Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Adversus Manichaeos i
Joannis Presbyteri 4 · pg-scrape-grcMore by Joannis Presbyter
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1
Τί τοίνυν τῶν εἰρημένων τὴν ὕλην φασί; Εἰ μὲν γὰρ ἀσώματον, πῶς γέγονε σῶμα, τῶν οὐσιῶν ἀμεταβλήτως ἐχουσῶν πρὸς τοὐναντίον, ὡς εἴρηται. Αἱ γὰρ μεταβολαὶ περὶ τὰς ποιότητάς τε καὶ ποσότητας καὶ ἐνεργείας| εἰώθασι γενέσθαι· τὸν γὰρ ὠχρὸν ὑπὸ δέους γινόμενον ἐρυθρόν ἐστιν ἰδεῖν, τοῦ θυμοῦ πολλάκις τὸ περικάρδιον αἷμα περὶ τὴν ἔξωθεν ἐπιφάνειαν διαχέοντος, καὶ μεταβολὴ γέγονεν, διὰ πά- θους τε καὶ ἐνεργείας, καὶ τῆς περὶ τὸ χρῶμα ποιότητος. Εἰ δὲ τὴν ὕλην διὰ τῆς πρὸς τὸν θεὸν συγκράσεώς τε καὶ καταπόσεως, ὡς αὐτοῖς φίλον ἐστὶ μυθοποιεῖν, σῶμα γενέσθαι φασίν, οὐδὲν αὐτοὺς ὠφελήσει τὸ βλάσφημον· σύντομος γὰρ καὶ ἀληθὴς λόγος ἀνατρέψει τὸ ψεῦδος. Πῶς γὰρ τῶν ἐναντίων, καθὼς αὐτοί φασι, καὶ ἀμίκτων γέγονε σύνοδος ἄνευ τεχνίτου τοῦ ταῦτα πρὸς σύνθεσιν ἄγοντος; Πῶς δὲ τῶν ἀσωμάτων ἡ κρᾶσις σῶμα πεποίηκεν; Ὡς γὰρ οὐκ ἂν λογικὸν ποιήσειε πολλῶν ἀλόγων συνδρομή, οὕτως οὐκ ἂν θεοῦ τε καὶ ὕλης, ἀσωμάτων ὄντων, ἡ συνάφεια σώματος φύσιν ἀποτελέσειεν.

Intertext edge

Open linked passage

Note