. Φεύγετε τοίνυν, ἀγαπητοί, τοὺς εἰσδεδεγμένους τοῦ Μάνεντος τὴν σηπε- δόνα, οἳ πολλάκις ὠχρότητι σώματος τὸ δοκεῖν ἐγκρατεῖς εἶναι θηρώμενοι, τῷ σχήματι καὶ τῷ βλέμματι καὶ τῇ τοῦ Χριστοῦ προσηγορίᾳ τοὺς ἁπλουστέρους ἐξαπατῶσι καὶ κῳδίῳ προβά- του τὸν ἔνδοθεν λύκον ὑποκρυπτόμενοι ἐπεισπηδῶσι καὶ τὴν Χριστοῦ ποίμνην διασπαράττειν ἐπιχειροῦσιν. Φεύγετε τοίνυν καὶ τοῖς τοιούτοις χαίρειν μὴ λέγετε· Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. Εἰ δέ τις ἐν ὑμῖν πρότερον τούτοις ἐρρυπωμένος τοῖς δόγμασιν, νῦν τῷ τῆς ἀληθείας κατηυγάσθη φωτί, φυλαττέτω τῶν προφητῶν καὶ ἀποστόλων τὰ δόγματα. Εἷς γὰρ τούτων ὁ σκοπὸς ἐξ ἁγίου πνεύματος εἰρημένος· ἕνα τὸν τοῦ παντὸς δημιουργὸν ἀνακηρυττέτω, ἐξ οὐκ ὄντων τὰ πάντα πεποιηκότα· ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.