Adversus Manichaeos i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1
Καλὸν ἦν, ἀγαπητοί, τὴν εἰς οὐρανοὺς ἄνοδον ὑμῖν ὑποδει- κνύναι τῷ λόγῳ τε καὶ διαγράφειν πολιτείαν ἣν ὁ Χριστὸς τοῖς ἑαυτοῦ μαθηταῖς διετάξατο καὶ οὕτως ὑμᾶς, ὡς τοὺς ἀγαθοὺς τῶν ἀθλητῶν οἱ παιδοτρίβαι, τοῖς τῆς ἀρετῆς παλαίσμασι παραπέμπειν. Τοιούτοις γὰρ εἴωθεν ἡ ἐκκλησία τοὺς ἑαυτῆς θιασώτας| ὑπαλείφειν διδάγμασιν. Ἀλλ' ἐπειδή τινες τῆς τοῦ Μάνεντος ἐμφορηθέντες μανίας διορύττειν καὶ τοὺς τῆς ἐκκλησίας διασα- λεύειν τροφίμους ἐπιχειροῦσι, τῷ σίτῳ παραμιγνύντες ζιζάνια καὶ τοῖς ὀρθοῖς δόγμασι τῶν ἀποστόλων ὑποσπείροντες γέλωτος πλήρεις μυθολογίας, τῆς ὑμῶν ἕνεκεν ἀσφαλείας ὡς ἐν βραχεῖ τὸν πρὸς ἐκείνους πόλεμον ἀναδέξομαι καὶ τὰς ἀκάνθας προρρί- ζους ἀνασπῶν ἐλεύθερον ἀσεβείας τῆς ἐκκλησίας ἀναδείξω τὸ λήϊον.