Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Adversus Manichaeos i
Joannis Presbyteri 5 · pg-scrape-grcMore by Joannis Presbyter
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.1
Εἰ δὲ μεταβάλλοντες τὸν λόγον σῶμα τὴν ὕλην φήσουσιν εἶναι, καὶ οὕτως ἀνατραπή- σεται τὸ σοφὸν αὐτοῖς κατὰ τῆς ἐκκλησίας μηχάνημα· πᾶν γὰρ σῶμα σύνθετον ὑπάρχον, ἀλλότριον ὑπάρχει τῶν ἀγενήτων, τοῖς γενητοῖς συναριθμούμενον. Πάσης γὰρ συνθέσεως αἴτιος ὑπάρ- χει δημιουργὸς καὶ οὕτως οὐ μόνον γενητή, ἀλλὰ καὶ ἀρχὴν ἔχουσα ἡ πρεσβευομένη παρὰ τοῖς μανεῖσιν ἄναρχος ὕλη δειχθήσεται, ἐξ ἑτέρου τὸ εἶναι λαχοῦσα. Εἰ δὲ λέγοιεν ἀσώματον μὲν εἶναι τὴν ὕλην, δυνάμει δὲ σῶμα, ἰστέον ὡς τὸ δυνάμει ἐπὶ τῶν ἐνδεχομένων εὑρίσκεται, οἷον τὸ ὕδωρ δυνάμει θερμόν, τὸ παιδίον δυνάμει γραμματικόν· ἐνδέχεται γὰρ τὸ ὕδωρ θερμαίνεσθαι καὶ τὸ παιδίον εἶναι γραμματικόν. Ἀσώματον δὲ σῶμα γενέσθαι τῶν ἀδυνάτων. Πῶς οὖν δυνάμει σῶμα τὴν κατ' αὐτοὺς ἀσώματον ὕλην ὑποληπτέον; 6. Καὶ ταῦτα μὲν συντόμως εἰρήσθω· οὐ γὰρ οἷόν τε διατρίβειν ταῖς ἀποδείξεσιν, ἑτέρας ζητήσεως κατεπειγούσης. Φῶς γὰρ καὶ σκότος εἶναί φασιν ἄμφω ἀγένητά τε καὶ συναΐδια, ὑπάρχοντά τε καὶ ζῶντα· ἑκάτερον γὰρ οὐχ ὡς ἔχει φύσεως καταλαβόντες οἱ τοῦ Μάνεντος μυσταγωγοί, πρὸς τὸ βάραθρον ἐκπεπτώκασι τῆς ἀπωλείας, ἀντικειμένην τῷ θεῷ δύναμίν τινα τὸ σκότος ὑποστησάμενοι. Φασὶ γάρ· Εἰ φῶς ἐστι, τὸ τούτου πολέμιον σκότος ἂν εἴη, οὐκ ἐξ αὐτοῦ γεγονός· οὐδὲν γὰρ τῶν ἐναντίων παρὰ τοῦ ἐναντίου τὴν σύστασιν ἔχει· ἀΐδιον οὖν ἔσται τὸ σκότος, μὴ ὄντος δημιουργοῦ. Ὁ γὰρ θεός, φῶς καὶ ἀγαθὸς ὑπάρχων, οὐκ ἔστι τοῦ σκότους δημιουργός. Ταῦτα δαίμονός τινος ὑπάρχει κυήματα· τούτοις ὁ Σατανᾶς τοὺς ἁπλουστέρους σαγηνεύει καὶ ὑποσκελίζει τοῖς λογισμοῖς, ὅταν τῆς τοῦ Χριστοῦ διδασκαλίας ὑπερορῶντες ἑαυτοῖς ἐκ τριόδων ἐπισωρεύσωσι διδασκάλους, κνηθόμενοι τὴν ἀκοήν, καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψωσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσωνται, ὥς φησιν ὁ θεῖος ἀπόστολος. Σὺ δὲ τῆς τοῦ Χριστοῦ στρατιώτης ὑπάρχων αὐλῆς, ἀμύνου τοὺς προσιόντας κατακοντίζων τοῖς λόγοις. 7. Μίᾳ γὰρ καὶ μόνῃ φωνῇ τροπὴν ποιήσει τῶν ἀντιπάλων, λαμπρῶς τοιαῦτα βοῶν· Ἀποδειξάτω τις τοῦ σκότους τὴν ὕπαρξιν αὐτοῦ καὶ τότε δικαίαν σχήσει τῆς πλάνης τὴν ἀφορμήν. Ἀλλ' οὐκ ἂν ἔχοιεν σκότους ὑπόστασιν εἰπεῖν, οὐκ ἀϊδίως προκόσμιον, οὐχ ὕστερον ὑποστᾶσαν. Εἰ δὲ ὅλως πρὸς τὸ τῆς ἀληθείας φέγγος ἀτενίζειν ἐθέλοιεν, ἀλλὰ μὴ ὡς σκότους υἱοὶ διαλέγεσθαι, εὑρήσουσι τὸ σκότος οὐ| πρᾶγμα καθ' ἑαυτὸ ὑφεστός, ἀλλ'" 6ἀέρα τινὰ ἀφώτιστον ἢ τόπον ἐξ ἀντιφράξεως σώματος σκιαζόμενον" 6 ἢ ἁπλῶς εἰπεῖν" 6τόπον φωτὸς ἐστερημένον" 6, ὡς καὶ ὁ μέγας εἶπεν Βασίλειος, ὁ τὴν τοῦ παντὸς κτίσιν ἐπ' ἀκριβείας κατὰ τὴν τοῦ Μωϋσέως προφητείαν ἐξηγησάμενος. Σκότος οὖν ὁριστέον τὸ ἀφεγγὲς τοῦ ἀέρος στερήσει φωτός, οὐκ οὐσίᾳ ὑφεστηκός· ὃ οὖν οὐχ ὑφέστηκε καθ' ἑαυτό, πῶς θεοποιεῖν ἡμᾶς οἱ τῆς μανείσης αἱρέσεως ἀναγ- κάζουσιν;

Intertext edge

Open linked passage

Note