Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Adversus Manichaeos i
Joannis Presbyteri 2 · pg-scrape-grcMore by Joannis Presbyter
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.1
Πολλάκις μὲν κατὰ τῆς τοῦ Χριστοῦ ποίμνης ὁ μισόκαλος δαίμων εἰσεκώμασεν ἀναρριπίζων κατὰ τῆς εὐσεβείας ψευδῶν δογμάτων εἰσηγητάς, οἷος ἦν Σίμων τε καὶ Μαρκίων καὶ ὅσοι τῆς ἐκείνων τε καὶ μετ' ἐκείνους τερατολογίας τε καὶ ψευδο- δοξίας μιμηταὶ πάλαι πεφήνασιν. Ἀλλ' ἐκείνων μὲν ἀπέσβη τὰ παμμίαρα δόγματα καὶ τῶν μύθων ὁ λῆρος καὶ ὅσα πρὸς ἀσέβειαν ἠκονημέναις γλώσσαις καὶ θεομάχοις ἐφθέγξαντο. Ἡ δὲ τῶν Μανιχαίων ἄθεσμος αἵρεσις ἐκεῖθεν ἔχουσα τὰς ἀρχὰς ἔτι πικρὸν ἰὸν ἀνερεύγεται τῷ ζῶντι θεῷ καὶ τοῖς οὐσιωδῶς ὑφεστῶσι τὴν τῶν ἀνυπάρκτων ἀντιτιθεῖσα ματαιότητα· ὕλην γὰρ ἀντιστρατεύει τῷ ἀληθεῖ καὶ μόνῳ θεῷ καὶ τὸ σκότος ἀντιπαρα- τάττει τῇ φαιδρότητι τοῦ φωτὸς καὶ τῷ ἀγαθῷ τὸ κακὸν ἰσόρρο- πον εἶναί φησιν, τὸ μόνον ἐν ἀνοσίοις πράξεσι γνωριζόμενον. Φέρε τοίνυν τῇ τοῦ θεοῦ λόγου πανοπλίᾳ χρησάμενοι τὸ μέγιστον τῶν παρ' αὐτοῖς ἀθέων δογμάτων ὀχύρωμα κατασπάσωμεν, τὴν ἑτέραν τῆς αὐτῶν ἀσεβείας ὑπερβάντες ἀδολεσχίαν καὶ ὅσα μυθικῶς ἡμῖν ἀναπλάττουσιν. Τοῦ γὰρ παρ' αὐτοῖς πύργου κα- θαιρεθέντος, εὐεπίβατος ἔσται τῶν λοιπῶν δογμάτων, μᾶλλον δὲ βλασφημίας, καὶ τοῖς ἄγαν ἀμαθέσιν ἡ διάγνωσις.

Intertext edge

Open linked passage

Note