Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Adversus Manichaeos i
Joannis Presbyteri 8 · pg-scrape-grcMore by Joannis Presbyter
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter"> —
⋯
More
Original / primary: Pg Scrape Grc
8.1
Ὅτι γὰρ οὐδὲ ὅλως τὸ σκότος ἰδιάζουσαν ἔχει τὴν ὕπαρξιν, καὶ διὰ τῶν νυνὶ παρ' ἕκαστα γινομένων ἕτι σαφέστε- ρον ἀποδειχθήσεται· τρία γὰρ δεῖ πρότερον συνδραμεῖν εἰς τὸ σκότος ἤτοι σκιὰν ἐπισυμβῆναι, τὸ φῶς, τὸ σῶμα, τὸν ἀλαμπῆ τόπον, ἵνα οὕτως ἐξ ἀντιφράξεως, στερεμνίου σώματος μεσολα- βοῦντος, ὁ κατ' ἀντίθετον τοῦ φωτὸς κείμενος σκιάζοιτο τόπος ἐν ἀπουσίᾳ τῆς ἡλιακῆς ἀκτῖνος. Πῶς οὖν τὸ παρεπόμενον σκότος τοῖς δημιουργηθεῖσι, φημὶ δὴ σώματι καὶ τόπῳ καὶ φωτί, τῶν δημιουργημάτων πρωτεύειν ὑπειλήφασι, μηδενὸς συγχωροῦντος λόγου τὸ γινόμενον πρὸ τοῦ ποιοῦντος ὑπάρχειν; Εἰ δὲ πρὸς ἀνατροπὴν τῆς ἀληθείας καὶ τὸ φῶς ἐν ἀπουσίᾳ τοῦ σκότους ὑφίστασθαι φιλονεικήσουσιν ὡς διὰ τὴν ἐν ἑκατέροις ἰσότητα ἀλλήλοις ἀντιπαραχωρεῖν καὶ μεθίστασθαι, τούτους ὁ λόγος ἐλέγξει διὰ τῶν παρ' ἕκαστα γινομένων τὰς ἀποδείξεις ποιούμενος. Οὐδὲ γὰρ τὸ φῶς ἐξίσταται τῷ σκότει, ὡς ἔστιν ἰδεῖν ἐκ τοῦ διὰ πυρὸς γινομένου φωτός· παρουσίᾳ γὰρ τούτου τὸ σκότος ἐξίσταται, εἰ καὶ λίαν ἀφεγγὲς καὶ ζοφῶδες ὑπάρχοι· φωτὸς δὲ παρόντος, παρείσδυσις οὐδεμία τῷ σκότει γενήσεται. Εἰ δὲ καὶ τοῦτο δοθείη, καὶ ὡς αὐτοί φασιν ἀληθὴς ὁ λόγος, τὸ ἀντιπαραχωρεῖν ἀλλήλοις τὸ φῶς τε καὶ τὸ σκότος, οὐ παρὰ τοῦτο ἀγένητον ἔσται τὸ σκότος. Εἰ γὰρ τὸ φῶς τὸ αἰσθητὸν γενητὸν ὑπάρχει καὶ τὸ ἀντικείμενον σκότος ἔσται γενητόν· ἐν γὰρ μόνοις γενητοῖς ἡ ἐναντιότης, οὐκ ἐν τοῖς ἀγενήτοις εὑρίσκε- ται· ἐναντίον δὲ τὸ φῶς καὶ τὸ σκότος.

Intertext edge

Open linked passage

Note