Adversus Manichaeos i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter">
—
⋯
Original / primary: Pg Scrape Grc
3.1
Φασὶ τοίνυν οἱ πάσης ἀσεβείας ἐφευρεταὶ ὅτι ἄναρχος, ζῶσά τε καὶ ἀγένητος ὑπῆρχεν ἡ ὕλη. Πρὸς οὕς ἐστιν οὕτως ἀπαντῆσαι τῷ λόγῳ· Πᾶν ὅπερ οὐσιωδῶς ὑφέστηκεν ἢ σῶμα ἢ ἀσώματον ἢ ἐξ ἀμφοῖν τούτων καθ' ἕνωσίν ἐστι γεγονός. Καὶ ἀσώματοι μὲν αἱ νοεραί τε καὶ λογικαὶ φύσεις, σώματα δὲ τὰ ἐκ στοιχείων συνεστηκότα· ἐξ ἑκατέρας δὲ τούτων οὐσίας τὸ τῶν ἀνθρώπων ὑφέστηκε γένος. Τὰ χρωμάτων ὁρᾶται ἢ γὰρ παρὰ ταῦτα, οἷον πικρότης τε καὶ γλυκύτης καὶ ὅσα διὰ γνωρίζεται, τῷ ποσῷ ἢ πρός τι τυγχάνει ἢ διὰ πράξεων ἐπιτελεῖται· ἀνυπόστατα πέφυκε καθ' ἑαυτὰ καὶ ἄνευ τῶν δεχομένων αὐτὰ οὐσιῶν οὔτε ἦν, οὔτε ἔσται. Ἀλλ' αἱ μὲν οὐσίαι, ὅ ἐστι τὰ ὑποκείμενα, ἀμεταβλήτως ἔχουσι πρὸς τοὐναν- τίον· οὐ γὰρ ἡ ἀσώματος οὐσία σῶμα γενήσεται, οὔτε τὸ σῶμα ἀσώματον ἔσται. Τὰ μέντοι ἐν αὐταῖς χρώματά τε καὶ σχήματα καὶ ὅσα περὶ τὴν οὐσίαν ὁρᾶται, μεταβάλλεταί τε καὶ μετατίθεται· οὐ γὰρ πέφυκεν αὐθυπόστατος.